Venetus A (Marciana 454 = 822), folio 82, verso

previousnext
msA 82rmsA 83r

Iliad text (26 lines)


Iliad 6.102: ὡς ἔφαθ’, Ἕκτωρ δ’ οὔ τι κασιγνήτῳ ἀπίθησεν:


Iliad 6.103: αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆ΄λτο χαμᾶζε


Iliad 6.104: πάλλων δ’ ὀξέα δοῦρα: κατὰ στρατὸν ᾤχετο πάντῃ


Iliad 6.105: ὀτρύνων μαχέσασθαι. ἔγειρε δὲ φύλοπιν αἰνήν:


Iliad 6.106: οἱ δ’ ἐλελίχθησαν. καὶ ἐναντίοι έσταν Ἀχαιῶν :


Iliad 6.107: Ἀργεῖοι δ’ ὑπεχώρησαν λῆξαν δὲ φόνοιο.


Iliad 6.108: φὰν δέ τιν’ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος


Iliad 6.109: Τρωσὶν ἀλεξήσοντα κατελθέμεν. ὡς ἐλέλιχθεν:

Commented on by msA 6.30


Iliad 6.110: Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας:


Iliad 6.111: Τρῶες ὑπέρθυμοι: τηλεκλειτοί τ’ ἐπίκουροι.


Iliad 6.112: ἀνέρες ἔστε φίλοι: μνήσασθε δὲ θούριδος ἀλκῆς:

Commented on by msA 6.31


Iliad 6.113: ὄφρ’ ὰν ἐγὼ βείω προτὶ Ἴ̈λιον . ἠδὲ γέρουσιν

Commented on by msAim 6.223


Iliad 6.114: εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι.

Commented on by msA 6.34


Iliad 6.115: δαίμοσιν ἀρήσασθαι. ὑποσχέσθαι δ’ ἑκατόμβας:


Iliad 6.116: ὡς ἄρα φωνήσας ἀπέβη κορυθαιόλος Ἕκτωρ :


Iliad 6.117: ἀμφι δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν.

Commented on by msA 6.32


Iliad 6.118: ἄντυξ: ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης:


Iliad 6.119: Γλαῦκος δ’ Ἱππολόχοιο πάϊς. καὶ Τυδέος υἱὸς

Commented on by msA 6.33


Iliad 6.120: ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι:

Commented on by msAext 6.294


Iliad 6.121: οἱ δ`’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰ̈όντες.

Commented on by msA 6.35


Iliad 6.122: τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης :


Iliad 6.123: τίς δὲ σύ ἐσσι φέριστε κατὰ θνητῶν ἀνων :


Iliad 6.124: οὐ μὲν γάρ ποτ’ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ


Iliad 6.125: τὸ πρὶν: ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων


Iliad 6.126: σῶ θάρσει. ὅ τ’ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας:


Iliad 6.127: δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν:


Other texts (6 passages)


Scholia group: msA

msA 6.30: Τρωσὶν ἀλεξήσοντα ἤτοι στικτέον ἐπι τῷ κατελθέμεν ἵνα ἀφ’ ἑτερας ἀρχῆς λέγηται τὸ ὡς ἐλέλιχθεν ἀντι του οὕτως ἐλελιχθεν. ἠ συναπτεόν. ἱν’ ᾖ τὸ ώς ἀντι του οτι βέλτιον δὲ τὸ πρότερον ⁑

Comments on 6.109


msA 6.32: ἀμφι δέ μην ὅτι περιφερεὶς καὶ ἀνδρομήκεις αἱ ἀσπίδες ἕως σφυρῶν καὶ αὐχένος καλύπτουσαι ⁑

Comments on 6.117


msA 6.33: Γλαυκος δε’ ἱππολόχοιο πάϊς: ὅτι μετατιθεάσι τινὲς ἀλλαχῶσε ταύτην τὴν σύστασιν ⁑

Comments on 6.119


msA 6.34: εἴπω βουλευτῇσι καὶ πῶς οὐδὲν εῖπε ταῖς βουλευταῖς, ἀλλα ταῖς γυναιξίν νοητέον οὖν ἤτοι κατα τὰ σιωπωμενον κακείνοις αὐτον εἰρηκέναι. ἦ ὡς ἐπι στρατειας καὶ παρατάξεως του πρέποντος χάριν τοῦτο προστεθεικεναι ⁑

Comments on 6.114


msA 6.35: οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαβ ἑπ’ αλλήλοισεν ἰόντες Ζηνόδοτος καὶ Ἀριστοφανης δυϊκῶς ᾿ϊόντες ἐν δὲ τοῖς ἔμπροσθεν εἰρήκαμεν Ἀριστάρχου εῖναι την δυϊκην γραφήν ⁑

Comments on 6.121


Scholia group: msAext

msAext 6.294: ἀμφατέρων

Comments on 6.120


previousnext
msA 82rmsA 83r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1