Venetus A (Marciana 454 = 822), folio 83, recto

previousnext
msA 82vmsA 83v

Iliad text (26 lines)


Iliad 6.128: εἰ δέ τις ἀθανάτων γε κατ’ οὐρανοῦ εἰλήλουθας.

Commented on by msAint 6.170, msA 6.36, msAil 6.285


Iliad 6.129: οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην:


Iliad 6.130: οὐδε γὰρ οὐδε Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος

Commented on by msA 6.37


Iliad 6.131: δὴν ἦν: ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν:


Iliad 6.132: ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνᾱς

Commented on by msA 6.38


Iliad 6.133: σεῦε κατ ηγάθεον Νυσήϊον : αἱ δ’ ἅμα πᾶσαι

Commented on by msA 6.39


Iliad 6.134: θύσθλα χαμαὶ κατέχευαν, ὑπ ἀνδροφόνοιο Λυκούργου

Commented on by msA 6.40, msA 6.41


Iliad 6.135: θεινόμεναι βουπλῆγι: Διώνυσος δὲ φοβηθεὶς

Commented on by msA 6.42, msAim 6.224


Iliad 6.136: δύσεθ’ ἁλὸς κατα κῦμα: Θέτις δ’ ὑπεδέξατο κόλπῳ


Iliad 6.137: δειδιότα: κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ:


Iliad 6.138: τῷ μὲν ἔπειτ’ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες:


Iliad 6.139: καί μιν τυφλὸν ἔθηκε Κρόνου παῖς: οὐδ’ ὰρ ἔτι δὴν


Iliad 6.140: ἦν: ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν:


Iliad 6.141: οὐδ’ ὰν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι:


Iliad 6.142: εἰ δέ τις ἐσσὶ βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,


Iliad 6.143: άσσον ΐθ’ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ’ ἵ̈κηαι:


Iliad 6.144: τὸνδ’ αῦθ’ Ἱππολόχοιο προσήυδα φαίδιμος υἱός:


Iliad 6.145: Τυδείδη μεγάθυμε, τί ὴ γενεὴν ἐρεείνης:


Iliad 6.146: οἵη περ φύλλων γενεὴ. τοίη δὲ καὶ ἀνδρῶν;

Commented on by msA 6.43


Iliad 6.147: φύλλα, τὰ μέν τ’ ἄνεμος χαμάδις χέει: ἄλλα δέ θ’ ὕλη


Iliad 6.148: τηλεθόωσα φύει: ἔαρος δ’ ἐπιγίνεται ὥρῃ:

Commented on by msA 6.44


Iliad 6.149: ὡς ἀνδρῶν γενεὴ. ἠ μὲν φύει ἠ δ’ ἀπολήγει:

Commented on by msA 6.45


Iliad 6.150: εἰ δ’ ἐθέλεις, καὶ ταῦτα δαήμεναι: ὄφρ’ εῦ εἰδῇς

Commented on by msA 6.46, msA 6.47


Iliad 6.151: ἡμετέρην γενεὴν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν:


Iliad 6.152: ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο:

Commented on by msA 6.48, msA 6.52


Iliad 6.153: ἔνθα δὲ Σίσυφος ἔσκεν. ὃ κέρδιστος γένετ’ ἀνδρῶν:

Commented on by msA 6.49, msA 6.50, msA 6.51


Other texts (17 passages)


Scholia group: msA

msA 6.36: ‡ εἰ δέ τις ἀθανάτων γε κατ’ οὐρανὸν εἰλήλουθας οὕτως Ἀρίσταρχος οἷον καταβέβηκας τὸν οὐνον δι ὃ δια τοῦ ν γραφει κατ ουρανὸν ⁑

Comments on 6.128


msA 6.37: οὐδε γὰρ οὐ Δρύαντος σημειοῦνται τινὲς οτι ὡς περι θυ του Διωνυσου διαλέγεται ὁμώνυμος δὲ ουτος ὁ Λυκοῦργος ἐκείνῳ τὸν Λυκοῦργος ἔπεφνεν καὶ ὀ Δρυας δὲ τῷ Λαπίθῃ Διόνυσος ὁ Διος Κυβέλοις τῆς Φρυγιας ὑπο της Ῥεας τυχὼν καθαρμων καὶ διαθεὶς τὰς τελετας καὶ λαβῶν πάσαν παρὰ της θεᾶς την διασκευην ἀνα πᾶσαν εφέρετο τὴν γῆν. χορεύων καὶ τιμων τυγχάνων προηγεῖτο πάντων ἀνων . παραγενόμενον δὲ αὐτον εἰς την Θράκην Λυκοῦργος ὁ Δρύαντος λυπησας Ἥρας μίσει μυώπη ἀπελαύνει αὐτον της γης καὶ καθάπτει αὐτον των του του τιθηνῶν. ἐτυγχανον γὰρ αὐτῷ συνοργιάζουσαι. θηλάτω δὲ ἐλαυνόμενος. μάστιγι τον θν ἔσπευδε τιμωρήσασθαι: ὁ δὲ ὑπο δέους εἰς την θάλασσαν καταδύνει καὶ υπο Θέτιδος ὑπολαμβάνεται καὶ Εὐρυνόμης : ὁ οὖβ Λυκοῦργος οὐκ αμισθεῖ δυσσεβήσας, ἔδωκε την ἐξ ἀνων δίκην ἀφῃρέθη γὰρ προς τοῦ Διος τὸν ὀφθαλμον της ἱστοριας πολλοὶ ἐμνίσθησαν προηγουμένως δὲ ὁ την Εὐρωπιαν πεποηκὼς Εὔμηλος ⁑

Comments on 6.130


msA 6.38: ὅς ποτε μαινομένοιο οτι ἥτοι μανιοποιοῦ βακχειας παρασκευαστικοῦ ἢ αὐτου μαινομενου. ἐν θουσιαστοῦ ἢ βακχευτοῦ ⁑

Comments on 6.132


msA 6.39: Νυσήϊον τὴν λεγομένην Νύσαν : ὅρος δὲ λέγει τῆς Θράκης νῦν ἐν άλλω αὐτην Νυσα ἐν μεν τισι χώραις όρος ὡς ἐν Βοιωτία καὶ Θράκῃ καὶ Ἀραβία : καὶ Ἰνδικῇ καὶ Λιβύῃ καὶ Ναζὼ , ὅπου δὲ νῆσος, ὡς ἐν Καυκασίω όρει καὶ ἐν τῷ Νείλω ποταμῷ, οὐ δεδήλωκε δὲ ὁ ποιητης ἐν ποία Νύσῃ τὰ περὶ την Λυκουργου δίωξιν ἐγένετο ⁑

Comments on 6.133


msA 6.40: θύσλα οἱ μὲν τοὺς κλάδους: οἱ δὲ τοὺς θύρσους τοῦτέστι τὰς βακχικας δρᾷκας ἅ ἐστι Διωνυσιακὰ μυστήρια. ἔνιοι δὲ πάντα κοινῶν τὰ προς τὴν τελετήν ⁑

Comments on 6.134


msA 6.41: χαμαὶ κατέχευαν διασταλτεον μετὰ τὸ κατέχευαν τὸ δὲ ἑξης συναπτεον ὑπ ανδροφόνοιο Λυκούργου θεινόμεναι βουπλῆγι ⁑

Comments on 6.134


msA 6.43: οἵη περ φυλλων γενεὴ τοι η δὲ καὶ ἀνδρῶν οτι δύο με λο τὸ τοίη δε: τοίη καὶ δέ. διὸ οὐ πεσπαστεον τὸ τοιηδε ⁑

Comments on 6.146


msA 6.44: τηλεθοωσα φύει Ἀριστοφα γράφει τηλεθόωντα και επι των φύλλων ἀκούει. καὶ τῷ όρεῃ μετα του ϊ γράφει κατα δοτικην ⁑

Comments on 6.148


msA 6.45: ἣμεν φύει ἡδ’ ἁπολήγει ἀντι τοῦ καί. δύναται δὲ καὶ ἄρθρα εῖναι βέλτιον δὲ τὸ συνδ πλαβεῖν ⁑

Comments on 6.149


msA 6.46: εἰ δ εθέλεις καὶ ταὺτα δαήμεναι υποστικτεον εἰς τὸ ἐθέλεις, ἵνα τὸ δαήμεναι ἀντι προστακτικοῦ τὸ δάηθι ⁑

Comments on 6.150


msA 6.47: ὄφρ’ ἔν εἰδῇς Ἀρίσταρχος πεσπᾶ εἰδεῖ καὶ ουτ ἐπεκράτησεν ἡ προσωδ ἢν γὰρ καὶ λόγον ἔχουσα ⁑

Comments on 6.150


msA 6.48: ἔστι π Ἐφύρη οτι Ἐφύρην την Κόρινθον εξ ηρωϊκου προσώπου εἶπεν ἔστι δὲ καὶ της Θεσπρωτείας Ἐφύρα π . Ἄργος δὲ ἱπποβοτ την Πελοπόννησσον καλεῖ την δὲ Θετταλίαν Ἄργος Πελασγικόν ⁑

Comments on 6.152


msA 6.49: ‡ ἔνθα δὲ Σίσυφος ἔσκεν Διὸς την Ἀσωπου θυγατέρα Αἴγιναν ἀπο Φλιουντος εἰς Υιῶνην δια της Κορίνθου μεταβιβάσαντος: Σισυφος ζητοῦντι τῷ Ἀσαπῷ την ἁρπαγην ἐπιδεικνυει τέχνῃ καὶ δια τοῦτο. ἐπεσπάσατο εἰς ὀργην καθ εαυτου τον Δίά ἐπιπέμπει οὖν αὐτῳ τον θάντον : ὁ δὲ Σίσυφος αἰσθόμενος την ἔφοδον, δεσμοῖς καρτεροῖς ἀποδεσμεῖ τον θάνατον. τοῦτο οὖν συνεβαινεν οὐδένα των ανων ἀποθννήσκεν ἕῳ ἂν ἀυτον ἄιδης τῳ θανάτω παρέδωκες τον θάνατον του δεσμου ἀπέλισεν. πριν εῖ δὲ απο θανεῖν τον Σίσυφον . ἐντελλεται τῇ γυναικὶ Μερόπῃ τὰ νενομίσμ αὐτον πεμπεν εἰς Άδου . καὶ μετα χρόνον οὐκ ἀποδιδούσης τῷ Σισυφῳ της γυναικος, ὁ Αἵδης πυθόμενος μεθίστησιν αὐτον ὡς τῇ γυναικὶ πεμψόμενον: ὁ δὲ εἰς Κόρινθον ἀφικόμενος οὐκέτι ὀπίσω αγει ἠ γηραιον αὐτον ἀποθανόντα κυλίνδην ἡναγκασεν εἰς Αἵδου λίθον προς τῷ μὴ πάλιν ἀποδράναι. ἡ ϊστορία παρα Φερεκύδει ⁑

Comments on 6.153


msA 6.51: κέρδιστος συνετώτατος ἐντρεχέστατος. οὐ γὰρ ἂν τον προγονον αυτου πανουργότατον ἔλεγεν ⁑

Comments on 6.153


msA 6.52: ἔστι π τὸ ἐστι, ἐπι της πρώτης συλλαβης ἔχει τὴν ὀξεῖαν ὅταν ἄρχηται. ἔστι δε τίς προπάροιθε πόλιος. καὶ ὅταν ὑποτασσηται τῇ ου ἀποφασει ὡς οὐκ έσθ’ ὅδε μῦθος. εἰ μέντοι γε μὲ εἴη τὸ τοιοῦτο, οὐκ έτι ἐπι της πρώτης συλλαβης ἔχει την ὀξεῖαν οἷον ὃ δὴ τετελεσμενον εστί ⁑

Comments on 6.152


Scholia group: msAint

msAint 6.170: o ου καθολου τὴν ἀχλὺν ἀφηρέθ πρὸς τῆς θ ⁑

Comments on 6.128


Scholia group: msAil

msAil 6.285: συναπτέον όλοντον στιχον

Comments on 6.128


previousnext
msA 82vmsA 83v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1