Venetus A (Marciana 454 = 822), folio 83, verso

previousnext
msA 83rmsA 84r

Iliad text (26 lines)


Iliad 6.154: Σίσυφος Αἰολίδης : ὁ δ’ ἄρα Γλαῦκον τέκεθ’ υἱόν:

Commented on by msA 6.53, msAil 6.A7


Iliad 6.155: αὐτὰρ Γλαῦκος ἔτικτεν ἀμύμονα Βελλεροφόντην :

Commented on by msA 6.54, msAim 6.225


Iliad 6.156: τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν


Iliad 6.157: ὤπασαν: αὐτὰρ οἱ Προῖτος κακ`’ ἐμήσατο θυμῷ.

Commented on by msAim 6.226


Iliad 6.158: ὅς ῥ’ ἐκ δήμου ἔλασσεν: ἐπεὶ πολὺ φέρτερος ῆεν

Commented on by msAint 6.171, msAil 6.286


Iliad 6.159: Ἀργείων : Ζεὺς γάρ μιν ὑπο σκήπτρῳ ἐδάμασσε:

Commented on by msAil 6.287, msAim 6.227


Iliad 6.160: τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖ’ Ἄντεια

Commented on by msA 6.55, msA 6.56, msA 6.57, msAil 6.A8


Iliad 6.161: κρυπταδίῃ φιλότητι μιγήμεναι: ἀλλα τὸν οὔ τι


Iliad 6.162: πεῖθ’ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην :


Iliad 6.163: ἡ δὲ ψευσαμένη, Προῖτον βασιλῆα προσήυδα:


Iliad 6.164: τεθναίης ὦ Προῖτ’ , ἢ κάκτανε Βελλεροφόντην :


Iliad 6.165: ὅς μ’ έθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ:

Commented on by msAil 6.A9


Iliad 6.166: ὡς φᾶτο , τὸν δὲ ἄνακτα χόλος λάβεν. οἷον ἄκουσε:


Iliad 6.167: κτεῖναι μέν ῥ’ ἀλέεινε: σεβάσσατο γὰρ τό γε θυμῷ:


Iliad 6.168: πέμπε δέ μιν Λυκίην δὲ: πόρεν δ’ ὅ γε σήματα λυγρὰ:


Iliad 6.169: γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά:

Commented on by msA 6.58


Iliad 6.170: δεῖξαι δ’ ἠνώγειν̈ ὧ πενθερῷ ὄφρ’ ἀπόλοιτο:

Commented on by msAint 6.172, msA 6.59


Iliad 6.171: αὐτὰρ ὃ βῆ Λυκίην δὲ. θεῶν ὑπ’ ἀμύμονι πομπῇ:

Commented on by msA 6.60


Iliad 6.172: ἀλλ’ ὅτε δὴ Λυκίην ΐξε, Ξάνθόν τε ῥέοντα:


Iliad 6.173: προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης:


Iliad 6.174: ἐννῆμαρ ξείνισσε: καὶ ἐννέα βοῦς ἱ̈έρευσεν:

Commented on by msAint 6.173, msA 6.61, msAim 6.228


Iliad 6.175: ἀλλ’ ὅτε δὴ δεκάτη φάνη ῥοδοδάκτυλος Ἠὼς .


Iliad 6.176: καὶ τότε μιν ἐρέεινε. καὶ ᾔτεε σῆμα ἰ̈δέσθαι

Commented on by msA 6.62


Iliad 6.177: ὅττι ῥά οι γαμβροῖο παρὰ Προίτοιο φέροιτο:


Iliad 6.178: αὐτὰρ ἐπειδὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ.

Commented on by msA 6.63


Iliad 6.179: πρῶτον μέν ῥα Χί̆μαιραν ἀμαιμακέτην ἐκέλευσε


Other texts (17 passages)


Scholia group: msA

msA 6.53: ‡ Σίσυφος ἡ διπλῆ προς την επανάληψιν του ὀνόματος καὶ οτι ἐν Ἰλιαδ συνεχῶς ταῖς ἐπαναλήψεσι κέχρηται. ἐν δὲ Οδ ἅπαξ κατ αρχὰς Αῖθιωπ τοι διχθ ⁑

Comments on 6.154


msA 6.54: αὐτὰρ Γλαῦκος ἔτικτον ἀμύμονα Βελλεροφοντ οὗτος πρότερον ἐκαλεῖτο Ἱππόνους : ἀνελών δὲ Βέλλερον τον Κορινθίων δυνάστην. Βελλεροφόντης ἐκλήθη ἦν δὲ φύσει μεν παῖς Ποσειδῶνος ἐπίκλησιν δὲ Γλαύκου : λαβ δὲ παρα Ποσειδῶνος τον Μεδουσης της Γοργόνος Πήγασον πτερωτον ἵππον δια γὰρ τοῦτο ἔσχε καὶ την προσηγορίαν οτι ἐκπεπηδηκει ἐκ της Γοργῶνος τραχήλου τούτῳ ἐπι ἐλεσίνων θρεψάσῃ Κορίνθῳ : δράσας δὲ ἐμφύλιον φόνον: Βέλλερον γάρ τινα ὡς ἔφην τῶν πολιτῶν ἀποκτείνας. φεύγει εἰς Ἄργος . τυχὼν δὲ παρα Προίτου καθαρσίων του βασιλέως μετ αυτου διέτριβεν: Ἄντεια δὲ ἡ Προιτου γυνη ἐρασθεῖσα του Βελλεροφοντ ἑδέετο ὅπως αὐτῆ συνευνασθῆ: ὁ δε δεξιούμενος τὸ όσιον ἀντέλεγεν ἡ δὲ Ἄντεια δεισασα μη τῷ Προίτῷ προβαλων εξείποι τοὺς αὐτης ἐρωτας. ἔφθασεν τὸν Βελλεροφόντην κατείπασα ὡς ἄρα εἴη βεβιασμ : ὁ δὲ Προῖτος αὐτόχειρ μὲν οὐκ ηβουληθ τον Βελλεροφοντην ἀποκτεῖναι: πέμπει δὲ αυτον προς τὸν πενθρον Ϊοβατην . ἀδοκήτως κατ αυτου κομίζ τὰ γράμματα ὁ δὲ πολὺς αὐτον ἐγγυμνάσας ἄθλοις ὡς οὐχ εῶρα φθειόμενον ὑπετόπησε την κατ αυτου στρατηγθεῖσαν δεινην καταβολην. τοσοῦτον γὰρ κακῶν οχλον τῇ δυνάμει κατηγωνήσατο: ἔδωκε δὲ αὐτῷ προς γαμον την ἰδίαν θυγατέρα πασάνδραν καὶ της βασιλειας μοῖραν τινὰ λέγεται δὲ αὐτον ἐπαρθέντα ἐφ οἷς ἔπραξε θελῆσαι μετα του Πηγασου τον οὐνον κατοπτευσαι τὰ γὰρ νῶτα ὡς ἐφαμεν πτερωτὰ εἶχεν. ὁ ἵππος. τὸν δὲ Δία μηνίσαντα οἶστρον ἐμβαλεῖν τῷ Πηγάσῳ ὥστε ἐκπεσεῖν μὲν τον Βελλεροφόντην καὶ κατενεχθῆναι εἰς τὸ της Λυκιας πεδίον τὸ ἀπ αυτου καλούμενον ἀλήϊον πεδίον ἀλᾶσθαι δὲ κατα τοῦτο πηρωθέντα δὲ τον ἵππον λαβεῖν την Ηῶ δεηθεῖσαν τοῦ Διὸς δῶρον προς τὸ ἀκόπως πεἱέναι τας του κόσμου περίοδους. ἡ δὲ ἱστορι π Ἀσκληπιαδ ἐν Τραγῳδουμένους ⁑

Comments on 6.155


msA 6.55: τῷ δε γυνὴ Προίτου ἐπεμείνατο δι Άντεια ⁑

Comments on 6.160


msA 6.56: ἡ διπλῆ οτι Ὅμρ Ἄντειαν : οἱ δὲ νεώτεροι Σθενέβοιαν , καὶ οι ἀκαίρως τὸ δῖα μάχεται γὰρ ἡ μάχλος ⁑

Comments on 6.160


msA 6.57: δι Άντεια προπερισπαστέον το δῖα καὶ τὸ Ἄντεια προενεκτέον ὡς κρατεια: ἔνιοι δὲ υπονοήσαντες ἀτόπως ἔχειν τὸ δῖα κατα κόσμον ποιητικον προσερριπται ὼς καὶ ἐπι του δια Κλυταιμνήστρη ⁑

Comments on 6.160


msA 6.58: γράψας ἐν πίνακι πυκτῷ οτι ἔμφασις ἐστι τοῖς τῆς λέξεως γράμμασι χρῆσθαι οὐ δεῖ δὲ τουτ δέξασθαι. ἀλλ έστι γράψαι τὸ ξεσαί, οἷον οὖν ἐγχαράξας εἴδωλα δι ὧν ἔδει γνῶναι τὸν πενθερὸν τοῦ Προίτου ⁑

Comments on 6.169


msA 6.59: δείξαι δ’ ἠνώγειν οὕτως σὺν τῷ ν ἠνώγειν Ἀρίσταρχος ἠνώγεεν γὰρ ⁑

Comments on 6.170


msA 6.60: ὑπ αμύμονι πομπῇ ὁ Ϊξίων ἐν τῷ πρώτῳ τῷ προς τας ἐξηγήσεις προφέρεται μετ αμύμονι ⁑

Comments on 6.171


msA 6.61: ἐννἠμαρ ἡ διπλῆ οτι ἐπίφορός ἐστι προς τον ἔννεα ἀριμον ⁑

Comments on 6.174


msA 6.62: καὶ τότε μιν ἐρέεινε οτι ἔθος ἦν παρα τοῖς παλαιοῖς ξενίξειν πρότερον εῖτα πυνθάνεσθαι τίνος ἕνεκεν παραγεγόνασιν οἱ ξένοι ⁑

Comments on 6.176


msA 6.63: αὐτὰρ ἐπειδὴ σῆμα κακον οτι σημεῖα λεγ οὐ γράμματα εἴδωλα ἄρα ἐνέγραψεν ⁑

Comments on 6.178


Scholia group: msAint

msAint 6.171: τὸ πολὺ φέρτατος καὶ τα ἑξης ἐπι τοῦ Προιτ πδεκτεον ⁑

Comments on 6.158


msAint 6.172: ὅτι τουτον οἱ νεώτεροι Ϊωβατ φασιν ⁑

Comments on 6.170


msAint 6.173: τὸ ἐπιφερόμενον οτι προς τον εννεα αριθμόν ⁑

Comments on 6.174


Scholia group: msAil

msAil 6.286: ατος

Comments on 6.158


msAil 6.A7: ο

Comments on 6.154


msAil 6.A8: α

Comments on 6.160


previousnext
msA 83rmsA 84r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1