Venetus A (Marciana 454 = 822), folio 84, verso
previous | next |
---|---|
msA 84r | msA 85r |
Iliad text (25 lines)
Iliad 6.205: τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα:
Commented on by msAim 6.231
Iliad 6.206: Ἱππόλοχος δέ μ’ ἔτικτε: καὶ ἐκ τοῦ φημὶ γενέσθαι.
Iliad 6.207: πέμπε δέ μ’ ἐς Τροίην : καί μοι μάλα πολλ`’ ἐπέτελλεν
Iliad 6.208: αἰὲν ἀριστεύειν. καὶ ὑπείροχον ἔμμεναι ἄλλων.
Iliad 6.209: μὴδὲ γένος πατέρων αἰσχυνέμεν: οἳ μέγ’ ἄριστοι
Iliad 6.210: ἔν τ’ Ἐφύρῃ ἐγένοντο: καὶ ἐν Λυκίῃ εὐρείῃ:
Commented on by msA 6.72
Iliad 6.211: ταύτης τοι γενεῆς τὲ καὶ αἵματος εὔχομαι εἶναι:
Commented on by msA 6.74
Iliad 6.212: ὡς φάτο: γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης :
Iliad 6.213: ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ.
Commented on by msA 6.75
Iliad 6.214: αὐτὰρ ὃ μειλιχίοισι προσήυδα ποιμένα λαῶν:
Iliad 6.215: ῆ ῥά νύ̆ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός:
Iliad 6.216: Οἰνεύς γάρ ποτε δῖος. ἀμύμονα Βελλεροφόντην
Iliad 6.217: ξείνισεν ἐν μεγάροισιν, ἐείκοσιν, ἤματ’ ἐρύξας:
Commented on by msAim 6.232
Iliad 6.218: οἱ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά:
Commented on by msAint 6.177
Iliad 6.219: Οἰνεὺς μὲν, ζωστῆρα δίδου. φοίνικι φαεινὸν.
Iliad 6.220: Βελλεροφόντης δὲ, χρύσεον δέπας, ἀμφικύπελλον.
Iliad 6.221: καί μιν ἐγὼ κατέλειπον ἰ̈ὼν. ἐν δώμας’ ἐμοῖσι:
Commented on by msAint 6.178, msAil 6.A10
Iliad 6.222: Τυδέα δ’ οὐ μέμνημαι. ἐπεί μ’ ἔτι τυτθὸν ἐόντα
Iliad 6.223: κάλλιφ’ ὅτ’ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν :
Commented on by msAil 6.A11
Iliad 6.224: τῶ νῦν: σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ
Iliad 6.225: εἰμὶ, σὺ δ’ ἐν, Λυκίῃ , ὅτε κεν τῶν δῆμον ἵ̈κωμαι:
Iliad 6.226: ἔγχεα δ’ ἀλλήλων ἀλεώμεθα καὶ δι’ ὁμίλου.
Commented on by msAint 6.179, msA 6.76, msAil 6.A12, msAim 6.233
Iliad 6.227: πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τ’ ἐπίκουροι
Iliad 6.228: κτείνειν, ὅν κε θεός γε πόρῃ. καὶ ποσσὶ κιχείω,
Iliad 6.229: πολλοὶ δ’ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι:
Commented on by msA 6.77
Other texts (14 passages)
Scholia group: msA
msA 6.72: ‡ ἔντ’ ἐφύρῃ ἐγένοντ οτι οἱ μὲν ἥρωες Ἐφύραν παράγονται λέγοντες: αὐτὸς δὲ Κόρινθ λέγει τὴν π ⁑
Comments on 6.210
msA 6.73: Οἰνεὺς μὲν σημειοῦνται τινὲς οτι πρὸς τὸ πρῶτον ἀπήντηκεν ⁑
Comments on 6.198
msA 6.74: ταύτης τοι γενεῆς καὶ αἵματος σπέρματος, τὸ γὰρ αἷμα εἰς θορὸν μεταβάλλεται: οἱ γοῦν συνεχῶς ἀφροδιάζοντες τὸ τελευταῖον, αἷμα φέρουσιν: τὸ γὰρ μεταβαλλόμενον ἀναλώσαντες, τὸ ἀμετάβλητον ἐξέλκουσιν ⁑
Comments on 6.211
msA 6.75: κατέπηξεν γραφικῶς ἔχει καὶ τοῦτο ἵνα δὲ μὴκετί πόλεμος εἶναι δοκῇ, κατα πήγνυσι τὸ ἔγχος ὁ Διομήδης ⁑
Comments on 6.213
msA 6.76: ‡ ἔγχεσι δ’ ὰλλήλων ἀλεώμεθα στικτέον κατα τὸ τελος τοῦ στίχου. ἀμφιβ δὲ τὸ λεγόμενον. ἤτοι γὰρ ἀλλήλων παρακελεύεται φείσασθαι τόν τε Διομηδ καὶ τον Γλαῦκον : καὶ πάλιν ἀλλήλων τὰ πλήθη τοὺς Λυκίους καὶ τοὺς Ἀργείους : ἵν’ ὥσπερ σπονδὰς ἔχωσιν οὗτοι οἱ βασιλεῖς καὶ τὰ πλήθη: ἠ καὶ ἐναλλὰξ: καὶ οἱ βασιλεῖς των πληθῶν καὶ τα πλήθη τῶν βασιλέων: ὡς δὲ συντομώτερον εἰπεῖν, πάντες πάντων: Διὸμήδης Γλαῦκος . Ἀργεῖοι Λύκιοι : μειοῦνται γὰρ αἱ τῆς φιλίας συνθῆκαι εἰ μόνοι οἱ βασιλεῖς ἀλλήλων ἀφέξονται ⁑
Comments on 6.226
msA 6.77: ‡ ὄν κε δύνηαι ὡς λέγηαι καὶ φέρηαι οὐδέ κεν κακὸν οἶτον ὄληαι: τυραννίων δὲ προπερισπᾶ καὶ δῆλον ὅτι καὶ τὸ πρῶτον αὐτοῦ πρόσωπον δώσει δυνῶμαι ὡς νικῶμαι: ἀλλ’ εἰ ἅπαξ ἐστι τὸ ὁριστικον κατα χρῆσιν δύναμαι δυνασαι καὶ ὁμολογεῖται ἀπο τῶν εἰς μι , ὁμοτονήσει τούτοις καὶ τὰ ὑποτακτικά. οὕτως καὶ Ἀρίσταρχος και οἱ ἄλλοι ⁑
Comments on 6.229
Scholia group: msAint
msAint 6.177: οτι περιττος ὁ καὶ συνδεσμ ⁑
Comments on 6.218
msAint 6.178: τὸ δέπας
Comments on 6.221
msAint 6.179: αντι του φειδώμεθα ⁑
Comments on 6.226
Scholia group: msAim
msAim 6.231: ἀποκοπ τοῦ ἔκτάν ἐπι προμαχ
Comments on 6.205
msAim 6.233: οὐτ ἀλλήλων Ζηνοδοτειος δέ ες ἡ ἀλλήλους ⁑
Comments on 6.226
msAim 6.234: οἱον οὐκ επρίγει προς αλλήλους ἡμ ἀμφοτέρος μάχεσθαι ⁑
Comments on 6.227-6.229
Scholia group: msAil
msAil 6.A10: ι
Comments on 6.221
msAil 6.A11: πε
Comments on 6.223
previous | next |
---|---|
msA 84r | msA 85r |