Venetus A (Marciana 454 = 822), folio 85, recto
previous | next |
---|---|
msA 84v | msA 85v |
Iliad text (25 lines)
Iliad 6.230: τεύχεα δ’ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἷδε
Iliad 6.231: γνῶσιν, ὅτι ξεῖνοι. πατρώϊοι εὐχόμεθ’ εἶναι:
Iliad 6.232: ὡς ἄρα φωνήσαντε. καθ ἵππων ἀΐξαντε
Iliad 6.233: χεῖράς τ’ ἀλλήλων λαβέτην. καὶ πιστώσαντο:
Iliad 6.234: ἔνθ’ αῦτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεὺς .
Iliad 6.235: ὃς προς Τυδειδην Διομήδεα τεύχε’ ἄμειβε
Iliad 6.236: χρύσεα χαλκείων, ἑκατόμβοι’ ἐννεαβοίων:
Commented on by msA 6.78, msA 6.79, msAil 6.A13
Iliad 6.237: Ἕκτωρ δ’ ὡς Σκαιάς τε πύλας καὶ πύργον ἵκανεν.
Commented on by msAint 6.180, msA 6.80, msAil 6.289, msAil 6.290
Iliad 6.238: ἀμφ’ άρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες
Iliad 6.239: εἰρόμεναι παῖδάς τε: κασιγνήτους τὲ: ἔτας τε
Iliad 6.240: καὶ πόσιας, ὁ δ`’ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει
Iliad 6.241: πάσας ἐξείης: πολλῇσι δὲ, κήδε’ ἐφῆπτο:
Commented on by msA 6.83, msAil 6.A14
Iliad 6.242: Ἀλλ’ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέ’ ΐκανε
Commented on by msA 6.84
Iliad 6.243: ξεστῇς αἰθούσσῃσε τετυγμένον: αὐτὰρ ἐν αὐτῷ
Commented on by msA 6.87
Iliad 6.244: πεντήκοντ’ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο
Iliad 6.245: πλησίον ἀλλήλων δεδμημένοι: ἔνθα δὲ παῖδες
Iliad 6.246: κοιμῶντο Πριάμοιο , παρὰ μνηστῇς ἀλόχοισι:
Commented on by msAext 6.296, msAim 6.235
Iliad 6.247: κουράων δ’ ἑτέρωθεν. ἐναντίοι, ἔνδοθεν αὐλῆς.
Iliad 6.248: δώδεκ’ έσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο
Commented on by msAint 6.181, msA 6.88, msAim 6.236, msAim 6.237
Iliad 6.249: πλησίον ἀλλήλων δεδμημένοι: ἔνθα δὲ γαμβροὶ
Iliad 6.250: κοιμῶντο Πριάμοιο , παρ’ αἰδοίῃς ἀλόχοισιν:
Iliad 6.251: ἔνθά οἱ, ἡπιόδωρος ἐναντίη ἤλυθε μήτηρ
Commented on by msA 6.89
Iliad 6.252: Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην:
Commented on by msAim 6.238
Iliad 6.253: ἔν τ’ ἄρα οἱ φῦ χειρὶ. ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε:
Iliad 6.254: τέκνον: τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας:
Other texts (20 passages)
Scholia group: msA
msA 6.79: ‡ ἐννεαβοίων ἐννεά βοῶν, κεκώλυται δὲ ὑπο του μέτρου εἰπεῖν δέκαβοιων ⁑
Comments on 6.236
msA 6.80: Σκαιάς τε οτι τὰς Σκαιὰς ὀνοματικῶς Δαρδανίας λέγει ⁑
Comments on 6.237
msA 6.81: εἰρόμεναι προς τὸ σχῆμα ἀντι τοῦ περὶ παίδων καὶ κασιγνήτων ἐρωτῶσαι ⁑
Comments on 6.239
msA 6.82: ἔτας τε ὁ Ἀσκαλωνίτης ψηλοῖ ἐφ οῦ ἂν τάσσηται φησὶ σημαινόμενου: πολλὰ γὰρ ἡ λέξις σημαίνει: εἰ δὲ καὶ επι των ἑτέρων φησὶ πάλιν ψιλωτέον ἐπεὶ συγκοπῆ ἐγένετο ὡς ἀπο του ἤλατο ἆλτο πιθανώτερον δέ ἐστι φησὶν ἐνθάδε ἀκούειν ἐπι των συγγενων Ἀλεξίων δὲ δασύνει. ὁ δὲ Ἀρίσταρχος οὐδὲν ἄντικρυς περι του πνς ἀπεφήνατο: ἡμῖν δὲ δοκεῖ ἀφορμῆ ἐκείνη χρήσασθαι εἰ ἄδηλον ἐστι, τὸ πνεῦμα. τα δὲ τοιαῦτα πολλάκις ἐκ συναλιφῶν κρίνεται: εὑρεθ δὲ δια ψιλου ἡ συναλιφῆ οὐδέποτε δὲ δια δασέος δῆλον οτι δια τοῦτο συγκαταθετέον τῷ Ἀσκαλωνίτῃ ψιλοῦντι: παρα γουν Αἰσχύλῳ οὕτως εὕρομεν οὔτε δῆμος οὐτε τίς ἀνήρ καὶ παρ Ευριπιδ τὸ πὸλει μὲν ἄρχων φωτὶ δ’ οὐκ έτι πρέπων ⁑
Comments on 6.239
msA 6.83: πάσας ἑξείης οτι ἔν τισι γράφεται πᾶσι μάλ’ εξείης, κατα τὸ ἑξῆς λεγων τοῖς θεοῖς εὔχεσθαι, ἀλλα μὴ κατα τὸ τυχόν ⁑
Comments on 6.241
msA 6.84: ἀλλ ὅτε δὴ Πριάμοιο δόμον τὸ ἑξῆς ἀλλ ὅτε δῆ Πριάμοιο ἐνθά οἱ ηπιόδωρος τὰ δὲ λοιπᾶ ὡς δια μεσου λεγόμ διορθοτέον ⁑
Comments on 6.242
msA 6.85: πεντηκοντ’ ένεσαν θαλάμῳ ⁑
Comments on 6.244
msA 6.86: ἔνεσαν ὡς έλεξαν οὕτως καὶ Ἀρίσταρχος : ἀληθὲς γὰρ ἐσιν ὡς πᾶς παρῳχημενος δισύλλαβος παθῶν κατατ την ἀρχὴν καὶ βραχεῖαν ἀναδεξάμενος ἀναδίδωσι τὸν τονον κατεῖχε κάτεχε. οὕτως οὖν ἀνέγνωμεν ήμενον εἰσεῖδε προπερισπωμένως τὸ δὲ ἕτέρον τὰ φρονέων μνηστῆρσι μεθήμενος εἴσιδ’ Ἀθήνην προπαροξυτ ⁑
Comments on 6.244
msA 6.87: αἰθούσσῃσι στοαῖς ταῖς καταλαμπομέναις ὑπο του ηλιου ἠ αίθουσαι αἷς το δια τὸ αἵθεσθαι ἐν αυταῖς φῶς τοῦ χειμῶνος ἢ δια την του ἡλίου βολήν ⁑
Comments on 6.243
msA 6.88: δώδεκ’ ἔσαν τέγεοι θάλαμοι ὅτι ὑπερῷοι ἦσαν δι’ ὃ τέγεοι ἵνα μὴ διοδευθνται: ἐπι μελῶς δὲ Ὅμηρος καὶ δια τῆς καὶ δια τῆς τοὺς γυναικείους θαλάμους ὑπερῴους συνίστησιν:
Comments on 6.248
msA 6.89: ἠπιόδωρος δῶρον παρὰ της φύσεως ἔχουσα τὸ εἶναι. ἠπία οτι κλαθμυριζομένοις τοῖς παισὶ τὸν μαζὸν προτείνει ⁑
Comments on 6.251
Scholia group: msAint
msAint 6.180: οτι τὰς Σκαιὰς ὀνοματικῶς Δαρδανιας λέγει ⁑
Comments on 6.237
msAint 6.181: ουτ Ἀρίσταρχος παρ αιδοίῃσ’ ⁑
Comments on 6.248
Scholia group: msAim
msAim 6.236: τέγεοι ὡς τέλεοι τεγος γὰρ ὡς τέγος καὶ τέγειος ὡς τέλειος ⁑
Comments on 6.248
msAim 6.237: ἐν ἄλλω παρα μντης ἀλόχοισι ⁑
Comments on 6.248
msAim 6.238: οτι προς Λαοδίκην πορευομε εἰς Ἀγαμέμνονα ⁑
Comments on 6.252
Scholia group: msAil
msAil 6.289: αντι ότε
Comments on 6.237
msAil 6.290: καὶ φῆγον
Comments on 6.237
Scholia group: msAext
msAext 6.296: σίοι
Comments on 6.246
Scholia group: msAil
msAil 6.A14: α
Comments on 6.241
previous | next |
---|---|
msA 84v | msA 85v |