Venetus A (Marciana 454 = 822), folio 85, verso
previous | next |
---|---|
msA 85r | msA 86r |
Iliad text (25 lines)
Iliad 6.255: ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν
Commented on by msA 6.90
Iliad 6.256: μαρνάμενοι περι άστυ, σὲ δ`’ ἐνθάδε θυμὸς ἀν ἧκεν
Iliad 6.257: ἐλθόντ’, ἐξ ἄκρης πόλιος Διῒ χεῖρας ἀνασχεῖν:
Commented on by msAil 6.A15, msAim 6.239
Iliad 6.258: ἀλλὰ μέν’ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω.
Commented on by msAil 6.A16
Iliad 6.259: ὡς σπείσῃς Διῒ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
Iliad 6.260: πρῶτον. ἔπειτα δέ κ’ αὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα:
Commented on by msAint 6.182, msA 6.91, msAim 6.240
Iliad 6.261: ἀνδρὶ δὲ κεκμηῶτι μένος. μέγα οἶνος ἀέξει:
Commented on by msA 6.92
Iliad 6.262: ὡς τύ̄νη κέκμηκας ἀμύνων σοῖσιν έτῃσι:
Commented on by msAim 6.241
Iliad 6.263: τὴν δ`’ ἠμείβετ’ ἔπειτα μέγας κορυθαιόλος Ἕκτωρ :
Iliad 6.264: μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ
Commented on by msAim 6.242
Iliad 6.265: μή μ’ ἀπογυιώσῃς, μένεος ἀλκῆς τε λάθωμαι:
Commented on by msA 6.93
Iliad 6.266: χερσὶ δ’ ἀνίπτοισιν Διῒ λείβειν αἴθοπα οἶνον
Commented on by msAint 6.183, msAim 6.243
Iliad 6.267: ἅζομαι: οὐδέ πῃ ἐστὶ κελαινεφέϊ Κρονίωνι
Iliad 6.268: αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι:
Commented on by msA 6.94
Iliad 6.269: ἀλλὰ σύ γε προς νηὸν Ἀθηναίης ἀγελείης
Iliad 6.270: ἔρχεο συν θυέεσσιν, ἀολλίσασα γεραιάς:
Commented on by msAint 6.184
Iliad 6.271: πέπλον δ`’ ὅστίς τοι χαριέστατος ἠδὲ μέγιστος
Iliad 6.272: ἐστὶν ἐνι μεγάρῳ: καί τοι πολὺ φίλτατος αὐτῇ.
Iliad 6.273: τὸν θὲς Ἀθηναίης ἐπι γούνασιν ἠϋκόμοιο.
Commented on by msAim 6.244
Iliad 6.274: καί οἱ, ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνι νηῷ
Iliad 6.275: ήνῑς ἠκέστας ἱ̈ερευσέμεν, αἴ κ’ ἐλεήσῃ
Iliad 6.276: ἄστύ τε, καὶ Τρώων ἀλόχους. καὶ νήπια τέκνα.
Iliad 6.277: αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰ̈λίου ϊρῆς
Commented on by msAim 6.245
Iliad 6.278: ἄγριον: αἰχμητὴν: κρατερὸν μήστωρα φόβοιο:
Commented on by msAim 6.246
Iliad 6.279: ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
Other texts (16 passages)
Scholia group: msA
msA 6.90: ‡ δυσώνυμοι οὐ δὲ γὰρ ὄνομα αὐτων ὀνομάζειν θέλει. καὶ ἡ Πνελόπη κακοΐλιον οὐκ ὀνομαστήν ⁑
Comments on 6.255
msA 6.91: πρῶτον ἔπειτα δέ κ’ αυτος τοῦτο διχῶς ἀναγινώσκεται. ὅσοι γὰρ ἡγοῦνται ἐγκεῖσθαι τὸν καὶ ἐγκλιτικὸν. ῥωννύουσι του δὲ την ὀξεῖαν ὡς καὶ Ἀσκαλωνιτης . οὕτως γὰρ καὶ τὸ ἐν τῇ ἀναγινώσκει ἤτοι μέντοι τόδε κ αυτὸς ὀΐεαι. ὅσοι δὲ τὸν καὶ κατα κρᾶσιν καὶ ἔκθλιψιν καὶ αὐτὸς κ’ αυτὸς ἐγκλίνουσι τὸν δὲ ⁑
Comments on 6.260
msA 6.92: μένος ἡ προθυμία παρα τὸ μένω ῥῆμα ὃ δηλοῖ τὸ προθυμοῦμαι, ὅθεν παρακείμενος μέμακα μετοχὴ μεμακώς ἐνδεία τοῦ κ μεμαώς. μεμαὼς π ἐξαλαπάξαι: μέσος παρακείμενος μέμονα καὶ ὡς φθείρω φθαρτὸς. οὕτως μένω ματὸς. καὶ αὐτόμαος ἐν συνθέσει ⁑
Comments on 6.261
msA 6.93: ‡ μή μ’ ἀπογυῴσης ἡ διπλῆ προς τὸ δοκοῦν μάχεσθαι. ἡ γὰρ Ἑκάβη λέγει μενος μέγα οἶνος ἀέξει. ὁ δὲ Εκτωρ μή μ’ ἀπογυιώσης μενέος. ἐστι δὲ διαφορα τὰ λέγοντα πρόσωπα: καὶ ἑκάτερον προς τί ἔχοντα εἴρηται ⁑
Comments on 6.265
msA 6.94: εὐχετάασθαι Ἀρισταρχος τὸ δευτερον ἄλφα συστέλλει καὶ ὁ Ἀσκαλωνιτης . ἄλλοι δὲ εκτείνουσιν οὐχ ὑγειῶς. ὅσα γὰρ εἰς θαι λήγει ἀπαρέμφατα μὴ κατ’ Αἰολίδα διάλεκτον τρίτην ἀπο τέλ ἐχοντα τὴν ὀξεῖαν: φιλεῖ προ τέλους βραχύνεσθαι: λέγεσθαι τίθεσθαι ἵστασθαι κίχρασθαι πίμπρασθαι: ὅσα δὲ προ τέλους ἔχει φύσει μακρὰν προπερισπᾶσθαι θέλει νικὰσθαι φιλεισθαι τα γὰρ τοιαῦτα δίζησθαι φιλησθαι ὑποφαίνει Αἰολικὸν χαρακτῆρα ὅθεν οἱ ἀξιοῦντες ἐκτείν τὸ δεύτερον α ἐν τῷ εὐχετάασθαι πάντως καὶ προπερισπῶσιν εἰδε: δεδώκασι τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν, δώσουσι καὶ την παραλήγουσαν βραχυνομενην: οὕτως οὖν πάντα τὰ τοιαύτα ἀναγνωστέο ν ἀλλ ἤτοι σε γυναικας ἐγὼ δεδάασθαι ἄνωγα ἐν μεγάροισι δ’ ἕκητι σέθεν κακὰ μηχανάασθαι: ἄλλοτε μέν σε καὶ αιτιάασθαι ἄνωγα: καὶ ἐδριάασθαι ἄνωγα. καὶ ἐδριάασθαι ἄνωγον μήτε μνάασθαι ἄκοιτιν ⁑
Comments on 6.268
Scholia group: msAint
msAint 6.182: ὅτι τὸ πληρες εστι καὶ αὐτος Ομηρικὸν δὲ τὸ τον κ’ περιτττὸν εῖναι ⁑
Comments on 6.260
msAint 6.183: οτι Ζηνοδ γραφεται ανίπτησιν οῦκ έστι δὲ ἡ ευθ ἀνίπτῃ⁑
Comments on 6.266
Scholia group: msAim
msAim 6.239: οτι διαλελυμένως ἄκρην π εῖπε την ακροπολιν ⁑
Comments on 6.257
msAim 6.240: τὸ καυτὸς διχῶς καὶ βαρεως καὶ ὀξεως⁑
Comments on 6.260
msAim 6.241: οτι ἄκρον Δώριον τὸ τύνη ⁑
Comments on 6.262
msAim 6.242: αντι του πρόσφερε δίδου ⁑
Comments on 6.264
msAim 6.243: ουτως Ἀρισταρχος ὁ δὲ Ηρωδιανος δια τοῦ η ἀνίπτησιν
Comments on 6.266
msAim 6.245: οτι θηλυκῶς τὴν Ἴλιον
Comments on 6.277
msAim 6.246: οτι πάλιν φόβον την φυγήν.
Comments on 6.278
Scholia group: msAil
msAil 6.A15: α
Comments on 6.257
msAil 6.A16: ε
Comments on 6.258
previous | next |
---|---|
msA 85r | msA 86r |