Venetus A (Marciana 454 = 822), folio 86, recto
previous | next |
---|---|
msA 85v | msA 86v |
Iliad text (26 lines)
Iliad 6.280: ἔρχευ: ἐγὼ δὲ Πάριν μετελεύσομαι: ὄφρα καλέσσω:
Iliad 6.281: αἴ κ’ ἐθέλῃς’ εἰπόντος ἀκουέμεν: ὡς κέ οἱ, αὖθι
Iliad 6.282: γαῖα χάνοι: μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα
Commented on by msA 6.95
Iliad 6.283: Τρωσί τε. καὶ Πριάμῳ μεγαλήτορι. τοῖό τε παισίν:
Iliad 6.284: εἰ κεῖνόν γε ΐδοιμι κατελθόντ’ Ἄϊδος εἴσω:
Iliad 6.285: φαίην κεν φρέν’ ἄτέρ που ὀϊζύος ἐκλελαθέσθαι:
Commented on by msA 6.96, msAext 6.297, msAim 6.247
Iliad 6.286: ὡς ἔφαθ’. ἡδὲ μολοῦσα ποτὶ μέγαρ’, ἀμφιπόλοισι
Iliad 6.287: κέκλετο. ταὶ δ’ ὰρ’ ἀόλλισσαν κατα ἄστυ γεραιάς:
Iliad 6.288: αὐτὴ δ’ ἐς θάλαμον κατεβήσετο κηώεντα:
Commented on by msAim 6.248
Iliad 6.289: ἔνθ’ έσάν οἱ, πέπλοι παμποίκιλοι: ἔργα γυναικῶν
Commented on by msA 6.97
Iliad 6.290: Σιδονίων : τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς
Iliad 6.291: ἤγαγε Σιδονίηθεν . ἐπιπλὼς εὐρέα πόντον:
Commented on by msAint 6.185, msA 6.98
Iliad 6.292: τὴν ὁδὸν. ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν:
Commented on by msA 6.99
Iliad 6.293: τῶν ἕν’ ἀειραμένη Ἑκάβη . φέρε δῶρον Ἀθήνη
Iliad 6.294: ὃς κάλλιστος έην ποικίλμασιν ἠδὲ μέγιστος:
Iliad 6.295: ἀστὴρ δ’’ ὡς ἀπέλαμπεν. ἔκειτο δὲ νείατος ἄλλων:
Iliad 6.296: βῆ δ’ ἰ̈έναι: πολλαὶ δὲ μετεσσεύοντο γεραιαί:
Iliad 6.297: αἱ δ`’ ὅτε νηὸν ΐκανον Ἀθήνης ἐν πόλει ἄκρῃ:
Iliad 6.298: τῇσι θύρας ώϊξε Θεανὼ καλλιπάρηος.
Iliad 6.299: Κισσηῒς : ἄλοχος Ἀντήνορος ἱπποδάμοιο:
Commented on by msAint 6.186
Iliad 6.300: τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱ̈έρειαν.
Iliad 6.301: αἱ δ`’ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον:
Iliad 6.302: ἡ δ’ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρηος,
Iliad 6.303: θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο:
Commented on by msAim 6.249
Iliad 6.304: εὐχομένη δ’ ἠρᾶτο Διὸς κούρη μεγάλοιο:
Iliad 6.305: πότνι’ Ἀθηναίη : ἐρυσίπτολι: δῖα θεάων:
Commented on by msA 6.100
Other texts (9 passages)
Scholia group: msA
msA 6.95: ‡ γαία χανοι διασταίη ἡ γῆ ὥστε χάσματος γενομενου καταποθῆναι. ἠ καταπίοι ἡ γῆ ἵνα μὴ δι ανδρομαχ ἀχην δοκεῖ της μρς δέξασθαι καλῶς δὲ τὰ ἀναγκαῖα προκρίνει των ηδέων ⁑
Comments on 6.282
msA 6.97: ἔθεσαν οἱ πέπλοι ὅτι ἐγκεκλιμένως ἀναγνωστέον οὕτως δύο τόνοις καίτοι πορριχιακῆς οὔσης τῆς λέζεως ἵνα μὴ ἄρθρον νοηθῇ τὸ οἱ ἀλλ’ αντωνυμία ⁑
Comments on 6.289
msA 6.98: Σιδονίηθεν δεδηὼς γὰρ τὸν διωγμὸν δια Φοινίκης καὶ Αἰγύπτου ἦλθεν ὡς καὶ οἱ Ἀργοναυται. διὰ τοῦ Ἴστρου . της περιεργασίας δὲ Ἀλεξάνδρου τὸ μὴ ὠνήσασθαι πέπλους ἀλλα καὶ πρίασθαι τὰς ἐργαζομένας ⁑
Comments on 6.291
msA 6.99: τὴν ὁδὸν ὅτι τὸν ἐκ Πελοποννησου ἐπ Ἴλιον πλοῦν ἀναγωγὴν λέγει ⁑
Comments on 6.292
Scholia group: msAint
msAint 6.185: οτι ἀπο μιᾶς πόλεως της Σιδῶνος τὴν Φοινικην σημαίνει ⁑
Comments on 6.291
msAint 6.186: βραχὺ διασταλτεον ἐπι τὸ Κισσηῒς
Comments on 6.299
Scholia group: msAim
msAim 6.247: Ζηνοδ φίλον ῆτορ ⁑
Comments on 6.285
msAim 6.248: ἐν ταῖς Ἀριστάρχου φερε καὶ ἑτέρως ἡ δ’ εἰς οῖκον ϊοῦσα παρίστατο φωριαμοῖσιν ⁑
Comments on 6.288
msAim 6.249: οτι πάλιν παρὰ γούνασιν ⁑
Comments on 6.303
previous | next |
---|---|
msA 85v | msA 86v |