Venetus A (Marciana 454 = 822), folio 86, verso

previousnext
msA 86rmsA 87r

Iliad text (25 lines)


Iliad 6.306: ἆξον δὴ ἔγχος Διομήδεος . ἠδὲ καὶ αὐτὸν


Iliad 6.307: πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων:


Iliad 6.308: ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνι νηῷ


Iliad 6.309: ήνῑς. ἠκέστας. ἱ̈ερεύσομεν, αἴ κ’ ἐλεήσῃς


Iliad 6.310: ἄστύ τε. καὶ Τρώων ἀλόχους. καὶ νήπια τέκνα:


Iliad 6.311: ὡς ἔφατ’ εὐχομένη: ἀνένευε δὲ Παλλὰς Ἀθήνη :

Commented on by msA 6.101


Iliad 6.312: ὡς αἱ μέν ρ’ εὔχοντο Διὸς κούρῃ μεγάλοιο:


Iliad 6.313: Ἕκτωρ δὲ πρὸς δώματ’ Ἀλεξάνδροιο βεβήκει


Iliad 6.314: καλὰ. τά ῥ’ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν: οἳ τότ’ ἄριστοι


Iliad 6.315: ἦσαν ἐνι Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες:


Iliad 6.316: οἵ, οἱ, ἐποίησαν θάλαμον: καὶ δῶμα. καὶ αὐλὴν,


Iliad 6.317: ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος . ἐν πόλει ἄκρῃ:

Commented on by msAim 6.250


Iliad 6.318: ἔνθ’ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος: ἐν δ’ άρα χειρὶ


Iliad 6.319: ἔγχος ἔχ’ ἑνδεκάπηχυ: πάροιθε δὲ λάμπετο δουρὸς

Commented on by msA 6.102, msAim 6.251


Iliad 6.320: αἰχμὴ χαλκείη: περὶ δὲ χρύσεος θέε πόρκης:

Commented on by msA 6.103


Iliad 6.321: τόνδ`’ εὗρ’ ἐν θαλάμῳ περικαλλέα τεύχε’ ἔποντα


Iliad 6.322: ἀσπίδα καὶ θώρηκα: καὶ ἀγκύλα τόξ’ ἀφόωντα:

Commented on by msA 6.104


Iliad 6.323: Ἀργείη δ’ Ἑλένη . μετ’ άρα δμῳῆσι γυναιξὶν


Iliad 6.324: ἧστο: καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε:


Iliad 6.325: τὸν δ’ Ἕκτωρ νείκεσσεν ἰ̈δὼν. αἰσχροῖς ἐπέεσσι:

Commented on by msA 6.105


Iliad 6.326: δαιμόνι’: οὐ μὲν καλὰ χόλον τόνδ’ ἔνθεο θυμῷ:

Commented on by msA 6.106


Iliad 6.327: λαοὶ μὲν φθινύθουσι περι πτόλιν αἰπύ τε τεῖχος


Iliad 6.328: μαρνάμενοι: σέο δ’ εἵνεκ’ ἀϋτή τε πτόλεμός τε


Iliad 6.329: ἄστυ τόδ’ ἀμφιδέδηε. σὺ δ’ ὰν μαχέσαιο καὶ ἄλλῳ


Iliad 6.330: εἴ τινά που μεθιέντα ἴ̈δοις στυγεροῦ πολέμοιο:

Commented on by msAim 6.252


Other texts (9 passages)


Scholia group: msA

msA 6.101: ‡ ὡς ἔφατ’ εὐχομενη ἀθετεῖται οτι προς οὐδὲν τὸ ἐπιφώνημα καὶ οὐκ ἠθισμένον. κατὰ μὲν γὰρ τὸ ἐναντίον ὁ Ζεὺς ἐπιβεβαιοῖ κατανεύων καὶ ἑξῆς δὲ ἐπιλεγομένου ὡς αἱ μέν ῥ εὔχοντο σαφῶς γίνεται περισσὸς ὁ στίχος. γελοία δὲ καὶ ἡ ἀνανεύουσα Ἀθηνᾶ ⁑

Comments on 6.311


msA 6.102: ‡ ἑνδεκάπηχυ οἱ μὲν διαιροῦσιν ἔχεν εῖτα δεκάπηχύ . οἱ δὲ ἐνδεκάπηχυ: ὁ μεν οὖν ἀσκαλωνίτης οὐδὲμίαν προκρίνει: οἱ δὲ περὶ Ηρακλέωνα καὶ Ἀλεξίωνα πιθανωτέραν ἡγοῦνται την του ἔνδεκα ἀριθμοῦ διαστολὴν. ἐπειδήπερ τὰ ναύμαχα τὰ ἐκ δύο συμβληθέντα καὶ κολληθέντα. λέγεται δύο καὶ εἰκοσίπηχυ ⁑

Comments on 6.319


msA 6.103: πόρκης ὁ κρίκος. ὁ συνέχων τον σίδηρον προς τὸ ξύλν του δόρατος δια τὸ πείρην τὸ δόρυ δι’ αυτοῦ ⁑

Comments on 6.320


msA 6.104: ἀσπίδα καὶ θώρηκα βραχὺ διασταλτέον ἐπι τὸ θώρηκα. πρεπωδέστερον γὰρ ἐπι τοῦ τόξου τὸ ἀφόωντα

Comments on 6.322


msA 6.105: τὸν δ’ Ἕκτωρ νείκεσσεν ὅτι κυκλικως κατα κέχρηται οὐδὲν γὰρ λέγεται ἐπιπληκτικόν ⁑

Comments on 6.325


msA 6.106: δαιμόνι’ ὅτι ἅπορον ποῖον χόλον. λύοι το δ’ ἂν ἐξ ὑποθέσεως μήποτ’ οὖν ἀκούων τοὺς Τρῶας καταρᾶσθαι αὐτῷ ἐχολοῦτο ἀμείβεται γοῦν. ούτοι ἐγὼ τόσσον χόλῳ οὐδε νεμέσσει ⁑

Comments on 6.326


Scholia group: msAim

msAim 6.250: οτι πάλιν δειρημένως εἴρηκεν ⁑

Comments on 6.317


msAim 6.251: οτι ὑφ ἓν ἐνδεκάπηχυ ἀναγνωστέον το γὰρ διπληάσιον δύο καὶ εἰκοσίπηχυ ⁑

Comments on 6.319


msAim 6.252: Ἀρισταρχος ὅν τινά που ⁑

Comments on 6.330


previousnext
msA 86rmsA 87r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1