Venetus A (Marciana 454 = 822), folio 89, verso

previousnext
msA 89rmsA 90r

Iliad text (25 lines)


Iliad 6.455: δακρυόεσσαν ἄγηται: ἐλεύθερον ἦμαρ ἀπούρᾱς:


Iliad 6.456: καί κεν ἐν ἄργεῑ ἐοὖσα. πρὸς ἄλλῃς ἱ̈στὸν ὑφαίνοις.


Iliad 6.457: καί κεν ὕδωρ φορέεις Μεσσηΐδος . ἢ Ὑπερείης

Commented on by msA 6.132, msAim 6.273


Iliad 6.458: πολλ`’ ἀεκαζομένη: κρατερὴ δ’ ἐπικείσετ’ ἀνάγκη.


Iliad 6.459: καί ποτέ τις εἴπῃσιν ἰ̈δὼν κατὰ δάκρυ χέουσαν.

Commented on by msA 6.133, msA 6.134, msA 6.135


Iliad 6.460: Ἕκτορος ἧδε γυνὴ. ὃς ἀριστεύεσκε μάχεσθαι


Iliad 6.461: Τρώων ἱ̈πποδάμων ὅτε ῎Ϊλιον ἀμφεμάχοντο:


Iliad 6.462: ὥς ποτέ τις ἐρέει: σοὶ δ’ αὖ νέον ἔσσεται ἄλγος


Iliad 6.463: χήτει τοιοῦδ’ ἀνδρὸς ἀμύνειν δούλιον ῆμαρ.


Iliad 6.464: ἀλλά με τεθνειῶτα χυτὴ κατὰ γαῖα καλύπτοι:

Commented on by msA 6.136


Iliad 6.465: πρίν γέ τι, σῆς τε βοῆς, σοῦ θ’ ἑλκηθμοῖο πυθέσθαι:

Commented on by msA 6.137


Iliad 6.466: Ὡς εἰπὼν. οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ :

Commented on by msAim 6.274


Iliad 6.467: ὰψ δ’ ὁ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης


Iliad 6.468: ἐκλίνθη ἰ̈άχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς.


Iliad 6.469: ταρβήσας χαλκόν τε. ἰ̈δὲ λόφον ἱ̈ππιοχαίτην

Commented on by msA 6.138


Iliad 6.470: δεινὸν ἀπ’ ἀκροτάτης κόρυθος νεύοντα νοήσας:


Iliad 6.471: ἒκ δ’ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ:


Iliad 6.472: αὐτίκ’ ἀπὸ κρατὸς κόρυθ’ εἵλετο φαίδιμος Ἕκτωρ :

Commented on by msA 6.139


Iliad 6.473: καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ, παμφανόωσαν.


Iliad 6.474: αὐτὰρ ὅ γ’ ὃν φίλον υἱὸν ἐπεὶ κύσε, πῆλέ τε χερσὶν,


Iliad 6.475: εἶπεν ἐπευξάμενος Διΐ τ’ ἄλλοισίν τε θεοῖσι:

Commented on by msAim 6.275


Iliad 6.476: Ζεῦ ἄλλοί τε θεοὶ: δότε δὴ καὶ τόνδε γενέσθαι


Iliad 6.477: παῖδ’ ἐμὸν. ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν .


Iliad 6.478: ὧδε βίηντ’ ἀγαθὸν: καὶ Ἰ̈λίου ἶ̈φι ἀνάσσειν:

Commented on by msAil 6.292, msAim 6.276


Iliad 6.479: καί ποτέ τις εἴπῃσι πατρὸς δ’ ὅγε πολλὸν ἀμείνων.

Commented on by msAext 6.299


Other texts (15 passages)


Scholia group: msA

msA 6.132: ‡ καί κεν ὕδωρ φορέοις οτι κατα τὸ προστυχὼν οὕτως εἰποντος Ὁμήρου οἱ νεώτεροι τῷ ὄντι ὑδροφοροῦσαν εἰσάγουσιν αὐτήν ⁑

Comments on 6.457


msA 6.133: καί ποτέ τις ῾ϊατρευσαι ὅτι τὸ εἴπῃσιν ἀντι τοῦ εἴποι ἄν ⁑

Comments on 6.459


msA 6.134: ἡ δὲ ἀναφορᾶ προς Φιλητὰ γράφοντι θρῳσκων τις κατα κῦμα μέλαιναν ⁑

Comments on 6.459


msA 6.135: φρίχ’ ὑπαλύξει οὗτος γὰρ μη νοήσας ὅτι τὸ ὑπαΐξει ἐστι τὸ ἐφορμῆσαι. ὑπὸ την φρῖκα τοῦτέστι το τοῦ ὕδατος ἐπανάστημα ὃς φύγοι ἂν Λυκαονος τοῦ δήμου την φρῖκα ἐδέξατο τὴν ὑπο τοῦ ψύχους γινομένην φρίκην καὶ φησὶ τοὺς πημελώδεις τῶν ἰχθύων ὑπο μένειν τὸ ψύχος, ὥστε ὅσαν τὸ τοῦ Λυκάονος λίπος φάγοι ἐκκλίνει τὴν φρίκην ⁑

Comments on 6.459


msA 6.136: ἀλλά με τεθνειῶτα οτι οὐ πᾶσα γῆ οὕτως λέγεται παρ αυτῷ. ἀλλ’ ἡ τοῖς νεκροῖς ἐπιχεομένη ⁑

Comments on 6.464


msA 6.137: πρίν γέ τί σῆς τε βοῆς πρίν γέ τί σῆς τε βοῆς Διονυσιος ὁ Σιδώνιος τὸν γέ ἐκ πλήρους ποιεῖ. οὕτως καὶ Ἀλεξίων καὶ οἱ περι Ἡρακλεώνα . οὐ γὰρ πειθανὸν ἐγκεῖσθαι τὸ ἔτι οὐ γὰρ δή γε καὶ πρότερον συνέβη ταυτα τῆ Ἀνδρομάχη έστιν οὖν τὸ τι καθ ύπαρξιν τινὰ λεγόμενον η καὶ παρελκόμενον: ὁμοίως τὸ ῆ νύ τοι οὔ τι μελει Τρώων πόνος καὶ μή τι φόβονδ’ ἀγόρευε: καὶ μή τι μευ ηϋτε παιδὸς. οὐχ ὑγειῶς οὖν ὁ Πτολεμαιος οἵεται συναλιφὴν εἶναι ⁑

Comments on 6.465


msA 6.138: ταρβήσας χαλκόντε διασταλτέον χαλκόν τε μερος γάρ ἐστι περιόδου ἐπανειλημμένον μετοχικον: ἀτυχθεὶς όψιν. καὶ ταρβήσας χαλκον καὶ λόφον νοήσας ⁑

Comments on 6.469


msA 6.140: καί ποτέ τις εἴποι τὸ ἑξῆς καί ποτε τίς εἴποι ἐκ πολέμου ἀνιόντα: καὶ οὐ λείπει τὸ ϊδών, ἀλλ’ ἔστι συνήθης >Ἀττικοῖς ἡ φράσις Εὐριπίδης Ῥήσῳ χαίρω δέ σ’ εὐτυχοῦν τα καὶ προσήμενον πύργοισιν ἐχθρόν: καὶ αὐτος Ὅμηρος ἀλλαχοῦ. ἤχθετο γάρ ῥα Τρωσὶ δαμναμένους ἤλακται δὲ πτῶσις ἀντι τοῦ ἐκ πολέμου ἀνιόντος ⁑

Comments on 6.479-6.480


Scholia group: msAim

msAim 6.273: Μεσηῒς καὶ Ὑπερεια κρηναι Ἄργους ⁑

Comments on 6.457


msAim 6.274: ορέξατο ἀντι τοῦ ἐλάβετο

Comments on 6.466


msAim 6.275: Ἀρισταρχος δια τοῦ δ ειπε δ’ επευξάμενος ⁑

Comments on 6.475


msAim 6.276: ἄλλοι ῶδε βίην ἀγαθόν τέ ⁑

Comments on 6.478


Scholia group: msAil

msAil 6.292: ἐνι

Comments on 6.478


msAil 6.293: Ἀρισταρχος πατρὸς γ’ όδε ⁑

Comments on 6.480


Scholia group: msAext

msAext 6.299: εβίην θόντε

Comments on 6.479


previousnext
msA 89rmsA 90r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1