Venetus A (Marciana 454 = 822), folio 89, recto
previous | next |
---|---|
msA 88v | msA 89v |
Iliad text (25 lines)
Iliad 6.430: ἠδὲ κασίγνητος: σὺ δέ μοι θαλερὸς παρακοίτης:
Iliad 6.431: ἀλλ’’ άγε νῦν ἐλέαιρε, καὶ αὐτοῦ μίμν’ ἐπι πύργῳ:
Iliad 6.432: μὴ παῖδ’ ὀρφανικὸν θήῃς. χήρην τε γυναῖκα.
Commented on by msAim 6.268
Iliad 6.433: λαὸν δὲ στῆσον παρ’ ἐρῑνεὸν, ἔνθα μάλιστα
Commented on by msA 6.124
Iliad 6.434: ἄμβατός ἐστι πόλις: καὶ ἐπίδρομον ἔπλετο τεῖχος,
Commented on by msAint 6.201, msAim 6.269
Iliad 6.435: τρὶς γὰρ τῇ γ’ ἐλθόντες ἐπειρήσανθ’ οἱ ἄριστοι.
Commented on by msAim 6.270
Iliad 6.436: ἀμφ’ Αἴαντε δύω. καὶ ἀγακλυτὸν Ἰ̈δομενῆα .
Iliad 6.437: ἠ δ`’ ἀμφ’ Ἀτρείδας . καὶ Τυδέος ἄλκιμον υἱόν.
Commented on by msA 6.125
Iliad 6.438: ἤ πού τί σφιν ἔνισπε, θεοπροπίων εῦ εἰδὼς.
Iliad 6.439: ή νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει:
Commented on by msAint 6.202
Iliad 6.440: τὴν δ’ αῦτε προσέειπε μέγας κορυθαιόλος Ἕκτωρ :
Iliad 6.441: ῆ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι: ἀλλα μάλ’ αἰνῶς
Commented on by msA 6.127
Iliad 6.442: αἰδέομαι Τρῶας καὶ Τρωϊάδας ἑλκεσιπέπλους:
Commented on by msA 6.128
Iliad 6.443: αἴ κε κακὸς ὡς. νόσφιν ἀλυσκάζω πολέμοιο:
Iliad 6.444: οὐδ’ έμὲ θυμὸς ἄνωγεν: ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
Commented on by msA 6.129
Iliad 6.445: αἰεὶ. καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι.
Commented on by msA 6.130, msAext 6.298
Iliad 6.446: ἀρνύμενος πατρός τε μέγα κλέος ἠδ’ ἐμὸν αὐτοῦ.
Commented on by msAim 6.271
Iliad 6.447: εὖ γὰρ ἐγὼ τόδε οῖδα κατα φρένα καὶ κατα θυμὸν.
Iliad 6.448: έσσεται ῆμαρ. ὅτ’ ἄ̆ν ποτ’ ὀλώλῃ ΄Ϊλιος ϊρὴ
Commented on by msA 6.131, msAim 6.272
Iliad 6.449: καὶ Πρίαμος . καὶ λαὸς ἐϋμμελίῳ Πριάμοιο .
Iliad 6.450: ἀλλ’ οὔ μ Τρώων τόσσον μέλει ἄλγος ὀπίσσῳ.
Iliad 6.451: οὔτ’ αὐτῆς Ἑκάβης , οὔτε Πριάμοιο ἄνακτος.
Iliad 6.452: οὔτε κασιγνήτων: οἵ κεν πολέες τὲ καὶ ἐσθλοὶ
Iliad 6.453: ἐν κονίῃσι πέσοιεν ὑπ’ ἀνδράσι δυσμενέεσσιν.
Iliad 6.454: ὅσσον σεῖ’, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων
Commented on by msAil 6.A25
Other texts (8 passages)
Scholia group: msA
msA 6.130: αἱεὶ καὶ πρώτοισι τὸ αἰεὶ τοῖς ἐπάνω προσδοτέον ἵνα μὴ ὑπερβατον γένηται τοῦ καὶ συνδέσμου. καὶ αἰει πρώτοισι: κοινὸν μέντοι νοεῖαι κατ αμφοτέρων τὸ αἰεὶ ὥσπερ καὶ τὸ μάθον ⁑
Comments on 6.445
msA 6.131: ἔσσεται ἦμαρ οὐκ εκφοβεῖ, ἀλλα προς τὸ μέ εὐπαράμυθον ποιεῖ: οὐχ ορίζει δὲ τὸν χρόνον τῆς ἁλώσεως ὧν γὰρ δεινῶν χρόνος οὐχ ὁρίζεται. τοῦτον ἦττον ἐλύπησεν ἡ προσδοκία ὥσπερ εστιν ἰδεῖν καὶ ἐπι τοῦ θανάτου: προειδότες γὰρ οτι τεθνηξόμεθα δια τὸ μὴ εἰδέναι τὸ πότε ἧττον ἀχθόμεθα ⁑
Comments on 6.448
Scholia group: msAint
msAint 6.201: Καλίστρατος δια τοῦ η ἀμβατῆ ⁑
Comments on 6.434
msAint 6.202: ἐν ενίοις ή νυ καὶ αὐτοὺς θυμος
Comments on 6.439
Scholia group: msAim
msAim 6.268: ουτως Ἀρισταρχος δια τοῦ η θήνις ⁑
Comments on 6.432
msAim 6.269: ουτως Ἀρισταρχος , ἀμβατός ⁑
Comments on 6.434
msAim 6.272: οτι θηλυκως την Ἴλιον ⁑
Comments on 6.448
Scholia group: msAext
msAext 6.298: οὐδεσμε
Comments on 6.445
previous | next |
---|---|
msA 88v | msA 89v |