Venetus A (Marciana 454 = 822), folio 88, verso
previous | next |
---|---|
msA 88r | msA 89r |
Iliad text (25 lines)
Iliad 6.405: Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δακρυ χέουσα,
Iliad 6.406: ἔν τ’ άρα οἱ φῦ χειρὶ: ἔπος τ’ ἔφατ’, ἔκ τ’ ὀνόμαζε:
Iliad 6.407: δαιμόνιε. φθείσει σε τὸ σὸν μένος: οὐδ’ ἐλεαίρεις
Iliad 6.408: παῖδά τε νηπιάχον. καὶ ἒμ’ ἄμμορον. ἣ τάχα χήρη
Commented on by msAim 6.263
Iliad 6.409: σεῦ ἔσομαι: τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ
Iliad 6.410: πάντες ἐφορμηθέντες: ἐμοὶ δέ κε κέρδιον εἴη
Iliad 6.411: σεῦ ἀφαμαρτούση χθόνα δύμεναι: οὐ γὰρ ἔτ’ ἄλλη
Iliad 6.412: ἔσται θαλπωρὴ, ἐπεὶ ὰν σύ γε πότμον ἐπίσπῃς.
Iliad 6.413: ἀλλ’ ἄχε’: οὐδέ μοι ἐστὶ πατὴρ καὶ πότνια μήτηρ:
Commented on by msAil 6.A23
Iliad 6.414: ἤτοι γὰρ πατέρ’ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεὺς .
Iliad 6.415: ἐκ δε πόλιν πέρσεν Κιλίκων εὖ ναιετάωσαν
Commented on by msAint 6.200, msAim 6.264
Iliad 6.416: Θήβην ὑψίπυλον. κατα δ’ έκτανεν Ἠετίωνα :
Iliad 6.417: οὐδε μιν ἐξενάριξε. σεβάσσατό γαρ τό γε θυμῷ:
Commented on by msA 6.122, msAim 6.265
Iliad 6.418: ἀλλ’ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν.
Iliad 6.419: ἠδ’ ἐπι σῆμ’ ἔχεεν. περὶ δὲ πτελέας ἐφύτευσαν
Commented on by msAil 6.A24, msAim 6.266
Iliad 6.420: νύμφαι ὀρεστιάδες. κοῦραι Διὸς αἰγιόχοιο:
Iliad 6.421: οἱ δέ μοι ἑπτὰ κασίγνητοι έσαν ἐν μεγάροισιν.
Iliad 6.422: οἱ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω:
Commented on by msA 6.123
Iliad 6.423: πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς
Iliad 6.424: βουσὶν ἐπ’ εἰλιπόδεσσι: καὶ ἀργεννῇς ὀΐεσσι:
Iliad 6.425: μητέρα δ’: ἣ βασίλευεν ὑπο Πλάκω ὑ̈ληέσσῃ.
Iliad 6.426: τὴν ἐπεὶ ὰρ δεῦρ’ ἤγαγ’ ἅμ’ ἄλλοισι κτεάτεσσιν.
Iliad 6.427: ὰψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσι’ ἄποινα.
Iliad 6.428: πατρὸς δ’ ἐν μεγάροισι βάλ’ Ἄρτεμις ἰ̈οχέαιρα:
Commented on by msAim 6.267
Iliad 6.429: Ἕκτορ , ἀτὰρ σύ μοι ἐσσὶ πατὴρ καὶ πότνια μήτηρ
Other texts (5 passages)
Scholia group: msAint
msAint 6.200: οτι ἀντι τοῦ ἐυ ναιομενην
Comments on 6.415
Scholia group: msAim
msAim 6.264: Ἀρισταρχος δια του ο ναιετόωσαν
Comments on 6.415
msAim 6.265: ἐσκύλευιε
Comments on 6.417
msAim 6.266: καὶ τάφον ἔχωσαν
Comments on 6.419
msAim 6.267: αἰφνιδίως ἐτελεύτησε τοῦς γραφεται αἱφνιδίως θανάτους ἀναφέρουσιν εἰς Ἀπολλωνα και Αρτεμιν ⁑
Comments on 6.428
previous | next |
---|---|
msA 88r | msA 89r |