Venetus A (Marciana 454 = 822), folio 88, recto
previous | next |
---|---|
msA 87v | msA 88v |
Iliad text (25 lines)
Iliad 6.381: τὸν δ’ αὖτ’ ὀτρηρὴ ταμίη προς μῦθον ἔειπεν:
Iliad 6.382: Ἕκτορ . ἐπεὶ μάλ’ ἄνωγας ἀληθέα μυθήσασθαι:
Iliad 6.383: οὔτέ πῃ ἐς γαλόων, οὔτ’ εἰνατέρων εὐπέπλων:
Iliad 6.384: οὔτ’ ἐς Ἀθηναίης ἐξοίχεται: ἔνθά περ ἄλλαι
Iliad 6.385: Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἰ̈λάσκονται:
Iliad 6.386: ἀλλ’ ἐπὶ πύργον ἔβη μέγαν Ἰ̈λίου . οὕνεκ’ ἄκουσε
Iliad 6.386del: ἀλλ’ ἐπὶ πύργον ἔβη μέγαν Ἰ̈λίου οὕνεκ’ ἄκουσεν
Iliad 6.387: τείρεσθαι Τρῶας . μέγα δὲ κράτος εἶναι Ἀχαιῶν :
Iliad 6.388: ἡ μὲν δὴ προς τεῖχος ἐπειγομένη ἀφικάνει.
Iliad 6.389: μαινομένῃ εἰκυῖα: φέρει δ’ ἅμα παῖδα τιθήνη:
Iliad 6.390: ῆ ρα γυνὴ ταμίη: ὁ δ’ ἀπέσσυτο δώματος Ἕκτωρ
Iliad 6.391: τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατ’ ἀγυιάς:
Iliad 6.392: εῦτε πύλας ΐκανε διερχόμενος μέγα ἄστυ
Iliad 6.393: Σκαιὰς. τῇ ὰρ ἔμελλε διεξίμεναι πεδίον δὲ:
Iliad 6.394: ἔνθ’ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα
Commented on by msAim 6.260
Iliad 6.395: Ἀνδρομάχη . θυγάτηρ μεγαλήτορος Ἠετίωνος :
Iliad 6.396: Ἠετίων . ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ
Iliad 6.397: Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσ’ ἄνδρεσσιν ἀνάσσων:
Iliad 6.398: τοῦ περ δὴ θυγάτηρ ἔχεθ’ Ἕκτορι χαλκοκορυστῇ:
Commented on by msAint 6.197, msAil 6.A21
Iliad 6.399: ἥ, οἱ, ἔπειτ’ ἤντησ’, ἅμα δ’ ἀμφίπολος κίεν αὐτῇ
Commented on by msAil 6.A22
Iliad 6.400: παῖδ’ ἐπὶ κόλπῳ ἔχους’ ἀταλάφρονα. νήπιον αύτως
Commented on by msAint 6.198, msA 6.118, msAim 6.261
Iliad 6.401: Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ:
Iliad 6.402: τόν ῥ’ Ἕκτωρ καλέεσκε Σκαμάνδριον : αὐτὰρ οἱ ἄλλοι
Commented on by msAint 6.199
Iliad 6.403: Ἀστυάνακτ’ . οἶος γὰρ ἐρύετο ῎Ϊλιον Ἕκτωρ :
Commented on by msAim 6.262
Iliad 6.404: ἤτοι ὁ μὲν μείδησεν ἰ̈δὼν ἐς παῖδα, σιωπῇ:
Other texts (8 passages)
Scholia group: msA
msA 6.115: Ἀνδρομάχη θυφάτηρ μεγαλήτορος Ἡετιωνος τὸ Ηετίωνος . εἰ μεντοῖς ἀνω συντάττοιμεν ἐμφανέτερον ποιεῖ τὸ ἀκατάλληλον της ἐπαναλήψεως ἥτις ὁμοιόπτωτος ὀφείλει γίνεσθαι εἰδὲ τοῖς μετα ταυτα δύναται εἶναι ὁ λόγος καὶ τὸ ἑξῆς μεγαλήτορος Ἠετίωνος ὅστις Ἠετίων ῴκει ὑπο Πλάκῳ ⁑
Comments on 6.396
msA 6.116: ‡ Ἠετίων ὃς ἔναιεν ἡ διπλῆ προς τὴν ἐπανάληψιν ὅτι πλεονάζει ἐν Ιλια καὶ τὸ των πιώσεων ἀκατάλληλον ⁑
Comments on 6.396
msA 6.117: ὃς ἔναιεν ὑπο Πλάκῳ Γράνικος οἱ δὲ Ἀτράμους Πελασγὸς τὸ γενος ἀφίκετο ποτὲ υπο την ἐν τῇ Λυκίᾳ Ιήδην . καὶ πόλιν κτίσας ἐκεῖσε ἀφ’ ὲαυτου προσηγόρευσεν Ἀδραμύττιον γεννήσας: δὲ θυγατέρα. Θήβην τῷ ὀνόματι παρα τὴν ἀκμὴν τοῦ γάμου ἔθετο γυμνικὸν ἀγῶνα καὶ τὸν ταύτης γάμον τῷ ἀριστεύσαντι: Ἡρακλῆς δὲ κατ εκείνῳ καιροῦ φανεὶς ἔλαβε τὴν Θήβην γυναῖκα καὶ κτίσας πόλιν ὑπο τὸ Πλάκιον καλούμενον όρος τῆς Λυκίας Πλακίαν Θήβην αὐτὴν ἀπὸ τῆς γυναικος ἐκάλεσεν ἡ ἱστορία παρα Δικαιάρχῳ ⁑
Comments on 6.396
msA 6.118: παῖδ’ ἐπί κόλπῳ οτι κόλπον τὰς ἀγκάλας νῦν εἶπεν εἴωθε δὲ καὶ τὸ ἄνω τοῦ πέπλου οὕτως καλεῖν κόλπον ἀνειεμένη ⁑
Comments on 6.400
Scholia group: msAint
msAint 6.197: οτι αντι του εἴχετο ὑφ Ἕκτορος ἡ γὰρ γυνὴ ἔχετ ὁ δε ἀνηρ ἔχει
Comments on 6.398
msAint 6.198: απαλὰ φρονῶνη μη δυνάμενον τλῆναι καὶ κακοπαθεῖν ⁑
Comments on 6.400
Scholia group: msAim
msAim 6.260: πολλὰ έδνα παρα του ἀνδρος λαβοῦσα ⁑
Comments on 6.394
msAim 6.262: οτι παρετυμολογεῖ.
Comments on 6.403
previous | next |
---|---|
msA 87v | msA 88v |