Venetus A (Marciana 454 = 822), folio 87, verso

previousnext
msA 87rmsA 88r

Iliad text (25 lines)


Iliad 6.356: εἵνεκ’ ἐμεῖο κυνὸς, καὶ Ἀλεξάνδρου ἕνεκ’ ἄτης,


Iliad 6.357: οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον. ὡς καὶ ὀπίσσω

Commented on by msA 6.113


Iliad 6.358: ἀνθρώποισι πελώμεθ’ ἀοίδιμοι ἐσσομένοισι:


Iliad 6.359: τὴν δ`’ ἠμείβετ’ ἔπειτα μέγας κορυθαιόλος Ἕκτωρ :


Iliad 6.360: μή με κάθιζ’ Ἑλένη . φιλέουσά περ. οὐδέ με πείσεις:

Commented on by msAim 6.254


Iliad 6.361: ἤδη γάρ μοι θυμὸς ἐπέσσυται. ὄφρ’ ἐπαμύνω


Iliad 6.362: Τρώεσσ’ , οἳ μέγ’ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν:

Commented on by msAint 6.195, msAil 6.A19, msAim 6.255


Iliad 6.363: ἀλλὰ σύ γ’ ὄρνυθι τοῦτον: ἐπειγέσθω δὲ καὶ αὐτὸς.


Iliad 6.364: ὥς κεν ἒμ’ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα:


Iliad 6.365: καὶ γὰρ ἐγὼν οἶκονδ’ ἐσελεύσομαι: ὄφρα ἴδωμαι


Iliad 6.366: οἰκῆας ἄλοχον τε φίλην. καὶ νήπιον υἱόν:

Commented on by msAim 6.256


Iliad 6.367: οὐ γάρ τ’ οἶδ’ εἰ ἔτι σφιν ὑπότροπος ΐξομαι αὖτις,

Commented on by msA 6.114, msAil 6.A20, msAim 6.257


Iliad 6.368: ἤ ἤδη μ’ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν :


Iliad 6.369: ὡς ἄρα φωνήσας ἀπέβη κορυθαιόλος Ἕκτωρ .


Iliad 6.370: αῖψα δ’ ἔπειθ’ ΐκανε δόμους εὖ ναιετάοντας:

Commented on by msAim 6.258


Iliad 6.371: οὐδ’ εὗρ’ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν:


Iliad 6.372: ἀλλ’ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ εὐπέπλῳ


Iliad 6.373: πύργῳ ἐφειστήκει: γοόωσά τε. μυρομένη τε:

Commented on by msAint 6.196, msAim 6.259


Iliad 6.374: Ἕκτωρ δ’ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν.


Iliad 6.375: ἔστη ἐπ’ οὐδὸν ἰ̈ών. μετὰ δὲ δμῳῇσιν ἔειπεν:


Iliad 6.376: εἰ δ’ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε


Iliad 6.377: πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο:


Iliad 6.378: ἠέ πῃ ἐς γαλόων. ἢ εἰνατέρων εὐπέπλων.


Iliad 6.379: ἢ ἐς Ἀθηναίης ἐξοίχεται: ἔνθά περ ἄλλαι


Iliad 6.380: Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ϊλάσκονται:


Other texts (10 passages)


Scholia group: msA

msA 6.113: ‡ οἷσιν ἐπὶ Ζεὺς θῆκε ὁ Ἀσκαλωνίτης ἀναστρέφει ἵν’ ᾖ ἐφ οῖς: δύναται δὲ τὸ ἑξῆς εἶναι ἐπέθηκε οὕτως γὰρ βούλονται καὶ οἱ περὶ Ἡρακλέωνα ἠ περιασὴν λαμβάνειν τὴν ἐπί ἥτις πάλιν οὐκ αναστραφήσεται δι ὃν εἰπομεν λόγον τοῦτο γὰρ βούλεται καὶ ὁ Αλεξίων . οὐδὲν μέντοι κεκώλυκε καὶ ὁ του Ἀσκαλωνιτου ἐπεὶ οὐχ ὁρῷ τιν λόγον ἀναγκαστικόν ⁑

Comments on 6.357


msA 6.114: ‡ οὐ γαρ του οῖδ’ εἰ έτι σφιν ὑπό τροπος ΐξομαιν αὐτις οὕτως εἰ έτι σφιν εἷς τόνος καίτοι ἐχρῆν δύο δια τὸ ἐπι φέρεσθαι ἀντωνυμιαν ἀπο του σφ ἀρχομενην ὁμοίως τῷ ὁθί σφισι πέφραδ’ Ἀχιλλεύς . ῆρχε δ’ ἄρα σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων : σεσημείωται οὖν αὕτη ἡ ἀνάγνωσις μόνη ὡς ἐν ἄλλοις ὁ Ἡρωδιανος λεγεί ⁑

Comments on 6.367


Scholia group: msAint

msAint 6.195: τὸ ποθὴν ὡς κριθην ⁑

Comments on 6.362


msAint 6.196: ἐκ παραλλήλου τὸ αὐτο ⁑

Comments on 6.373


Scholia group: msAim

msAim 6.254: οτι ὁ με αντι γὰρ οὐ γάρ με πείσεις ⁑

Comments on 6.360


msAim 6.256: οἰκέτας

Comments on 6.366


msAim 6.257: τὸ τέλειον οὐ γάρ τε οῖδα ⁑

Comments on 6.367


msAim 6.258: οτι αντι συναιομένους του ευ ναιομένους ⁑

Comments on 6.370


msAim 6.259: Ἀρισταρχος χω του ϊ ἐφεστήκει

Comments on 6.373


Scholia group: msAil

msAil 6.A19: ι

Comments on 6.362


previousnext
msA 87rmsA 88r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1