Venetus A (Marciana 454 = 822), folio 92, recto
previous | next |
---|---|
msA 91v | msA 92v |
Iliad text (25 lines)
Iliad 7.51: ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι:
Iliad 7.52: οὐ γάρ πω τοι μοῖρα θανεῖν. καὶ πότμον ἐπισπεῖν:
Commented on by msA 7.201
Iliad 7.53: ὡς γὰρ ἐγὼν ὄπ’ ἄκουσα θεῶν αἰειγενετάων:
Commented on by msA 7.202
Iliad 7.54: ὡς ἔφαθ’. Ἕκτωρ δ’ αῦτ’ ἐχάρη μέγα μῦθον ἀκούσας:
Iliad 7.55: καί ῥ’ ἐς μέσσον ἰὼν, Τρώων ἀνέεργε φάλαγγας:
Iliad 7.56: μέσσου δουρὸς ἑλὼν. οἱ δ’ ἱ̈δρύνθησαν ἅπαντες:
Commented on by msA 7.203
Iliad 7.57: κὰδ δ’ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς :
Iliad 7.58: κὰδ δ’ ἂρ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων
Iliad 7.59: ἑζέσθην. ὄρνῑσιν ἐοικότες. αἰγυπιοῖσι.
Iliad 7.60: φηγῷ ἐφ’ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο
Iliad 7.61: ἀνδράσι τερπόμενοι: τῶν δὲ στίχες εἵατο πυκναὶ.
Iliad 7.62: ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι:
Commented on by msAim 7.209
Iliad 7.63: οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ
Commented on by msA 7.204
Iliad 7.64: ὀρνυμένοιο νέον. μελάνει δέ τε πόντος ὑπ αυτῆς.
Commented on by msAint 7.211, msA 7.205, msA 7.206
Iliad 7.65: τοῖαι ἄρα στίχες εἵατ’ Ἀχαιῶν τε Τρώων τε
Iliad 7.66: ἐν πεδίῳ: Ἕκτωρ δὲ μετ αμφοτέροισιν ἔειπε:
Iliad 7.67: κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ .
Iliad 7.68: ὄφρ’ εἴπω. τά με θυμὸς ἐνι στήθεσσι κελεύει:
Iliad 7.69: ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν:
Iliad 7.70: ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν:
Commented on by msAint 7.212
Iliad 7.71: εἰς ό κεν. ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε.
Iliad 7.72: ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν:
Iliad 7.73: ὑμῖν μὲν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν .
Commented on by msA 7.207
Iliad 7.74: τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει.
Commented on by msAint 7.213
Iliad 7.75: δεῦρ’ ΐτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ:
Commented on by msA 7.208, msAil 7.210
Other texts (12 passages)
Scholia group: msA
msA 7.202: ὡς γὰρ ἐγὼν: αθετεῖται δια τῆς μαντικῆς αὐτῶν συνῆκεν ὡς εἴρηται ⁑
Comments on 7.53
msA 7.203: μέσου δουρὸς ἑλὼν: μέσου τοῦ δόρατος ἐπιλαβόμενος: προς ἔνδειξιν τοῦ μὴ πρὸς πολεμικὴν χρῆσιν ἔχειν αὐτὸ ἀλλὰ πρὸς ἔμφασιν τοῦ διαλεχθῆναι: ἔδει δὲ εἰπεῖν μέσον λαβὼν τὸ δόρυ ⁑
Comments on 7.56
msA 7.204: πόντον ἐπι φριξ: ὁ Ἀσκαλωνίτης ἀναστρέφει ἐπι πόντον οὕτως καὶ οἱ ἄλλοι: καὶ ἄμεινον οὐδὲν γὰρ ἔσται τὸ ἐπιφρὶξ χωρὶς εἰ μὴ παρέλκη ἡ πρόθεσις. ὅπερ οὐ πιθανον. οὐ γὰρ κατεπείγει: φρίξ δὲ ἡ ἐξ επιπολῆς κίνησις τοῦ κύματος ἀρχομένου, ἢ τὸ ἐπιπολάζον τῷ κύματι ἀφρῶδες ὅτ ἂν ἄνεμος ἄρχηται πνεῖν: βέλτιον δὲ τὴν πρώτην ἔγερσιν τῶν κυμάτων ἀκούειν. φρίσσει τίς φόβῳ ἠ ψύχει ἠ οργῇ, ἐμψύχως οὖν τὰς φάλαγγας φρίσσειν φησίν ⁑
Comments on 7.63
msA 7.205: ὀρνυμένοιο νέον μελάνει δέ τε πόντος ὅτι ἐὰν μὲν γράφηται πόντος ὑπ αυτοῦ ἔσται μελαίνεται ὁ πόντος ὑπο τοῦ Ζεφύρου ἐὰν δὲ πόντον ὑπ αυτῆ , ἔσται μελαίνει δὲ τὸν πόντον ὁ Ζεφυρος ὑπο τῆ φρίκη ⁑
Comments on 7.64
msA 7.206: μελάνει: ὡς οἰδάνει ὁ Ἀσκαλωνίτης ἐκ γὰρ τοῦ μελαίνει φησὶν ἐνδείᾳ τοῦ ϊ ἐγένετο ⁑
Comments on 7.64
msA 7.207: ὑμῖν μὲν γὰρ ἔασιν: αἱ Ἀριστάρχου οὕτως: ὑμῖν δ’ ἐν γὰρ έασι . καὶ ἔστι τὸ ἑξῆς ὑμῖν δ’ ἔνεισι γάρ ἢ ἐν ὑμῖν δέ εἰσι γὰρ ἀριστῆες ⁑
Comments on 7.73
msA 7.208: δεῦρ’ ΐτω: ὅτι ἰδίως ὡς περὶ ἑτέρου καὶ ὅτι πρόμον τὸν πρόμαχον κατα συγκοπήν: καὶ ὅτι ἀκαίρως δῖον ἑαυτὸν ὁ Ἕκτωρ ⁑
Comments on 7.75
Scholia group: msAim
msAim 7.209: γράφεται καὶ βεβριθυῖαι
Comments on 7.62
Scholia group: msAint
msAint 7.211: Ἀρισταρχ πόντον δια τοῦ ν καὶ ὑπ αυτῇ τῇ φρικὶ, ἄλλοι δὲ πόντος ὑπ αυτοῦ :
Comments on 7.64
msAint 7.212: ἐπιτελεῖ τέκμωρ γὰρ τὸ τέλος
Comments on 7.70
msAint 7.213: γράφεται καὶ τῶν ει καί τινα θυμός :
Comments on 7.74
Scholia group: msAil
msAil 7.210: πρόμαχος πάθος συγκοπη:
Comments on 7.75
previous | next |
---|---|
msA 91v | msA 92v |