Venetus A (Marciana 454 = 822), folio 92, verso

previousnext
msA 92rmsA 93r

Iliad text (25 lines)


Iliad 7.76: ὧδε δὲ μυθέομαι: Ζεὺς δ’ ἄμμ’ ἐπιμάρτυρος ἔστω:

Commented on by msA 7.301


Iliad 7.77: εἰ μέν κεν, ἐμὲ κεῖνος έλῃ ταναήκεϊ χαλκῷ.


Iliad 7.78: τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας:


Iliad 7.79: σῶμα δὲ, οἴκαδ’ ἐμὸν δόμεναι πάλιν. ὄφρα πυρός με

Commented on by msA 7.302


Iliad 7.80: Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα:

Commented on by msAim 7.311


Iliad 7.81: εἰ δέ κ’ ἐγὼ, τὸν, ἕλω: δῴη δέ μοι εὖχος Ἀπόλλων :


Iliad 7.82: τεύχεα σύλησας οἴσω προτι Ἴ̈λιον ϊρὴν.

Commented on by msAint 7.315


Iliad 7.83: καὶ κρεμόω ποτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,


Iliad 7.84: τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω.


Iliad 7.85: ὄφρά, ἑ, ταρχύσωσι κάρη κομόωντες Ἀχαιοὶ .

Commented on by msA 7.304


Iliad 7.86: σῆμά, τέ οἱ χευωσιν ἐπι πλατεῖ Ἑλλησπόντῳ :

Commented on by msA 7.305, msA 7.306


Iliad 7.87: καὶ ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων


Iliad 7.88: νηῒ πολυκλήϊδι πλέων ἐπι οἴνοπα πόντον.


Iliad 7.89: ἀνδρὸς μὲν τόδε σῆμα: πάλαι κατατεθνειῶτος .

Commented on by msAint 7.316, msAim 7.312


Iliad 7.90: ὅν ποτ’ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ .

Commented on by msAil 7.317


Iliad 7.91: ὡς ποτέ τις ἐρέει, τὸ δ’ ἐμὸν κλέος οὔ ποτ’ ὀλεῖται:


Iliad 7.92: ὡς έφαθ’ οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ:


Iliad 7.93: αἴδεσθεν μὲν ἀνῄνασθαι . δεῖσαν δ’ ὑποδέχθαι:

Commented on by msA 7.308, msAext 7.318


Iliad 7.94: ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε


Iliad 7.95: νείκει ὀνειδίζων: μέγα δὲ στεναχίζετο θυμῷ:

Commented on by msA 7.307, msAext 7.319, msAim 7.313


Iliad 7.96: ᾤ μοι ἀπειλητῆρες. Ἀχαιΐδες . οὐκέτ’ Ἀχαιοὶ :

Commented on by msA 7.309


Iliad 7.97: ῆ μὲν δὴ λώβη τάδε γ’ ἔσσεται αἰνόθεν αἰνῶς:

Commented on by msAim 7.314


Iliad 7.98: εἰ μή τις Δαναῶν , νῦν Ἕκτορος ἀντίος εῖσιν,


Iliad 7.99: ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε

Commented on by msA 7.310


Iliad 7.100: ἥμενοι αῦθι ἕκαστοι ἀκήριοι. ἀκλεὲς αύτως:


Other texts (16 passages)


Scholia group: msA

msA 7.301: ‡ ὧδε δὲ μυθέομαι: ὅτι οὕτως λέγει ὁ μάρτυρος ἀφ οὗ οἱ μάρτυροι ἀπο δὲ τοῦ μάρτυες μάρτυρες :

Comments on 7.76


msA 7.302: σῶμα δὲ οἴκαδ’ εμὸν ὅτι καθόλου δια πυρὸς οἶδεν γινομένας τὰς ταφάς:

Comments on 7.79


msA 7.303: ὄφρα ε ταρχέσωσι κάρη κομόωντες Ἀχαιοί διαστολαι Ἀχαιοί Ἑλλησπόντῳ καὶ κοινὸν κατα πάντων τὸ ὄφρα ἵνα ταρχύσωσι καὶ χέωσι καὶ εἴπῃ ποτε τις

Comments on 7.85-7.86


msA 7.305: σῆμα τέ οι χεύσωσι ὅτι οὐ καπεκομίζετο τὰ ὀστᾷ εἰς τὰς πριδας πλατεῖ δὲ καθ ὃ μερος ἐστι πλατυς : καὶ ἀντι τοῦ παρα πλατεῖ ⁑

Comments on 7.86


msA 7.306: Ἀθάμας ὁ Αιόλου μὲν παῖς: βασιλεὺς δὲ Θηβῶν γήμας Νῶ τὴν Κάδμου παῖδα παῖδας ἔσχεν δύο Λέαρχον καὶ Μελικέρτην : κατα Ἥρας δὲ πρόσταγμα ἀποπεμψάμενος τὴν Η̈νῶ καὶ ἐπιγήμας: Νεφέλῃ ἔσχεν ἐξ αυτῆς δύο παῖδας Ἕλλην τε καὶ Φρίξον : μιγνύμενον δὲ αὐτὸν λάθρα τῇ Ἰνοῖ , καταπτεύσασα ἡ Νεφέλη ᾤχετο: πάλιν δὲ τῆς οἰκιας ἐπικρατήσασα ἡ Ϊνῶ ἐπεβούλευσε τοῖς τῆς Νεφέλης παισιν: εὑροῦσα δέ τίνα μηχανὴν ἔφρυγε τὰ σπέρματα καὶ δῆ πολλῆς ούσης ἀκαρπίας ἐν τῇ χώρα ἔπεμπον οἱ Αθηναῖοι εἰς Πυθῶ θεοπρόπους: ἡ δὲ Ἴνῶ συνέπεισε τούτους τεχνήσασθαι τινα χρησμὸν κατ τοῦ Φρίξου ὡς θῦμα τῆς αὐτοῦ ρ γονῆς λαβεῖν. ἀπαλλαγήσεσθαι δὲ καὶ τοῦ δεινοῦ: πυθόμενος οὖν παρα τῶν θεοπρόπων ὁ Ἀθάμας τὸ λόγιον μετὰ πέμπεται ἐκ τῶν αγρῶν τὸν Φρίξον : πρόφασιν δὲ ἐκέλευσεν αὐτὸν ἄγειν ὅτι κάλλιστον πρόβατον εν τοῖς θρέμμασιν εἰς ἱερουργίαν ὑπάρχει: θυμολογεῖται δὲ ὅτι παραγενομένω τῷ Φρίξω μετα τῆς ἀδελφῆς κατά τινος δαίμονος ἐπιφάνειαν: ἀνθρωπίνῃ φωνῆ λαλῆσαι τὸν κριὸν καὶ πᾶσαν αὐτῷ τὴν ἐπιβουλὴν ἀναγγεῖλαι. κελεῦσαι τὲ αὐτῷ μετα τῆς ἀδελφῆς περικαθίσαι τὰ νῶτα ὅπως τὸν ἐπικείμενον κίνδυνον ἐκφυγεῖν δυνηθῶσιν, οἷς καὶ γενομένου λέγεται τὸν κριὸν μετα πολλῆς βίας δια μέσου τοῦ ἀέρος ποιήσασθαι τὴν πορείαν: τὴν δὲ Ἕλλην μη δυναμένην ἀντέχειν καταπεσεῖν εἰς τὸ υπκείμενον πέλαγος προσαγορευθῆναι δὲ δια τὴν προεἰρημένην Ἐλλήσποντον : τὸν δὲ κριὸν κομίσαντα εἰς Κόλχους ἐκ τοῦ πόντου τὸν Φρίξον τελευτῆσαι επι τούτῳ λεγεται τὸ δέρας τοὺς Ἀργοναύτας ἀποσταλῆναι ἀπο τῆς Θετταλίας μετα Ϊάσονος . τὸν δὲ Ἀθάμαντα πυθόμενον φασὶν ἕκαστον τῶν συντεθέντων υπ τῆς Ινοῦς μὴ φείσασθαι μηδὲ τῶν εξ αυτῆς γεννομένων αὐτῷ παίδων. ἀλλ αυτοχειρὶ μὲν ἀποκτεῖναι Λέαρχον : ἐπιδιώξαι δὲ μετὰ ξίφους καὶ τῆς Ϊνῶ . τὴν δὲ κατλαμβανομένην σρίαν ἐπισπάσασθαι σὺν τῷ υἱεῖ ῥίψασαν ἑαυτὴν εἰς τὴν θάλασσαν: καὶ τυχεῖν εκ θεών τῶν εναλίων θυμῶν : ὕστερον δὲ αὐτὴν προσαγορευθῆναι διὰ τ εκ τῆς θαλασσης ἀφρον Λευκοθέαν τον δὲ Μελικέρτην Παλαίμονα εῖναι δὲ αὐτὸν ἀπτῆρα τῶν τὸ πελαγος πλεόντων ανων : ἡ ϊστορία παρὰ Φιλοστεφά ⁑

Comments on 7.86


msA 7.307: νείκει ὀνειδίζων: ἔν τισι τῶν υπμνημάτων νεῖκε ὀνειδίζων ἔξω τοῦ ϊ ὥστε κατ συναλιφὴν νοεῖσθαι τὸ ὑγιὲς νείκεε ⁑

Comments on 7.95


msA 7.308: αἴδεσθεν μὲν ἀνήνασθαι: αἴδες μέν. δειλῶν γὰρ. δεῖσαν δὲ δια τὰς σπονδάς: ῆ περιμένοντες κέλευσιν ὡς δῆλον επι τῶν εξῆς ἡ υπ θυ ωρμῆσθαι αὐτὸν ὑπονοοῦντες: ἢ δια τὸ νὺξ δ’ ήδη τελέθει καὶ παροιμία, ὅ τοι θρασὺς προς ἔργον ἐκ πολλοῦ κακός : ὁ Ἐπίχαρμος , ὅ τοι κακός θαρρεῖ μάλ’ αὐτόθεν ἔπειτα φεύγει . ἐστιν δὲ τὸ ὑπο ἰ̈σόκωλον ὅ πέρ ἐστι φράσις δύο ἠ πλειόνων κώλων ἀπηκριβωμένων ἀλλήλοις πρὸς ἀντιστρόφου ἐμφέρειαν. δεύτερον δὲ χρὴ ξεῖνον παρεόντα : τρίτον, ὁμοιόπτωτον. καὶ ὁμότονον: Ὕλλῳ ἐπ’ ἰ̈χθυόεντι τινὲς δείσαντος Ἀγαμέμνονα ὡς καὶ σιγῇ δειδιότες ⁑

Comments on 7.93


msA 7.309: ἀπειλητήρες : καυχησταί, ἀπειλεῖν εἱδότες ἐπαγγέλλεσθαι τοὺς δε τοιούτους καὶ καυχηματίας λέγουσιν ἐν ἄλλω ὑβρίσται ⁑

Comments on 7.96


Scholia group: msAim

msAim 7.311: οτ αντ τοῦ λαχεῖν ποιήσωσιν ἀναδιπλασιασμος λελαχωσι ⁑

Comments on 7.80


msAim 7.312: Αρισταρχ δια τοῦ η κατατεθνῃῶτος :

Comments on 7.89


msAim 7.313: ἔν τίσιν, νείκε ὀνειδίζων

Comments on 7.95


msAim 7.314: ἐκ δεινοῦ δεινά ἠ καὶ τῶν δεὶνῶν δεινότερα: τῶν δεινοτάτων. δεινή ἔστιν ἡ λώβη ⁑

Comments on 7.97


Scholia group: msAint

msAint 7.315: οτ θηλυκῶς τὴν Ἴλιον ⁑

Comments on 7.82


msAint 7.316: οτ ὁ μέν αντ τοῦ δε ὅ εστιν αντ τοῦ δή :

Comments on 7.89


Scholia group: msAext

msAext 7.318: ἀνήνασθαι

Comments on 7.93


msAext 7.319: ε στεναχιζετο

Comments on 7.95


previousnext
msA 92rmsA 93r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1