Venetus A (Marciana 454 = 822), folio 98, recto
previous | next |
---|---|
msA 97v | msA 98v |
Iliad text (25 lines)
Iliad 7.352: ψευσάμενοι μαχόμεσθα: τῶ οὔ νύ̆ τι κέρδιον ἥμιν
Iliad 7.353: ἔλπομαι ἐκτελέεσθαι. ἵνα μὴ ῥέξομεν ὧδε:
Commented on by msA 7.2043, msAim 7.2047
Iliad 7.354: ἤτοι ὅ γ’ ὡς εἰπὼν κα’ τὰρ ἕζετο: τοῖσι δ’ ἀνέστη
Iliad 7.355: δῖος Ἀλέξανδρος , Ἑλένης πόσις ἠϋκόμοιο:
Iliad 7.356: ὅς μιν ἀμειβόμενος. ἔπεα πτερόεντα προσηύδᾱ:
Iliad 7.357: Ἀντῆνορ , σὺ μὲν οὐκ ἔτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις:
Iliad 7.358: οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι:
Iliad 7.359: εἰ δ’ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις.
Commented on by msAint 7.2050, msA 7.2044
Iliad 7.360: ἐξ άρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί:
Iliad 7.361: αὐτὰρ ἐγὼ Τρώεσσι μεθ’ ἱπποδάμοις ἀγορεύσω:
Iliad 7.362: ἀντικρὺ δ’ ἀπόφημι: γυναῖκα μὲν οὐκ ἀποδώσω:
Commented on by msA 7.2045
Iliad 7.363: κτήματα δ’. ὅσσ’ ἀγόμην ἐξ Άργεος ἡμέτερον δῶ.
Iliad 7.364: παντ’ ἐθέλω δόμεναι: καὶ ἔτ’ οἴκοθεν ἄλλ’ ἐπιθεῖναι.
Iliad 7.365: ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ ὰρ ἕζετο. τοῖσι δ’ ἀνέστη
Iliad 7.366: Δαρδανίδης Πρίαμος , θεόφιν μήστωρ ἀτάλαντος:
Iliad 7.367: ὅ σφιν ἔϋφρονέων ἀγορήσατο καὶ μετέειπεν:
Commented on by msA 7.2046, msAext 7.2049
Iliad 7.370: νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν. ὡς τὸ πάρος περ:
Commented on by msAim 7.2048
Iliad 7.371: καὶ φυλακῆς μνήσασθε. καὶ ἐγρήγορθε ἕκαστος:
Iliad 7.372: ἠῶθεν δ’ Ἰ̈δαῖος ἴτω κοίλᾱς ἐπὶ νῆας
Iliad 7.373: εἰπέμεν’ Ἀτρείδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
Iliad 7.374: μῦθον Ἀλεξάνδροιο . τοῦ εἵνεκα νεῖκος ὄρωρε:
Iliad 7.375: καὶ δὲ τόδ’ εἰπέμεναι πυκινὸν ἔπος. αἴ κ’ ἐθέλωσι
Iliad 7.376: παύσασθαι πολέμοιο δυσηχέος, εἰς ό κε, νεκροὺς
Iliad 7.377: κείομεν: ὕστερον αῦτε μαχησόμεθ’, εἰς ὅ κε δαίμων
Iliad 7.378: ἄμμε διακρίνῃ, δῴη δ’ ἑτέροισί γε νίκην:
Other texts (7 passages)
Scholia group: msA
msA 7.2043: ‡ ἕλπομαι ἐκτελέεσθαι: ἀθετεῖται, ὅτι ἀγνόήσας τίς ὅτι ὑπακοῦσαι δεῖ τῷ οὐ νύ τι κέρδιον ἡμίν τὸ ἔσται ὡς ἐλλείποντος τοῦ λόγου πρὸς ἀνεπλήρωσεν καὶ ὅτι τὸ ἵνα οὐχ Ὁμηρικῶς παρείληπται ἀντι τοῦ ἐάν ⁑
Comments on 7.353
msA 7.2044: ει δ’ ετεον δὴ τοῦτον ἀπο σπουδ αγορεύεις ⁑ ὑποστικτέον κατα τὸ τέλος τοῦ στίχου καὶ γραπτέον τὴν ἀρχὴν μετα τοῦ δε συνδέσμου εἰ δ’ ἑτεὸν δὴ τοῦτον : τὸ γὰρ ἀσύνδετον ἀπρεπὲς ἐνθάδε
Comments on 7.359
msA 7.2045: ἀπόφημι. ὡς ἄπειμι : τὰ γὰρ ὀξυνόμενα τῶν ῥημάτων ἐν τῇ συνθέσει ἀναδίδωσι τὸν τόνον ⁑
Comments on 7.362
msA 7.2046: εν αλλω καὶ ενταυθ ουτοι οἱ στιχου κεινται: κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει:
Comments on 7.367
Scholia group: msAim
msAim 7.2047: Αρισταρχ ἐκτελέεσθαι ἵνα ἄν μὴ
Comments on 7.353
msAim 7.2048: γράφεται κατα στρατόν :
Comments on 7.370
Scholia group: msAint
msAint 7.2050: ουτ Ἀρίσταρχ ἄλλοι δίχα τοῦ δ’ εἰ ετέον :
Comments on 7.359
previous | next |
---|---|
msA 97v | msA 98v |