Venetus A (Marciana 454 = 822), folio 98, verso
previous | next |
---|---|
msA 98r | msA 99r |
Iliad text (26 lines)
Iliad 7.379: ὡς ἔφαθ’, οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο:
Iliad 7.381: ἠῶθεν δ’ Ἰ̈δαῖος ἔβη κοίλας ἐπὶ νῆας:
Iliad 7.382: τοὺς δ’ εὗρ’ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος
Iliad 7.383: νηῒ παρα πρύμνη. Ἀγαμέμνονος : αὐτὰρ ὃ τοῖσι
Iliad 7.384: στὰς ἐν μέσσοισιν μετεφώνεεν. ἠπύτα κῆρυξ:
Iliad 7.385:
Commented on by msA 7.4005
Iliad 7.386: ἠνώγει Πρίαμος τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ
Iliad 7.387: εἰπεῖν. αἴ κε περ ὕμμι φίλον καὶ ἡδὺ γένοιτο
Iliad 7.388: μῦθον Ἀλεξάνδροιο , τοῦ εἵνεκα νεῖκος όρωρε.
Iliad 7.389: κτήματα μὲν ὅσσ’ Ἀλέξανδρος κοίλῃς ἐνι νηυσὶν
Iliad 7.390: ἠγάγετο Τροίηνδ’ ὡς πρὶν ὤφελλ’ ἀπολέσθαι.
Commented on by msA 7.3025
Iliad 7.391: πάντ’ ἐθέλει δόμεναι. καὶ ἔτ’ οἴκοθεν ἄλλ’ ἐπιθεῖναι,
Iliad 7.392: κουριδίην δ’ ἄλοχον Μενελάου κυδαλίμοιο
Commented on by msAint 7.3004
Iliad 7.393: οὐ φησίν δώσειν, ῆ μὴν Τρῶές γε κέλονται
Commented on by msA 7.3001, msAim 7.3002
Iliad 7.394: καὶ δὲ τόδ’ ἠνώγεον εἰπεῖν ἔπος αἴ κ’ ἐθέλητε
Iliad 7.395: παύσασθαι πολέμοιο δυσηχέος. εἰς ό κε νεκροὺς
Iliad 7.396: κείομεν, ὕστερον αὖτε μαχησόμεθ’, εἰς ό κε δαίμων
Iliad 7.397: ἄμμε διακρίνῃ, δῴη δ’ ἑτέροισί γε νίκην.
Iliad 7.398: Ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
Iliad 7.399: ὀψὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης :
Iliad 7.400: μήτ’ άρ τις νῦν κτήματ’ Ἀλεξάνδροιο δεχέσθω.
Iliad 7.401: μήθ’ Ἑλένην : γνωτὸν δὲ καὶ ὁς μάλα νήπιός ἐστιν
Iliad 7.402: ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείραθ’ ἑφῆπται:
Commented on by msAint 7.3005
Iliad 7.403: Ὡς ἔφαθ’. οἱ δ’ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν ,
Iliad 7.404: μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο:
Iliad 7.405: καὶ τότ’ ἂρ Ἰ̈δαῖον προσέφη κρείων Ἀγαμέμνων :
Other texts (5 passages)
Scholia group: msA
msA 7.3000: ‡ ἠγαγετο: ὅτι σαφῶς ὑπο τῶν Τρώων ἐμίσετο Ἀλεξανδρος προς Ζηνόδοτον γράφοντα: ἀλλὰ μᾶλλον Τρῶες ἐλεήμονες τὸ ὡς πρὶν ὤφελ’ ἀπολεσθαι , εἴτε καὶ τοῖς Ἕλλησιν εἰς επήκοον λέγει ὁ κήρυξ προς τὸ συγγνωμωνεῖν τοῖς ἄλλοις Τρωσὶν ὡς καὶ αὐτοῖς ὀργιζόμενοις: ἔιτε καθ ἑαυτὸν καὶ ἡρέμα ὡς Δημόκριτος ἀξιοῖ ἀπρεπές ἡγησάμενος τὸ φανερῶς λέγεσθαι ἀμφότερα προστικτεόν ὡς διαμέσου ἀναπεφωννημένου τὸ γὰρ ἑξῆς ἠγάγετο Τροιὴνδε πάντ’ ἐθελει δόμεναι ⁑
Comments on 7.390-7.391
msA 7.3001: ῆ μὶν Τρῶες περισπᾶται ὁ ῆ ἰσοδυναμεῖ γὰρ βεβαιωτικῷ ὅμοιον δὲ ἐστι τὸ καὶ ῆ μὴν καὶ πόνος ἐστιν ⁑
Comments on 7.393
Scholia group: msAint
msAint 7.3004: οτ οὐ προγεγάμηται ἑτέρω καθ Ὅμηρον ἡ Ἑλένη ⁑
Comments on 7.392
Scholia group: msA
msA 7.4004: έν αλλων και ουος ὁ στιχ Β δόρπον επει τ’ ειλοντο κατα στρατὸν ἐν τελέεσσιν:
Comments on 7.380
msA 7.4005: εν αλλω ἐϋκνημιδες Αχαιοί
Comments on 7.385
previous | next |
---|---|
msA 98r | msA 99r |