Venetus A (Marciana 454 = 822), folio 116, recto
previous | next |
---|---|
msA 115v | msA 116v |
Iliad text (25 lines)
Iliad 9.225: χαῖρ’ Ἀχιλεῦ : δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευῆς
Commented on by msA 9.254, msA 9.255, msAext 9.262, msAim 9.260
Iliad 9.222: αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο:
Commented on by msA 9.250, msA 9.251, msAim 9.259
Iliad 9.224: πλησάμενος δ’ οἴνοιο δέπας. δείδεκτ’ Ἀχιλῆα :
Commented on by msA 9.253
Iliad 9.219: τοίχου τοῦ ἑτέροιο: θεοῖσι δὲ θῦσαι ἀνώγει
Iliad 9.212: αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη. καὶ φλὸξ ἐμαράνθη.
Commented on by msA 9.243
Iliad 9.232: ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο
Commented on by msAil 9.269
Iliad 9.233: Τρῶες ὑπέρθυμοι. τηλεκλειτοί τ’ ἐπίκουροι.
Iliad 9.234: κειάμενοι πυρὰ πολλὰ κατα στρατόν: οὐδ’ ἔτι φασὶ
Iliad 9.223: νεῦσ’ Αἴας Φοίνικι : νόησε δὲ δῖος Ὀδυσσεύς .
Iliad 9.226: ἠμὲν ἐνι κλισίῃ Ἀγαμέμνονος Ἀτρείδαο
Commented on by msA 9.256
Iliad 9.221: οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ί̈αλλον:
Commented on by msAil 9.265
Iliad 9.228: δαίνυσθ’. ἀλλ’ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν:
Commented on by msAil 9.266
Iliad 9.229: ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες
Iliad 9.227: ἠδὲ καὶ ἐνθάδε νῦν. πάρα γὰρ μενοεικέα πολλὰ
Iliad 9.230: δείδιμεν: ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι
Commented on by msA 9.257, msAil 9.267
Iliad 9.231: νῆας ἐϋσσέλμους. εἰ μὴ σύ γε δύσεαι ἀλκήν:
Commented on by msAil 9.268
Iliad 9.211: πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα. ἰ̈σόθεος φώς:
Iliad 9.220: Πάτροκλον ὃν ἑταῖρον: ὁ δ’ ἐν πυρὶ βάλλε θυηλάς:
Commented on by msA 9.249, msAil 9.264
Iliad 9.217: καλοῖς ἐν κανέοισιν: ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς :
Iliad 9.218: αὐτὸς δ’ ἀντίον ί̈ζεν Ὀδυσσῆος θείοιο
Iliad 9.216: Πάτροκλος μὲν σῖτον ἑλὼν. ἐπένειμε τραπέζῃ.
Iliad 9.214: πάσσε δ’ ἁλὸς θείοιο. κρατευτά̄ων ἐπαείρᾱς:
Commented on by msA 9.244, msA 9.245, msAil 9.263, msAim 9.258
Iliad 9.215: αὐτὰρ ἐπεί ῥ’ ὠπτησε: καὶ εὶν ἑλεοῖσιν ἔχευεν:
Commented on by msAint 9.261, msA 9.246
Iliad 9.213: ἀνθρακιὴν στορέσας. ὀβελοὺς ἐφ’ ύπερθε τάνυσσε:
Iliad 9.210: καὶ τὰ μὲν εὖ, μίστυλλε. καὶ ἀμφ’ οβελοῖσιν ἔπειρε:
Other texts (28 passages)
Scholia group: msA
msA 9.243: ‡ αὐτὰρ ἐπεὶ κατα πῦρ εκάη: ὅτι ἔν τισι γράφεται αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο παύσατο δὲ φλόξ : γελοῖον δὲ πυρὸς ἄνθος ὡς ῥόδων ἄνθος τοῦ ποιητοῦ τὸ πῦρ δεινοποιήσαντος ⁑
Comments on 9.212
msA 9.244: πάσσε δ’ ἁλὸς θείοιο θείους κέκληκεν τοὺς ἅλλας δια τὸ άσηπτα τηρεῖν τὰ πασθέντα ⁑
Comments on 9.214
msA 9.245: κρατουτάων τῶν βάσεων ὅ ἐστι τῶν λίθων ἐφ’ ὧν οἱ οβελίσκοι τίθενται τῶν κρεῶν ὁπτωμενων : οἱ δὲ τῶν λαβων τῶν οβελίσκων εἶπον κακῶς :
Comments on 9.214
msA 9.246: εἰν ἐλεοῖσιν: ἐπιμήκεσι τραπεζίοις ἤτοι μαγειρικοῖς: δασύνεται δέ ἀπο γὰρ τοῦ ἑλεῖν, ῆ ὅτι ἐξ ελείων ῥάβδων ἦσαν πεπλεγμέναι ἢ ἐπεὶ ἐλιπαίνετο ἐκ τῆς πημελῆς ⁑
Comments on 9.215
msA 9.247: θῦσαι ἀνώγει: ὅτι θῦσαι οὐ σφάξαι οὐ Τιμόθεος ὑπέλαβεν καὶ Φιλόξενος ὁμοίως τῇ ἡμετέρα, συνηθεία: ἀλλα θυμιᾶσαι, καὶ ὅτι θυηλάς τὰς ἐπιθυομενας ἀπαρχὰς καὶ ἐν Οδ . ῆ ρα. καὶ ἄργματα θύσε θεοῖς αἰεὶ τῇ ἡμετέρα, συνηθεία, ἀλλα θυμιάσαι: καὶ ὅτι θυηλάς τὰς ἐπιθυομένας ἀπαρχᾶς καὶ ἐν Ὀδ γενέτῃσιν .
Comments on 9.219
msA 9.248: θῦσαι ἀνώγει ἀπάρξασθαι: δεισιδαίμων δὲ ὃς καὶ τροφῆς τοῖς θεοῖς ἀπάρχεται καὶ ἀποπλεύσεσθαι λέγει αὔριον ἱρὰ Διῒ ρέξας καὶ χηλοῦ δ’ ἀπο πῶμ’ ἀνέῳγεν :
Comments on 9.219
msA 9.249: θυηλάς: ὡς ἀπαρχὰς. τὰ δὲ δια τοῦ ήλη μονογενῆ ὑπερ δύο συλλαβὰς καὶ ὀξύνεται ὥσπερ τὸ γαμφηλή θυηλή καὶ βαρύνεται ὡς τὸ ἀνθήλη ⁑
Comments on 9.220
msA 9.250: αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος: εἰς δύο στάσεις διεῖλε τὸν λόγον τὴν παρορμητικήν τραγῳδήσας τὰς συμφορὰς εἰς τὸ καλὸν καὶ ἀναγκαῖον καὶ συμφέρον ποιήσας τὴν παρόρμησιν, καὶ εἰς τὴν ἀλλοιωτικὴν ἦς μέρος τὸ ὑπαλλακτικὸν ἀντι γὰρ Ἀγαμέμνον τὴν στρατιὰν ἔλαβεν κυκλικώτερον δὲ κατακέχρηται τῷ στίχῳ δεδειπνικότων αὐτῶν πρὸ ολίγου οὐ γὰρ ἤρων δαιτός ⁑
Comments on 9.222
msA 9.251: αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος φαίνονται καὶ παρ’ Ἀγαμέμνονι πρὶν επι τὴν πρεσβείαν στείλασθαι δειπνοῦντες: φησὶ γοῦν αὐτὰρ ἐπεὶ σπεῖσάν τ’ ἔπιόν θ’ ὅσον ἤθελε θυμός, ὡρμῶντ’ ἐκ κλη̈σίης ἄμεινον οῦν εῖχεν ἄν φησὶν ὁ Ἀρίσταρχος ἐγέγραπτο ἂψ ἐπάσαντο ῆ ἐψ επάσαντο ἵν ὅσον χαρίσασθαι τῷ Ἀχιλλεῖ γεύσασθαι μόνον καὶ μὴ εἰς κόρον ἐσθίειν καὶ πίνειν λέγωνται: ἀλλ ὅμως ὑπο περιττῆς εὐλαβείας οὐδὲν μετέθηκεν ἐν πολλαῖς οὔτως εὑρὼν φερομένην τὴν γραφήν ⁑
Comments on 9.222
msA 9.252: νεὺσ’ Αἴας Φοίνικι : διενεύσατο φησιν ὁ Αἴας τῳ Φοίνικι , εἰ καιρὸς ἐστι τῶν προς Ἀχιλλέα λόγων, ἐνόησε δὲ Ὀδυσσεύς
Comments on 9.223
msA 9.253: πλησάμενος δ’ οἴνοιο: προς τὸ ἔθος ὅτι πλήρη καὶ οὐκ ένα προύπινον ὀρέγοντες τὰ ποτήρια: δεῖ δε νοῆσαι ὅτι κατα τὸ σιωπώμενον ἑδέξατο ὁ Ἀχιλλεύς ἰδίως δε οὐχ ὑπέθεικε καί μιν φωνήσας ⁑
Comments on 9.224
msA 9.254: χαῖρ’ Ἀχιλεῦ δαιτὸς μὲν ἐΐσης. οὐκ επιδευής ἠμὲν ἐνι κλισίῃ Ἀγαμέμνονος Ἀτρείδαο : ἠδὲ καὶ ἐνθάδε νῦν. τὸ ἑξῆς ἔστι δαιτὸς μὲν ἐΐσης οὐκ επιδευεῖς , ἀλ’λ οὐ δαιτὸς, ἐπηράτου ἔργα μέμηλεν: ἀλλὰ λίην μέγα πῆμα ἐκεῖνα γὰρ μεταξὺ τέθειται ἠμὲν ἐνι κλισίῃ Ἀγαμέμνονος Ἀτρείδαο ἠδὲ καὶ ἐνθάδε νῦν ουτ Ἡρωδιανός ⁑
Comments on 9.225
msA 9.255: χαῖρ’ Ἀχιλεῦ : ὅτι προστιθέασι τὸ ς οὐκ ἐπιδευεῖς κακῶς: οὗτοι δὲ καὶ τὸ εξῆς περισπῶσιν ῆμεν ἐν κλισίῃ ἵν’ ᾗ ῆμεν ἐτυγχάνομεν: Ἀρίσταρχ δὲ χω τοῦ ς ⁑
Comments on 9.225
msA 9.256: ἡμὲν ἐνι κλισίῃ. δια τί τὸν ἐχθρὸν οὕτως ὠνόμασε προπετῶς οὐ προθεπαρευσας: ῥητέον οὖν. ὅτι εἴ τε ἐν δεικνύμενος Ἀχιλλεῖ ὅτι πρώτερον ὑβρίσας ϊκετης καθέστηκεν: ῆ πάνυ ῥητορικῶς ὁ ἀνὴρ εἰς φιλίαν ἄγει τοὺς ἀμφοτέρους καὶ τῇ τραπεζη δυσωπῶν καὶ μονονουχὶ τοῦτο λέγων ὡς ὁμόσιτος αὐτῷ δι ἡμῶν γεγενῆσθαι καὶ γὰρ ἐκείνοῦ καὶ σοῦ μετεσχήκ τραπέζης ⁑
Comments on 9.226
msA 9.257: ἐν δοιῇ: ἐν δισταγμῷ ἐν διχοστασίᾳ περισπαστέον δέ. δοτικὴ γὰρ ἀκόλουθος εὐθείαι τῆ δοιός οὐ τὸ θηλυεαι δοιή ⁑
Comments on 9.230
Scholia group: msAim
msAim 9.258: Ἀρίσταρχ ἀπαείρας ἀπο τῶν κρατευτάων άρας ⁑
Comments on 9.214
msAim 9.259: άμεινον φησὶν εἶχεν Αρισταρχος εἰ ἐγέγραπτο ὰψ επάσαντο ⁑
Comments on 9.222
msAim 9.260: γράφεται εῖς ⁑
Comments on 9.225
Scholia group: msAint
msAint 9.261: ἐν αλλω ἔθηκεν:
Comments on 9.215
Scholia group: msAext
msAext 9.262: δευεῖς:
Comments on 9.225
Scholia group: msAil
msAil 9.263: τῶ βάσεῶν
Comments on 9.214
msAil 9.264: τὰς ἀπαρχάσ
Comments on 9.220
msAil 9.265: βρώματα
Comments on 9.221
msAil 9.266: ἐπιθυμητῆς
Comments on 9.228
msAil 9.267: εν δισταγμῶ
Comments on 9.230
msAil 9.268: ἀναλάβεις τὴν δυνάμιν σου ⁑
Comments on 9.231
msAil 9.269: τὸν αὐλισμὸν ἐποίησαν ἐστρατοπαιδεύσαντο ⁑
Comments on 9.232
Scholia group: msA
msA 9.686: ζητεῖται δέ διὰ τί προαρπαζει τὸν λόγον ὁ Ὀδυσσευς ῥητέον δὲ ὅτι καὶ μα εἰκότως: οὐ δε γὰρ μία ἢν ἐλπὶς προ ἀπο τυχόντων τῶν οἱ κείων αυτου ἐβούλετο δὲ προ ἐκκενώσας τὴν ὀργην ἀναγκάσαι τί τοῖς οἰκείοις προσδοθῆναι χάριτος ⁑
Comments on 9.223
previous | next |
---|---|
msA 115v | msA 116v |