Venetus A (Marciana 454 = 822), folio 116, verso
previous | next |
---|---|
msA 116r | msA 117r |
Iliad text (25 lines)
Iliad 9.236: Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων
Commented on by msA 9.270
Iliad 9.254: τέκνον ἐμὸν. κάρτος μὲν Ἀθηναίη τὲ καὶ Ἥρη
Commented on by msAim 9.285
Iliad 9.242: αὐτάς τ’ ἐμπρήσειν μαλεροῦ πυρός: αὐτὰρ Ἀχαιοὺς
Commented on by msAint 9.287, msAim 9.282
Iliad 9.241: στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα:
Iliad 9.246: φθίσθαι ἐνὶ Τροίῃ , ἑκὰς Ἄργεος ἱπποβότοιο:
Commented on by msAext 9.288
Iliad 9.235: σχήσεσθ’, ἀλ’λ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
Commented on by msAint 9.286, msAim 9.280
Iliad 9.239: ἀνέρας. οὐδὲ θεούς: κρατερὴ δέ ἑ λύσσα δέδυκεν.
Commented on by msA 9.272, msAim 9.281
Iliad 9.256: ἴ̈σχειν ἐν στήθεσσι: φιλοφροσύνη γὰρ ἀμείνων:
Commented on by msA 9.279
Iliad 9.257: ληγέμεναι δ’ ἔριδος κακομηχάνου. ὄφρά σε μᾶλλον:
Iliad 9.250: ῥεχθέντος κακοῦ ἔστ’ ἄκος εὑρεῖν: ἀλλὰ πολὺ πρὶν
Iliad 9.255: δώσουσ’ αἴ κ’ ἐθέλωσι. σὺ δὲ μεγαλήτορα θυμὸν
Commented on by msA 9.278
Iliad 9.258: τίωσ’ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες:
Iliad 9.237: ἀστράπτει: Ἕκτωρ δὲ μέγα, σθένεϊ βλεμεαίνων
Iliad 9.238: μαίνεται ἐκπάγλως. πίσυνος Διῒ , οὐδέ τι τίει
Commented on by msA 9.271
Iliad 9.240: ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν:
Commented on by msA 9.273
Iliad 9.244: ταῦτ’ αἰνῶς δείδοικα κατα φρένα: μή οἱ ἀπειλὰς
Commented on by msAim 9.283
Iliad 9.247: ἀλλ`’ ἄνα: εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν
Commented on by msAil 9.290, msAil 9.291, msAim 9.284
Iliad 9.251: φράζευ, ὅπως Δαναοῖσιν ἀλεξήσηις κακὸν ἦμαρ:
Iliad 9.243: δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.
Iliad 9.245: ἐκτελέσωσι θεοὶ: ἡμῖν δὲ δὴ αἴσιμον εἴη
Commented on by msAil 9.289
Iliad 9.248: τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ
Iliad 9.252: ὦ πέπον: ῆ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς
Commented on by msA 9.277
Iliad 9.249: αὐτῷ τοι μετόπισθ’ ἄχος ἔσσεται: οὐδέ τι μῆχος.
Commented on by msA 9.276
Iliad 9.259: ὡς ἐπέτελλ’ ὁ γέρων. σὺ δὲ λήθεαι: ἀλλ’ τι καὶ νῦν
Iliad 9.253: ἤματι τῷ: ὅτε σ’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε:
Other texts (22 passages)
Scholia group: msA
msA 9.270: ‡ἐνδέξια: Ἀρίσταρχος ὑφ’ ἓν μέρος λόγου τὸ ἐνδέξιᾳ ἐπι τὴν δε συλλαβὴν τὴν ὀξεῖαν ποιῶν: ὁ δὲ Ἀσκαλωνίτης κατα παρολκὴν παραλαμβάνει τὴν ἔν πρόθεσιν ὥστε εἶναι δεξιὰ σήματα φαίνων: ἅμεινον δὲ τὸ πρότερον ⁑
Comments on 9.236
msA 9.271: οὐδέ τι τίσι: εὐτελίζει φησὶν οὐ μόνον ἀνθρώπους: ἀλλὰ καὶ θεους, τῆ δὲ ὑπερβολῇ τὸ μέγεθος τῆς ὑπερηφανίας αὐτοῦ ἐδήλωσεν ⁑
Comments on 9.238
msA 9.272: λύσσα: μανία τὸ ἐναντίον αὐτὸς γὰρ αὐτὴν ἐνδέδυται: εἴρηται δὲ παρα τὸ λύειν τὸν νοῦν: ἐρεθισμὸς δὲ ὁ τῶν ἐχθρῶν ἔπαινος ⁑
Comments on 9.239
msA 9.273: ἠῶ δίαν: τὴν ἠῶ κατ’ αἰτιατικὴν πτῶσιν περισπαστέον καὶ τὴν αἰδῶ οὐ μὴν καὶ τὸ Λητῶ καὶ τὰ τοιαῦτα πάντα ἀλλα τὰ μὲν εἰς ω λήγοντα θηλυκὰ ἐπ’ εὐθείας καὶ αἰτιατικῆς ὁμοτονήσει ὀξυνόμενα. τὸ δὲ ἠῶς καὶ αἰδὼς μόνα ἕξει ἐπ αιτιατικῆς τὴν πεσπωμε τάσιν ⁑
Comments on 9.240
msA 9.274: στεῦται γὰρ νηῶν: διορίζεται: στάσιν γὰρ ψυχῆς σημαίνει ἡ λέξις: ἡ δὲ ἐπαναφορὰ τῆς σημειώσεως πρὸς τὸ ἐν Ὀδυσσείᾳ στεῦτο δὲ διψάων ⁑
Comments on 9.241
msA 9.275: ἄκρα κόρυμβα: τὰ τῶν νεῶν ἀκροστό δια τί δὲ πρῶτον ἀποκόπτει εἰ θ’ οὕτως τὸ πῦρ ἐμβάλλει ἐπει δὴ ἐπι τῶν ἀκροστολίων ῆσαν ἀγάλματα καὶ εἰκόνες θεῶν ἐκ κλίνων τὴν θεοχολωσίαν τοῦτο ποιεῖ
Comments on 9.241
msA 9.276: οὐδέ τι μῆχος: οὐδεμία ἐστὶ μηχανὴ τοῦ κακοῦ πραχθέντος θεραπείαν εὑρεῖν: πρὸς τὸ παρὸν δὲ ἡ γνώμη τινὰ γὰρ τῶν κακῶν ἰ̈άσεως ἔτυχεν: ἐπὶ τὸ μῆχος : βραχὺ διασταλτέον σαφέστερον γὰρ ούτω παρίσταται ⁑
Comments on 9.249
msA 9.277: ὦ πέπον: ὁτε μὲν τὸν εὐδιάλυτον δηλοῖ καὶ ἀσθενῆ καὶ ἀσθενῆ: ὁτὲ δὲ τὸν προσηνῆ ἀπὸ τοῦ πεπήρου καὶ ἁπαλοῦ ⁑
Comments on 9.252
msA 9.278: αἵ κ’ ἐθέλωσιν: εὐ καὶ τὸ ἐθέλωσι ὡς οὐ δωσόντων εἰ ἀνάξιος ὀφθείη τῆς δωρεᾶς ⁑
Comments on 9.255
msA 9.279: ἴσχειν: ἐπέχειν παύειν τὸ ἐν τῷ στήθει φησὶ διὰ τὴν καρδίαν αὕτη γὰρ ἐν τῷ στήθει κεῖται οὖσα αἰτία τῆς οργῆς ὡς καὶ ὁ τοῦ θυμοῦ ὅρος δηλοῖ, θυμὸς γάρ ἐστι φησὶ ζέσις τοῦ ἐν καρδίᾳ θερμοῦ πρὸς όρεξιν ἀντιλυπήσεως ⁑
Comments on 9.256
Scholia group: msAim
msAim 9.280: ὅτι ἐπι τῶν Τρώων ἐστίν ἐμπεσοῦνται ταῖς ναυσὶν ἐνσείσουσι:
Comments on 9.235
msAim 9.281: βραχ διασταλτ ἐπι το ανερας.
Comments on 9.239
msAim 9.282: Ἀριστ ἐμπλήσειν ⁑
Comments on 9.242
msAim 9.283: διασταλτέον βραχ φρένας θεοί ⁑
Comments on 9.244
msAim 9.284: σημειοῦνται τινες ὅτι τὴν όλην Πελοπόννησον : οὐκ οῖδεν ὁ ποιητ Ἡσιοδ δὲ ⁑
Comments on 9.247
msAim 9.285: σημειοῦνται τινὲς οτ παρεῖται τὸ τάδε λέγων ⁑
Comments on 9.254
Scholia group: msAint
msAint 9.286: αλλ εμπεσεῖσθε ταῖς ναυσι διώκοντες ἡμὰς:
Comments on 9.235
msAint 9.287: σημειοῦνται τινὲς ἀντι τοῦ μαλερῶ πυρι ⁑
Comments on 9.242
Scholia group: msAext
msAext 9.288: φθεῖσθαι
Comments on 9.246
Scholia group: msAil
msAil 9.289: πεπωμένον
Comments on 9.245
msAil 9.290: εἰ σπουδάζεις
Comments on 9.247
msAil 9.291: εἰ προθυμεῖ
Comments on 9.247
previous | next |
---|---|
msA 116r | msA 117r |