Venetus A (Marciana 454 = 822), folio 14, verso
previous | next |
---|---|
msA 14r | msA 15r |
Iliad text (25 lines)
Iliad 1.126: λαοὺς δ’ οὐκ ἐπέοικε παλίλλογα ταῦτ’ ἐπαγείρειν.
Iliad 1.127: ἀλλὰ σὺ μὲν νῦν τῆνδε θεῷ πρόες: αὐτὰρ Ἀχαιοὶ
Commented on by msAil 1.433
Iliad 1.128: τριπλῇ τετραπλῇ τ’ ἀποτίσομεν, αἴ κέ ποθι Ζεὺς
Commented on by msA 1.415, msA 1.416, msAil 1.434
Iliad 1.129: δῷσι πόλιν τροΐην εὐτείχεον ἐξαλαπάξαι:
Commented on by msA 1.417, msA 1.418, msAil 1.435
Iliad 1.130: τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων :
Iliad 1.131: μὴ δ’ οὕτως ἀγαθός περ ἐὼν θεοείκελ’ Ἀχιλλεῦ
Commented on by msA 1.419, msA 1.420, msAil 1.436, msAil 1.437
Iliad 1.132: κλέπτε, νόῳ. ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις:
Commented on by msAil 1.438
Iliad 1.133: ἦ ἐθέλεις: ὄφρ’ αὐτὸς ἔχῃς γέρας αὐτὰρ ἒμ’ αὔτως
Commented on by msAint 1.431
Iliad 1.134: ἧσθαι δευόμενον, κέλεαι δέ με τῆνδ’ ἀποδοῦναι:
Commented on by msAil 1.439
Iliad 1.135: ἀλλ’ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ
Iliad 1.136: ἄρσαντες κατὰ θυμὸν, ὅπως ἀντάξιον ἔσται.
Commented on by msA 1.422, msAil 1.440
Iliad 1.137: εἰ δέ κε μὴ δώωσιν: ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι:
Commented on by msA 1.423, msAil 1.441
Iliad 1.138: ἢ τεὸν: ἢ Αἴαντος : ἰὼν γέρας: ἢ Ὀδυσῆος
Commented on by msAil 1.442, msAil 1.443, msAil 1.444
Iliad 1.139: ἄξω ἑλών: ὁ δέ κεν κεχολώσεται ὅν κεν, ΐκωμαι.
Commented on by msA 1.424, msAil 1.445, msAil 1.446
Iliad 1.140: ἀλλ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις:
Commented on by msAil 1.447, msAim 1.140
Iliad 1.141: νῦν δ’ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν:
Commented on by msAim 1.429
Iliad 1.142: ἐς δ’ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν: ἐς δ’ ἑκατόμβην
Commented on by msAint 1.432, msAil 1.448
Iliad 1.143: θείομεν: ἂν δ’ αὐτὴν Χρυσηΐδα καλλιπάρηον
Commented on by msA 1.425
Iliad 1.144: βήσομεν: εἷς δέ τις ἀρχὸς. ἀνὴρ βουληφόρος ἔστω:
Commented on by msAim 1.430
Iliad 1.145: ἢ Αἴας . ἢ Ϊδομενεύς : ἢ δῖος Ὀδυσσεὺς :
Iliad 1.146: ἠὲ σὺ Πηλειδη πάντων ἐκπαγλότατ’ ἀνδρῶν:
Iliad 1.147: ὄφρ’ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας:
Commented on by msA 1.426, msAil 1.449
Iliad 1.148: τὸν δ’ ἄρ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς :
Commented on by msA 1.427, msAil 1.450
Iliad 1.149: ᾤμοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον:
Commented on by msA 1.428
Iliad 1.150: πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν :
Other texts (28 passages)
Scholia group: msA
msA 1.411: λαοὺς παρὰ τὸ λάαν: λάας δὲ κατα διάλεκτον ὁ λιθ Προμηθέως παῖς Δευκαλίων γίνεται, οὗτος βασιλεύων τον περὶ τὴν Φθιαν τόπων γαμεῖ Πύρραν τὴν Ἐπιμηθέως καὶ Πανδωρας ἣν ἔπλασαν οἱ θεοὶ πρώτην γυναῖκα καὶ ἐπεὶ δὲ Ζεὺς ἠθέλησε τὸ χαλκὸν γενος ἀπολέσαι ὑποθεμένου Προμηθέως Δευκαλίων τεκτηνάμενος λάρνακα καὶ τὰ επιτήδεια ἐνθεμενος εν αυτῆ μετα Πυρρας ενέβη⁑
Comments on 1.126
msA 1.412: Ζεὺς δὲ πολὺν ὑετὸν ἀπ’ οὐρανοῦ χέας τὰ πλεῖστα μέρη τῆς Ἑλλάδος κατέκλυσεν ὥστε διαφθαρῆναι πάντας ἀνους ὀλίγων χωρὶς οἵτινες συνέφυγον εἰς τὰ πλησίον ὑψηλὰ ὄρη, τότε δὲ καὶ τὰ κατα Θεσσαλίαν στενώματα διέστη, καὶ τὰ ἐκτὸς Ἰσθμοῦ καὶ Πελοποννήσου συνεχύθη πάντα Δευκαλίων δὲ ἐν τῇ λάρνακι διὰ τῆς θαλασσης φερόμενος εφ ημερας ἐννέα καὶ νύκτας ΐσας τῷ Παρνασσῷ περιηχεῖτο κακεῖ τῶν όμβρων παύλαν λαβόντων ἐκβὰς ἔθυσεν Διῒ φυξίῳ: Ζεὺς δὲ πέμψας Ἑρμῆν προς αυτὸν ἐπέτρεψεν αἰτεῖσθαι ὅ τι βούλεται: ὁ δὲ αἰρεῖται ἀνους αὐτῷ γενέσθαι καὶ Διὸς εἰπόντος ὑπερ κεφα ἔβαλλεν αἴρων τοὺς λίθους καὶ οὓς μὲν ἔβαλλεν οὗτος ἄνδρες ἐγίνοντο οὓς δὲ ἡ Πύρρα γυναῖκες⁑
Comments on 1.126
msA 1.413: παλίλλογα οὐ δίκαιόν ἐστιν εἰς τὸ αὐτὸ πάλιν συναγαγεῖν τοὺς Ἕλληνας τὰ ἅπαξ φθάσαντα αὐτοῖς διαμερισθῆναι χρήματα παρα τὸ λέγω ὅθεν καὶ τὸ συλλέγω: τὸ δὲ ταυτα Τυραννίων ὀξύνει:
Comments on 1.126
msA 1.414: ἀλλα σὺ μὲν νῦν τήνδε θεῷ πρόες⁑ ου χάριν αιτεῖ ἀλλ ὡς κακῷ δανειστῇ κεχρηται καὶ διπλᾶ καὶ τριπλᾶ αποδώσειν επαγγελλεται⁑
Comments on 1.127-1.128
msA 1.415: ἀποτίσομεν πιστοῦται τὴν ὑποσχεσιν ὡς δανειου καὶ ἑαυτὸν καθυπογράφει τῷ χρέει⁑
Comments on 1.128
msA 1.416: αἰ κέ ποθι Ζευς ὅτι μεθ υπεξαιρέσεως δεῖ ποιεῖσθαι τὰς ὑποσχέσεις δια τὸ ἄδηλον τῆς τύχης⁑
Comments on 1.128
msA 1.417: δῷσι πόλιν Τροΐην ⁑ ὅτι Ζηνόδοτος γράφει δῶσι πόλιν Τροιην ὡς ἐπι τὴν Ἰλιον βουλόμενος γενέσθαι τὴν ἀναφορὰν ἀπιθάνως: ἄδηλον γὰρ ἢν εἰ έλουσιν αὐτήν, ἐστιν οὖν ὁ λόγος περὶ μιᾶς πόλεως τῶν περιοικων ταύτας γὰρ επορθει ὁ Ἀχιλλεὺς , διὸ καὶ ἐν τρισὶ συλλαβαῖς ἀναγινώσκεται: Ζωΐλος δὲ ὁ Ἀμφιπολίτης καὶ Χρύσιππος ὁ Στωϊκὸς σολοικίζειν οἴονται τὸν ποιητὴν ἀντι ἑνικοῦ πληθυντικῷ χρησάμενον ῥήματι τὸ γὰρ δῷσι φασὶ πληθυντικόν. ἀγνοοῦσι δέ, εστι γὰρ τὸ δῷ ἑνικὸν ἐκτεταμένον ὡς τὸ λέγῃ λέγῃσι φέρη φέρῃσι , τοιοῦτόν ἐστι καὶ τὸ ἐν Οδυσσεία τὸ φῆσιν ἐμὲ γενεσθαι καὶ τὸ εἰσόκε μοι μάλα πάντα πηρ αποδῷσι έεδνα : κἀνταυθα γὰρ ἀποδῷ δι ὃ καὶ τὸ ϊ εχει προσκείμενον μέμνηται αὐτοῦ κἀν τῇ Ορθογραφίᾳ ὁ Ηρῳδιανός ⁑
Comments on 1.129
msA 1.418: Τροΐην ουτ Ἀρίσταρχος τρισυλλα καὶ ἐνθάδε καὶ εν τῇ π Λ τῆς Ὀδυσσείας ήτοι ὅτ’ ἀμφὶ πόλιν Τροΐην φράζευ καὶ επείσθη αὐτῷ ἡ παράδοσις ἐστι δὲ καὶ τὸ τῆς χρήσεως τῆς Ὁμηρικῆς ϊδίωμα παραφυλάξαι οὕτως: ὡς ὅτι εἴ που λέγει τὸ Τροία δισυλλάβως. οὐδέποτε ἐπιφέρει τὸ πόλις οἶον εἰσόκε περ Τροιην διαπέρσομεν . ἔνθα κεν ὑψίπυλον Τροιην ἕλον υἱες , Τροίῃ ἐν νευρείῃ : καὶ ἀλλαχοῦ ἐπι μέντοι τούτων τῶν δύο ὁμοιοπτῶτως ἐπήνεγκε τὸ πόλιν Τροΐην δῷσι πόλιν Τροΐην . καὶ τὸ ἤτοι ἀμφι πόλιν Τροΐην ταῦτα ὁ Ἡρῳδιανός ⁑
Comments on 1.129
Scholia group: msAim
msAim 1.430: βραχὺ διασταλτεον ἐπι τὸ ἀρχός ἵν ῇ ανηρ βουλη αρχὸς ἔστω ⁑
Comments on 1.144
Scholia group: msAint
msAint 1.431: ἐσχιματισεν οὐχ’ ὁμοιως τὸ αὐτὸς ἐπενεγκῶν αὐτὰρ εμ’ αὔτως⁑
Comments on 1.133
msAint 1.432: δια τοῦ ν Ἀρίσταρχος ἑν δ’ ερέτας :
Comments on 1.142
Scholia group: msAil
msAil 1.433: πρόπεψον
Comments on 1.127
msAil 1.434: ἑάν ποτε
Comments on 1.128
msAil 1.435: τρισυλλα
Comments on 1.129
msAil 1.436: γενναῖος
Comments on 1.131
msAil 1.437: εναντιωματικόν
Comments on 1.131
msAil 1.438: παραλογιζου τῇ διανοία
Comments on 1.132
msAil 1.439: καθέζεσθαι
Comments on 1.134
msAil 1.440: τῇ εμῆ ἀξία
Comments on 1.136
msAil 1.441: τοῦ δῶσι διαίρεσις
Comments on 1.137
msAil 1.442: τὴν Βρισηΐδα
Comments on 1.138
msAil 1.443: Τέκμειαν
Comments on 1.138
msAil 1.444: Λαοδίκην
Comments on 1.138
msAil 1.445: οὗτος
Comments on 1.139
msAil 1.446: ἐφ ὃν ἄν
Comments on 1.139
msAil 1.447: καὶ ἐν ϋστέρω βουλευσόμεθ
Comments on 1.140
msAil 1.449: ἐγκλιτ
Comments on 1.147
msAil 1.450: δεινὸν ὑποβλεψάμενος
Comments on 1.148
previous | next |
---|---|
msA 14r | msA 15r |