Venetus A (Marciana 454 = 822), folio 15, recto

previousnext
msA 14vmsA 15v

Iliad text (25 lines)


Iliad 1.151: ἢ ὁδὸν ἐλθέμεναι. ἢ ἀνδράσιν ἶ̈φι μάχεσθαι:

Commented on by msA 1.477


Iliad 1.152: οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ’ ἤλυθον αἰχμητάων

Commented on by msAil 1.152


Iliad 1.153: δεῦρο. μαχησόμενος. ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν:

Commented on by msA 1.478, msAil 1.507


Iliad 1.154: οὐ γαρ πώποτ’ ἐμὰς βοῦς ἤλασαν: οὐδὲ μὲν ἵππους:

Commented on by msA 1.479


Iliad 1.155: οὐδέ ποτ’ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ

Commented on by msAil 1.508


Iliad 1.156: καρπὸν ἐδηλήσαντ’. ἐπει ῆ. μάλα πολλὰ μεταξὺ

Commented on by msAint 1.502, msAim 1.497


Iliad 1.157: οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα:

Commented on by msA 1.484, msAil 1.509


Iliad 1.158: ἀλλὰ σὺ ὦ μέγ’ ἀναιδὲς ἅμ’ ἑσπόμεθ’. ὄφρα σὺ χαίρῃς:


Iliad 1.159: τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα

Commented on by msA 1.480, msAil 1.510, msAil 1.511


Iliad 1.160: πρὸς Τρώων . τῶν οὔ τι μετατρέπῃ οὐδ’ ἀλεγίζεις:

Commented on by msA 1.481, msA 1.482, msAil 1.512


Iliad 1.161: καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς

Commented on by msAil 1.513


Iliad 1.162: ᾧ ἔπι πολλ’ ἐμόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν :

Commented on by msAint 1.503, msAil 1.514, msAil 1.515


Iliad 1.163: οὐ μέν σοί ποτε ἶ̈σον ἔχω γέρας, ὁππότ’ Ἀχαιοὶ

Commented on by msAim 1.498


Iliad 1.164: Τρώων ἐκπέρσωσ’ εὖ ναιόμενον πτολίεθρον:

Commented on by msA 1.483


Iliad 1.165: ἀλλα τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο

Commented on by msAil 1.516


Iliad 1.166: χεῖρες ἐμαὶ διέπους’: ἀτὰρ ἤν ποτε δασμὸς ἵ̈κηται.

Commented on by msAil 1.517, msAil 1.518


Iliad 1.167: σοὶ τὸ γερας πολὺ μεῖζον: ἐγὼ δ’ ὀλίγον τε φίλον τε

Commented on by msAil 1.519


Iliad 1.168: ἔρχομ’ ἔχων ἐπὶ νῆας, ἐπὴν κεκάμω πολεμίζων:

Commented on by msA 1.485, msA 1.486, msAil 1.520


Iliad 1.169: νῦν δ’ εἶμι Φθίην δ’: ἐπειῆὴ πολὺ φέρτερόν ἐστιν

Commented on by msAint 1.504, msAil 1.521, msAim 1.499


Iliad 1.170: οἴκαδ’ ΐμεν σὺν νηυσὶ κορωνίσιν: οὐδέ σ’ ὀΐω


Iliad 1.171: ἐνθάδ’ ἄτιμος ἐὼν. ἄφενος καὶ πλοῦτον ἀφύξειν:

Commented on by msAint 1.505, msA 1.488


Iliad 1.172: τὸν δ’ ἠμείβετ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων :


Iliad 1.173: φεῦγε. μάλ’. εἴ τοι θυμὸς ἐπέσσυται: οὐδέ σ’ ἔγωγε:

Commented on by msA 1.489, msA 1.490, msA 1.491, msA 1.492, msA 1.493, msAil 1.522, msAil 1.523, msAim 1.500


Iliad 1.174: λίσσομαι εἵνεκ’ ἐμεῖο μένειν: παρ’ ἔμοιγε καὶ ἄλλοι

Commented on by msA 1.494, msAil 1.524


Iliad 1.175: οἵ κέ με τιμήσουσι: μάλιστα δὲ. μητίετα Ζεύς :

Commented on by msAint 1.506, msA 1.495, msA 1.496, msAim 1.501


Other texts (38 passages)


Scholia group: msA

msA 1.477: ἶφι ἐσχημάτισται οὕτως ἴς ϊνός ἰνοφι ῶς χαλκός χαλκοῦ χαλκόφι καὶ κατὰ συγκοπὴν τῆς συλλα ἶφι⁑

Comments on 1.151


msA 1.478: δεῦρο μαχησόμενος βελτιον ἐπι το δεῦρο διαστελλειν ἵν ᾖ ἤλυθον δεῦρο ἐπεὶ σόλοικον εσται τὴν εἰς τόπον σχέσιν δηλοῦντος τοῦ ἐπιῤῥήματος: δύναται δ ἴσως τίς λέγειν ὡς καὶ τὴν εν τόπω σχέσιν δηλοῖ, ἐν Ὀδυσσείᾳ πωλεῖταί τις δεῦρο γέρων ἄλιος : σημαίνει δὲ ἀντι τοῦ ἀναστρέφεται ἐν τούτω τῷ τόπω βελτιον δε ἐστι τὸ πρότερον ἐπεὶ καὶ εκεῖ τὴν εις τόπον σχέσιν μᾶλλον δηλοὶ ἀντι τοῦ παραγίνεται πολλάκις ἐνθάδε:

Comments on 1.153


msA 1.479: οὐ γάρ πώποτ’ οὕτως ὑφ ἑν πώποτε Ἀρίσταρχος ἀεὶ δὲ τὸ ποτε ἐν συνθέσει ὣν ἐπι παρῳχημένου παραλαμβάνεται οὐδέποτε δὲ ἐπι μέλλοντος⁑

Comments on 1.154


msA 1.480: τιμὴν ἀρνύμενοι ὅτι Ζηνόδοτος γράφει τιμὴν ἀρνύμενος καὶ τὸν εξῆς ἡθέτηκεν δὲ ηγνοηκε δὲ ὅτι ἡ τιμὴ νῦν αντὶ τῆς τιμωρίας κεῖται καὶ τὸ ἀρνύμενος οὐκ έστι λαμβάνων ἀλλ ἀντι τοῦ εἰσπραττόμενος παρα Τρώων ⁑

Comments on 1.159


msA 1.481: προς Τρώων τῶν ού τι μετατρέπῳ τινὲς ἐπι τὸ Τρώων στίζουσιν καὶ τὸ επιφερόμενον μόριον ἐπι τὰ προεἰρημένα πράγματα οὐ επι τοὺς Τρῶας ἔχειν τὴν ἀναφορὰν βούλονται: ἐὰν μέντοι ἐπι τὸ Τρώων ἀναφέρηται αντὶ ὑποτακτικοῦ τοῦ ων κέηται βραχὺ διαστελοῦμεν ἐπι τὸ Τρώων ως ἐπι τοῦ ουλομένην ἢ μυρί Αχαιοῖς ⁑

Comments on 1.160


msA 1.483: Τρώων ἐκπέρσωσ’, ὅτι φανερὸν εκ τούτου ὡς καὶ ἐν τοῖς ἐπάνω ὅτι περί τινος τῶν περιχωρων ἐστὶ πόλεων ὁ λόγος, καὶ ὅτι ὁ χρόνος ήλλακται ἐκπέρσωσι’ ἀντι τοῦ ἐκπέρσουσι ⁑

Comments on 1.164


msA 1.484: θάλασσα τε ηχήεσσα ὁ λόγος οὐδέποτε ἡδικησάν με οἱ Τρῶες ἐπειδὴ μεταξὺ Φθίας καὶ Πελοποννήσου πολλα ἐστι μέγιστα όρη καὶ πολλὴ θάλασσα ὡς μήτε ὑπήκοόν με σοι εῖναι μήτε ἀστυγείτονα⁑

Comments on 1.157


msA 1.486: Αρίσταρχος γράφει επεί κε κάμω ἵνα μη ἢ διπλασιασμὸς ἐν τῷ ῥήματι καὶ οὕτως ἡ συνηθης ανάγνωσις: οὕτω δὲ καὶ Ἡρωδ φάσκων ὅτι τ ὸ ἐπήν εχει τὸν αν . καὶ τίς χρεία ἐν δευτέρω αὐτὸν κεῖσθαι οὐκ ἀγνοὼ δὲ ὅ τινὲς ἐπήν κε γράφουσι

Comments on 1.168


msA 1.487: νῦν δ’ εἶμι Φθίην δ’ ὁ νοὺς ὑπερβατον νῦν δ’ ἐμι Φθιην δὲ σὺν νηυσὶ κορωνῗσιν ἔνθαδ’ ἄτιμος εὼν επειὴ πολὺ φέρτερόν ἐστιν : οὐχ ὑπολαμβάνω δέ σε φησὶν ἐμοῦ ἀπόντος καταστρεψαι τὴν ¨Ίλιον καὶ πλοῦτον πολὺν σχεῖν⁑

Comments on 1.169-1.171


msA 1.488: ἄφενος καὶ πλουτον αφενος καλεὶται ἡ ἀπο ενὸς ἐνιαυτοῦ περιουσία: πλοῦτος δὲ ὁ ἀπο πο ⁑

Comments on 1.171


msA 1.489: φεῦγε μάλ’ διασταλτέον βραχὺ ἤτοι ἐπι τὸ φεῦγε ἢ ἐπι τὸ μαλα ὴ γὰρ φεῦγε μάλα ἢ εἴ τοι μάλα θυμὸς ἐπεσσυται εἰ λίαν ὥρμησαι ἢ τάχα περιττεύει τὸ μάλα ⁑

Comments on 1.173


msA 1.490: θυμὸς τοῦτο τὸ ὄνομα παρα τῷ ποιητῇ σημαίνει πέντε⁑

Comments on 1.173


msA 1.491: τὴν οργήν ὡς εν τῶ θυμος δε μέγας ἐστι διοτρεφέων βασιλήων : καὶ τὴν ψυχὴν ὡς ὅταν εἴπῃ μελιηδέα θυμὸν ἀπηυρα τὴν ἐπιθυμίαν: ὡς εν τῶ ὦ θυμῷ ειξας μίγη φιλότητι καὶ εὐνη ⁑

Comments on 1.173


msA 1.492: τὸν ἐπιλογισμὸν ἕτερος δέ με θυμὸς ἀνῆκεν ⁑

Comments on 1.173


msA 1.493: τὴν ὁμώνοιαν ὡς ἐπι τοῦ ἀλλ’ ένα θυμὸν ἔχοντες νόῳ καὶ επίφρονι βουλῇ ⁑

Comments on 1.173


msA 1.494: παρ ἕμοιγε τὴν παρὰ προθ , κατα τὴν ἄρχουσαν ὀξυτονητέον καὶ καθόλου ὁπότε σημαντικαί εἰσὶ ῥημάτων αἱ προθέσεις: τοῦτον τὸν τόνον ἀναδέχονται, ἐπεὶ οῦ τοι ἐπι δεος οὐ γὰρ ἐπ ανὴρ οῖος Ὀδυσσεύς τὴν δε έμοιγε προπαροξυτονητέον ἔστι γὰρ Ἀττικὴ ὡς καὶ ἡ ἔγωγε⁑

Comments on 1.174


msA 1.495: οἵ κε με τιμήσουσι μάλιστα δὲ μητίετα Ζευς Βοιωτῶν καὶ Αιολεων ὁ τοιοῦτος τῶν ὀνομάτων μετασχηματισμὸς οἷον αὐτὰρ ὁ αῦτε Θυέστ’ ἀντι τοῦ Θυέστης καὶ ἱππηλάτα ἀντι τοῦ ἱππηλάτης : καὶ νεφεληγερέτα ἀντι τοῦ νεφεληγερέτης . καὶ κυανοχαῖτα ἀντι τοῦ κυανοχαίτης : παρ ημῖν δὲ οὐδὲν ἀρσενικὸν ὄνομα ἐπι τῆς ευθ εἰς α λήγει⁑

Comments on 1.175


msA 1.496: τὰ ῆς βαρύτονα βραχεία παραληγόμενα ἀπρόσληπτα τοῦ σ κατα γενικὴν, παροξυνόμενα, ἐν τῇ κλητικῇ φυλάττει τὸν τόνον σεσημείαται τὸ δέσποτα καὶ εὐρύοπα καὶ μητίετα⁑

Comments on 1.175


Scholia group: msAim

msAim 1.497: περισπαστέον τὸ η εστε γὰρ βεβαιωτικός⁑

Comments on 1.156


msAim 1.498: ὅτι Ζηνοδοτος γράφει οὐδ ότ’ Ἀχαιοί ἠγνόηκε δὲ ὅτι ήλλακταὶ τὸ εχω ἀντι τοῦ ἔσχον⁑

Comments on 1.163


msAim 1.499: οὕτως συν τῷ δ αἱ Αρισταρχου Φθίην δὲ καὶ η Ζηνοδότου ὁμοιως⁑

Comments on 1.169


msAim 1.500: οὕτως προπαροξυτονητεον τὸ ἔγωγε ἵν ᾖ ἕν⁑

Comments on 1.173


msAim 1.501: ουτος Αρισταρχος τριτην ἀπο τέλους ποιεῖ τὴν οξειαν καὶ ἐπεκράτησεν ἡ ἀνάγνωσις καὶ ἴσος πλεονασμός ἐστι τοῦ ε ⁑

Comments on 1.175


Scholia group: msAint

msAint 1.502: σκιόωντα δια τοῦ ω Ἀρισταρχος ⁑

Comments on 1.156


msAint 1.503: Ϊακῶς τὸ εμόγησα αι Αρισταρχου

Comments on 1.162


msAint 1.504: υπο

Comments on 1.169


msAint 1.506: ὅτι περισὸς ὁ κε συνδ καὶ τὸ τιμήσουσιν αντὶ τοῦ τιμήσειαν ⁑

Comments on 1.175


Scholia group: msAil

msAil 1.507: ἐνταυθα

Comments on 1.153


msAil 1.509: Ἰώνων

Comments on 1.157


msAil 1.510: τιμωρίαν:

Comments on 1.159


msAil 1.511: ἀντι καὶ ὑπερ σοῦ ὦ ἀναιδεσπ

Comments on 1.159


msAil 1.513: ὑπισνῆ λέγεις:

Comments on 1.161


msAil 1.514: ἀνασροφη

Comments on 1.162


msAil 1.515: εκακοπαθ

Comments on 1.162


msAil 1.516: πολλὰς ορμὰς ἔχοτος

Comments on 1.165


msAil 1.517: διοικοῦσ’

Comments on 1.166


msAil 1.518: μερισμ τῶν λαφύρων δηοτι ⁑

Comments on 1.166


msAil 1.519: εμοὶ ελαχιστοντ έρχετ και τουτ προσφιλὲς ηγουμαι⁑

Comments on 1.167


previousnext
msA 14vmsA 15v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1