Venetus A (Marciana 454 = 822), folio 15, verso

previousnext
msA 15rmsA 16r

Iliad text (25 lines)


Iliad 1.176: ἔχθιστος δέ μοι ἐσσὶ διοτρεφέων βασιλήων:

Commented on by msAint 1.568, msA 1.550, msAil 1.573


Iliad 1.177: αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε:

Commented on by msAim 1.565


Iliad 1.178: εἰ μάλα καρτερός ἐσσι: θεός πού σοὶ τό γ’ ἔδωκεν:

Commented on by msAil 1.574


Iliad 1.179: οἴκαδ’ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι


Iliad 1.180: Μυρμιδόνεσσιν ἄνασσε: σέθεν δ’ ἐγὼ οὐκ ἀλεγίζω

Commented on by msA 1.552


Iliad 1.181: οὐδ’ ὄθομαι κοτέοντος: ἀπειλήσω δέ τοι ὧδε:


Iliad 1.182: ὡς ἒμ`’ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων .

Commented on by msAil 1.575


Iliad 1.183: τὴν μὲν ἐγὼ σὺν νηΐ τ’ ἐμῇ. καὶ ἐμοῖς ἑτάροισι


Iliad 1.184: πέμψω. ἐγὼ δέ κ’ ἄγω Βρισηΐδα καλλιπάρηον

Commented on by msAext 1.564, msAim 1.566


Iliad 1.185: αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας: ὄφρ’ ἐῦ εἰδῇς

Commented on by msAint 1.569


Iliad 1.186: ὅσσον φέρτερός εἰμι σέθεν: στυγέῃ δὲ καὶ ἄλλος

Commented on by msAil 1.576


Iliad 1.187: ἶ̈σον ἐμοὶ φσθαι, καὶ ὁμοιωθήμεναι ἄντην:

Commented on by msAil 1.577, msAil 1.578


Iliad 1.188: Ὣς φάτο: Πηλείωνι δ’ ἄχος γένετ’: ἐν δέ οἱ ἦτορ


Iliad 1.189: στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν:

Commented on by msA 1.555, msA 1.556, msA 1.557, msAil 1.579


Iliad 1.190: ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

Commented on by msAil 1.580


Iliad 1.191: τοὺς μὲν ἀναστήσειεν: ὁ δ’ Ἀτρείδην ἐναρίζοι.

Commented on by msAil 1.581


Iliad 1.192: ἦε, χόλον παύσειεν: ἐρητύσειέ τε θυμόν:

Commented on by msAint 1.570, msAil 1.582


Iliad 1.193: ἕως ὃ: ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν.

Commented on by msAil 1.583, msAil 1.584


Iliad 1.194: ἕλκετο δ’ ἐκ κολεοῖο μέγα ξίφος: ἦλθε δ’ Ἀθήνη

Commented on by msAint 1.571


Iliad 1.195: οὐρανόθεν: πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη :

Commented on by msAil 1.585


Iliad 1.196: ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε:


Iliad 1.197: στῆ δ’ ὄπιθεν: ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα

Commented on by msA 1.561


Iliad 1.198: οἴῳ φαινομένη: τῶν δ’ ἄλλων οὔ τις ὁρᾶτο:

Commented on by msAint 1.572, msAil 1.586


Iliad 1.199: θάμβησεν δ’ Ἀχιλεύς : μετὰ δ`’ ετράπετ’, αὐτίκα δ’ ἔγνω

Commented on by msAil 1.587


Iliad 1.200: Παλλάδ’ Ἀθηναίην : δεινὼ δέ οἱ ὄσσε φάανθεν:

Commented on by msA 1.562, msA 1.563


Other texts (34 passages)


Scholia group: msA

msA 1.551: εἰ μάλα καρτερὸς ἔσσι ἐπι τὸ ἐσσὶ ὑποστικτέον ἵνα στίζωμεν κατα τὸ τέλος τοῦ στίχου τὰ δὲ εξῆς ἀπο ἄλλης ἀρχῆς προσφερώμεθα οἶκαδ’ ἰὼν ἠ ὑποστικτέον καὶ ἐπι τὸ ἔδωκεν ἀνυποκρίτως ὡς δια μέσου τὸ ἡμιστίχϊον ἀναφωνεῖσθαι καὶ τὸ εξῆς εἶναι εἰ μάλα καρτερός ἔσσι οἶκαδ’ ἰών ⁑

Comments on 1.178-1.180


msA 1.552: Μυρμιδόνεσσιν ἄνασσε Αἴγιναν τὴν Ἀσωποῦ τοῦ ποταμοῦ Θηβῶν θυγατέρα ἁρπάσας Ζεῦς κατῆλθεν εἰς Φλιοῦντα καὶ φθειρας τὴν προεἰρημένην ἔγκυον ἐποίησεν: ἥτις Αἰακὸν ἐγέννησεν: Ἀσωπὸς δὲ τὴν θυγατέρα ζητῶν ἔμαθεν παρα Σισύφου καὶ τὸν ἀρπάσαντα καὶ τὸν τόπον εἰς ὃν κατεληλύθει μὴ μελλήσας οὖν ἔσπευσε: μέλλων δὲ ὁ Ζεὺς ἐπ αὐτοφόρῳ καταλαμβάνεσθαι: τὴν μεν Αἴγιναν μετεμόρφωσεν εἰς ὁμώνυμον νῆσον: αὐτὸς δὲ μετεβλήθη εἰς λιθον ἐλθὼν δὲ ὁ Ασωπὸς καὶ μηδ ὅντινα καταλαβὼν ἔμπαλιν εἰς τὰς ἰδιας ὑπέστρεψε πηγας: βουλόμενος δὲ ὁ Ζεὺς τιμωρήσασθαι τὸν μηνύσαντα ἠνάγηασεν αὐτὸν ἐν τοῖς ὑποχθονίοις τοσούτο μέγεθος πέτρου ἀνωθεῖν ἐς ὅσον αὐτὸς μετεβλήθη: Αἰακοῦ δὲ ἐν τῇ νήσῳ μόνου ὄντος ὄντος ὁ Ζεὺς κατοικτειρας τοὺς αὐτόθι μύρμηκας μετέβαλεν εἰς ἀνους,ἀνθρώπους ἀφ ἧς αιτιας Μυρμιδόνες ἐκλήθησαν⁑

Comments on 1.180


msA 1.553: ἀπειλήσω δέ τοι ὧδε στικτεον ἐπι τῶ ῶδε καὶ ὑποστικτέον ἐπὶ τὸ Ἀπόλλων ἵνα ἀπ αλλης ἀρχῆς ᾖ τὸ ὡς εμ’ αφαιρεῖται ⁑

Comments on 1.181-1.182


msA 1.555: στήθεσσιν λασίοισι ὅτι δύο ἐμερίμνησεν οὐκ εναντία ἀλλήλοις ὅπερ ἐκλαβών τίς προσεθηκεν ἦε χόλον παύσειεν : βραχὺ δὲ διασταλτέον ἐπι τὸ μερμήριξεν ὁ γὰρ λόγος διχῶς ελογισατο τοὺς μὲν ἀναστῆσαι: τὸν δε Αγαμέμνονα ανελεῖν⁑

Comments on 1.189


msA 1.556: στήθεσσιν λασίοισι νῦν περι τοῦ θυμοειδοῦς τῆς ψυχῆς φησὶν ἀφ οῦ λέγει στήθεσσιν: ὑπο γὰρ τὰ στέρνα κεῖται ἡ καρδία εν ῆ ἐστι τὸ πυρδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς: σημαίνει δε καὶ τοῖς θερμοῖς, ἡ θέρμη γὰρ αἰτία τῆς εκφυσεως τῶν τριχῶν⁑

Comments on 1.189


msA 1.557: μερμήριξε μερίζω μερμερίζω καὶ ἐκτάσει μερμηρίζω ὡς δάπτω δαρδάπτω ⁑

Comments on 1.189


msA 1.558: ἡ ὅγε φάσγανον: ηὲ χόλον τὸν μὲν πρότερον σύνδεσμον βαρυτονητεον, τὸν δε δευτερον περισπαστεον διαπορητικὴ γάρ εστιν ἡ σύνταξις⁑

Comments on 1.190-1.192


msA 1.559: ἕως ὃ ταῦθ’ ώρμαινε κατα φρένα καὶ κατα θυμον⁑ ενταῦθα μὲν ὑποστικτέον ἐπι δὲ τὸ ξίφος ἤτοι ὑποστικτέον ἠ στικτέον: ἐὰν μὲν οὖν ὑποστίζωμεν ὁ ἐπιφερόμενος σύνδεσμος περισσὸς ἔσται, ἦλθε δ’ Ἀθήνη : ἐὰν δὲ στήζωμεν, οὗτος μὲν καλῶς στίζεται ὁ δὲ πρότερος πλεονα ἐν τῶ ἔκετο δ’ ἐκ κολεοῖο , βελτιον δὲ ὑποστίζειν ἀμφότερα ἐν ὅσω γὰρ λογιζεταί τε καὶ σπᾶται, ἦλθεν ἡ Ἀθηνὰ :

Comments on 1.193-1.194


msA 1.560: ἦλθ δ’ Αθήνη οὐρανώθεν ἐκ τοῦ ουρανου παρεγένετο φησὶν ἡ Ἀθηνα ὁ ἐστιν ἡ φρόνησις δεῖ γὰρ οὕτως αὐτὴν καταβαίνειν οῖα καὶ τῆς κόμης αὐτὴν κρατεῖν καὶ οὐκ άλλου μέρους τοῦ σώματος ἀλλ’ ἔνθα ἵδρυται τὸ λογικὸν τῆς ψυχῆς μέρος, εὐλόγως δὲ καὶ οἱ μυθογράφοι φασὶν ὅτι ἔγκυος οὖσα ἡ Μῆτις τὴν Ἀθηνᾶν : κατεπόθη ὑπὸ Διὸς καὶ ἀπο τῆς κεφαλῆς αὐτοῦ τῷ ωρισμένῳ τῆς ἀποκυήσεως χρόνῳ ἐξέθορεν ἡ θεὸς συν όπλοις ἡ ϊστορία παρα Ἀπολλοδώρῳ ἐν πρώτῳ⁑

Comments on 1.194-1.195


msA 1.561: στῆ δ’ ὄπιθεν ὅτι ούτως λέγει τὸν Πηλείωνα τῆς κόμης εἷλεν οὐχὶ τοῦ Πηλείωνος τὴν κόμην αγνοήσαντες δέ τινες γράφουσι ξανθῆς δὲ κόμης ἔλε Πηλείωνος , δια τούτου δὲ αἰνίττεται τὸ θερμὸν καὶ ὀργίλον τοῦ ἥρωος οἱ γὰρ ξανθόχολοι τοιοῦτοι⁑

Comments on 1.197


msA 1.562: Παλλάδ ‘ Αθηναιην ⁑ Παλλάδα τὴν Ἀθηνᾶν ἐπιθετικῶς ἤτοι ἀπο τοῦ πάλλειν καὶ κραδαίνειν τὸ δόρυ πολεμικῆ γὰρ ἡ θεός ἠ ὅτι Πάλλαντα ἕνα τῶν γιγάντων ἀπέκτεινεν ἢ ἀπο τοῦ ἀναπαλθῆναι αὐτὴν ἀπο τῆς κεφαλῆς τοῦ Διός , ἠ δια τὸ παλλομένην τὴν καρδίαν τοῦ Διονύσου προσκομίσαι τῷ Διΐ ⁑

Comments on 1.200


msA 1.563: δεινὼ δέ οἱ ὄσσε φάανθεν δια τῆς ἐκπλήξεως Ἀχιλλέως τὴν Ἀθηνᾶν γλαυκῶπιν παρέστησεν: τινὲς δὲ φάανθεν ἀντι τοῦ εφωτίσθησαν οἱ τοῦ ἥρωος ὀφθαλμοί⁑

Comments on 1.200


Scholia group: msAim

msAim 1.565: ὅτι ενταῦθα ορθῶς εἴρηται ἐν δὲ τῆ οδ ου ⁑

Comments on 1.177


msAim 1.566: ὅτι τὸ άγω ἀντὶ τοῦ ἅγοιμι ⁑

Comments on 1.184


msAim 1.567: ὅτι οὐκ ορθῶς εκ τοῦ ποιητικοῦ προσώπου λέγεται⁑

Comments on 1.195-1.196


Scholia group: msAint

msAint 1.568: ὅτι συγκριτικῶ ἀντι ἁπλοῦ ἐχρήσατο⁑

Comments on 1.176


msAint 1.569: οὕτω περισπαστεον τὸ ουδ ⁑

Comments on 1.185


msAint 1.570: ὅτι εκλύεται τὰ τῆς οργῆς δι ὃ ἀθετεῖται⁑

Comments on 1.192


msAint 1.571: ὅτι περισσὸς ὁ δε συνδ ⁑

Comments on 1.194


Scholia group: msAil

msAil 1.573: Ἰάς

Comments on 1.176


msAil 1.574: τουτο

Comments on 1.178


msAil 1.575: ὥς περ ἐμοῦ λαμβάνειν

Comments on 1.182


msAil 1.576: ευλαβηθῆ

Comments on 1.186


msAil 1.577: ἐξ ίσης ἐμοὶ λέγειν

Comments on 1.187


msAil 1.578: εξ εναντιας

Comments on 1.187


msAil 1.579: διχῶς ἐνεθυμηθ ἐβουλεύσατ

Comments on 1.189


msAil 1.580: ὄπερ οῦτος

Comments on 1.190


msAil 1.582: ἐπισχῆ

Comments on 1.192


msAil 1.583: οὗτος

Comments on 1.193


msAil 1.584: διενοεῖτο

Comments on 1.193


msAil 1.585: προέπεμψεν

Comments on 1.195


msAil 1.586: μόνος γὰρ αὐτὸς τὸν οἰκεῖον δαίμονα καὶ τὴν ἐν αυτῷ φρόνησιν ἐώρα

Comments on 1.198


msAil 1.587: καὶ περιεστράφη:

Comments on 1.199


Scholia group: msAext

msAext 1.564: Βρισηῒς απο τοῦ βρι ἡ βαροῦσα πάντας ἡ πάντα τῷ κάλλει⁑

Comments on 1.184


previousnext
msA 15rmsA 16r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1