Venetus A (Marciana 454 = 822), folio 16, recto

previousnext
msA 15vmsA 16v

Iliad text (25 lines)


Iliad 1.201: καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

Commented on by msAint 1.616


Iliad 1.202: τίπτ’ αὖτ’ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας:

Commented on by msA 1.594


Iliad 1.203: ἦ ἵ̈να ὕβριν ἰ̈δῆ Ἀγαμέμνονος Ἀτρείδαο ;

Commented on by msAil 1.622, msAim 1.612


Iliad 1.204: ἀλλ’ ἔκ τοι ἐρέω. τὸ δὲ καὶ τετελέσθαι ὀΐω:

Commented on by msAint 1.617, msA 1.595, msA 1.596, msAil 1.623


Iliad 1.205: ᾗς ὑπεροπλίῃσι, ταχ’ ἄν ποτε θυμὸν ὀλέσσαι:

Commented on by msAil 1.624, msAil 1.625


Iliad 1.206: τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη :


Iliad 1.207: ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος. αἴ κε πίθηαι:


Iliad 1.208: οὐρανόθεν. πρὸ δέ μ’ ἧκε θεὰ λευκώλενος Ἥρη


Iliad 1.209: ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε:


Iliad 1.210: ἀλλ’ άγε λῆγ’ έριδος, μηδὲ ξίφος ἕλκεο χειρί:

Commented on by msAil 1.626


Iliad 1.211: ἀλλ’ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ:


Iliad 1.212: ὧδε γὰρ ἐξερέω. τὸ δὲ καὶ τετελεσμένον ἔσται:

Commented on by msAint 1.618, msA 1.599


Iliad 1.213: καί ποτέ τοι τρὶς, τόσσα παρέσσεται ἀγλαὰ δῶρα

Commented on by msAil 1.627, msAil 1.628


Iliad 1.214: ὕβριος εἵνεκα τῆσδε: σὺ δ’ ἴσχεο: πείθεο δ’ ἡμῖν:

Commented on by msAil 1.629, msAil 1.630, msAim 1.613


Iliad 1.215: τὴν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς :


Iliad 1.216: χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι

Commented on by msA 1.600, msA 1.602, msAil 1.631, msAil 1.632, msAil 1.633


Iliad 1.217: καὶ μάλα περ θυμῷ κεχολωμένον: ὡς γὰρ ἄμεινον:

Commented on by msA 1.603


Iliad 1.218: ὅς κε θεοῖς ἐπιπείθηται μάλα τ’ ἔκλυον αὐτοῦ.

Commented on by msAil 1.634, msAim 1.614


Iliad 1.219: ἦ καὶ ἐπ’ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν:

Commented on by msA 1.605, msA 1.608, msAil 1.635


Iliad 1.220: ἂψ δ’ ἐς κουλεὸν, ὦσε μέγα ξίφος: οὐδ’ ἀπίθησε

Commented on by msA 1.606, msA 1.607, msAil 1.636, msAil 1.637


Iliad 1.221: μύθῳ Ἀθηναίης . ἣ δ’ οὔλυμπον δὲ βεβήκει


Iliad 1.222: δώματ’ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους:

Commented on by msA 1.609, msA 1.610, msAil 1.638, msAim 1.615


Iliad 1.223: Πηλείδης δ’ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν

Commented on by msAil 1.639, msAil 1.640


Iliad 1.224: Ἀτρείδην προσσέειπε . καὶ οὔ πω λῆγε χόλοιο:


Iliad 1.225: οἰνοβαρές. κυνὸς ὄμματ’ ἔχων. κραδίην δ’ ἐλάφοιο.

Commented on by msAint 1.619, msAil 1.641, msAil 1.642, msAil 1.643


Other texts (34 passages)


Scholia group: msA

msA 1.594: αἰγιόχοιο ἀπο τῆς αιγὸς ὀχὴν λαβόντος ὅθεν καὶ Ζεὺς τῇ Ἀμαλθείᾳ τὸ κέρας δίδωσι πάσης τροφῆς παρεκτικόν⁑

Comments on 1.202


msA 1.595: ἀλλ έκ τοι ἐρέω ἤτοι στικτέον ἐπι τὸ ερέω , ἠ βραχὺ διασταλτεον ἐὰν μὲν οὖν στίζωμεν ἔσται τὸ λεγόμενον τοῦτο δὲ τετελέσθαι ὑπολαμβάνω ἐὰν δε διαστελλωμεν ἔσται ὁ δε κείμενος ἀντι τοῦ δη καὶ τὸ το ἀντι ὑποτακτικοῦ τοῦ ο :

Comments on 1.204


msA 1.596: ἀλλ έκ τοι ερέω ὅτι Ζηνοδ γράφει τὸ δὲ καὶ τετελεσμενον ἐσται : τοῦτο δὲ τῇ Ἀθηνᾷ ὰρμόζει μᾶλλον διαβεβαιοῦν⁑

Comments on 1.204


msA 1.597: οὐνoθεν πρo δέ μ’ ῆκεν ὅτι αμφοτέρους Ζηνοδοτος ἠθέτηκεν οἰκείως δὲ μᾶλλον κεῖνται εἰς προτροπὴν τοῦ Ἀχιλλεως : τὸ σφρίγγον δὲ τοῦ θυμοῦ μαλακοῖς ϊᾶται λόγοις ὄμως ἐκδειματοῖ καὶ τὸν ἐχθρὸν θεοφιλῆ εἶναι λέγουσα οὐ πᾶς δὲ ὁ φιλῶν κήδεται ὡς λύκος ἄρνα⁑

Comments on 1.207-1.209


msA 1.599: ᾧδε γὰρ ἐξερέω ὅτι Ζηνοδοτος γράφει τετελέσθαι ὀΐω . τοῦτο δὲ Ἀχιλλεῖ ἥρμοζεν:

Comments on 1.212


msA 1.600: χρὴ μὲν σφωΐτερον γε ὅτι προς δύο ἀμείβεται τὸ γὰρ σφωΐτερόν ἐστιν δυϊκον κακῶς ἄρα ἀθετεῖ Ζηνοδ τὸ προ δέ μ ῆκε θεᾶ καὶ ἄμφω ὁμῶς ⁑

Comments on 1.216


msA 1.601: ὁ λόγος δὲ ερεῖ στίζειν ἐπι τὸ κεχολωμένον καὶ ἄμεινον : ἕκαστος γὰρ καθ εαυτὸν λόγος ἀπηρτισμένος εστι: καὶ οἱ μὲν πρωτ τοι δύο ὑπο τοῦ γὰρ συνδεσμου συνηγμένοι εἰσὶν, ὁ δὲ τρίτος ὅς κε θεοῖς ἐπιπείθηται ἀσύνδετός ἐστι προς τὸν δεύτερον δι ὃ τελείαν ἔχει τὴν προ ἑαυτοῦ στιγμήν: γελοῖος δὲ ὁ Πτολεμαῖος αἰτίαν ἠγεῖται τῶν διαστολῶν ἐνθάδε τὸ γνωμικῶς λέγεσθαι τὸν τελευταῖον στίχον. καὶ γὰρ εἰ μη γνωμικὸν ἦν, οὐδαμῶς ἐδύνατο συνάπτεσθαι τοῖς ἄνω ἀσύνδετος ὣν ὁ λο ⁑

Comments on 1.217-1.218


msA 1.602: χρὴ οξυτονητέον, καὶ ἐν τῇ συντάξει βαρυνόμενον σημαίνει ἐπίρρη τὸ δεῖ, χρὴ μὲν σφωϊτερόν γε θεὰ ἔπος εἰρύσσασθαι περισπώμενον δὲ ῥῆμα Ἀττικόν ἀπο γὰρ τοῦ χρῶμαι τὸ και δευτερον τῆς κοινῆς διαλέκτου ἐστι χρᾶ Ϊωνικῶς Ἀττικὸν δὲ χρη ὡς εἴρηται Ἀλεξάνδρῳ ἐν Διονύσω ἰδοῦ κάτοπτρον εἰπέ μοι τί χρὴ τοῦτο ⁑

Comments on 1.216


msA 1.604: ἢ καὶ ἐπ αργυρέῃ ὅτι Ζηνοδοτος μεταγράφει, ὡς εἰπὼν πάλιν ὦσε μέγα ξίφος οὐδ’ ἀπίθησε καὶ τοὺς δύο ένα ἐποίησεν⁑

Comments on 1.219-1.220


msA 1.605: κώπη παρὰ τὸ κοπτικὸν τοῦ ξίφους:

Comments on 1.219


msA 1.606: κουλεος παρὰ τὸ κοῖλον εῖναι⁑

Comments on 1.220


msA 1.608: ἦ καὶ ἐπ αργυρέῃ τοῦτο τὸ ἠ ψιλῶς λεγόμενον καὶ περισπωμένως, δηλοῖ σύνδεσμον παραπληρωματικὸν τὸν ἤτοι ἶσον τῷ δη οἷον ἐπειῆ πολὺ φέρτερόν ἐστι καὶ παραλλήλως ἦ δὴ λοίγια ἔργα : δηλοῖ δὲ καὶ ἀπορρηματικὸν σύνδεσμον ἠ οὐχ Ἑλένης ἕνεκ’ ἠϋκόμοιο. ἦ μούνοι φιλέουσ ἀλόχους μερόπων ανων Ἀτρεῖδαι : δηλοῖ δὲ καὶ τὸ εφη ἦ καὶ κυανέῃσι . καὶ σεσημείωται Ἀρισταρχος ὅτι ὁ μὲν Ὅμηρος ἀεὶ ἐπι προειρημένοις λόγοις ἐπιφέρει τὸ δηλοῦν τὸ ἔφη ὡς ἐπι τοῦ προκειμένου: ὁ δὲ Πλάτων μετ αυτὸν ἐπιφέρει τὸν λόγον: ψιλούμενον δὲ καὶ βαρυτονούμενον δηλοῖ σύνδεσμον διαζευκτικὸν ἢ εὖ ἠὲ κακῶς , ἔστι δὲ ὅτε καὶ ἀντι συναπτικοῦ τοῦ η τίθεται οἶον οὐδ’ ἀφαμαρτοεπής εἰ καὶ γένει ὕστερος ῆεν : ποτὲ δὲ παρέλκει ἀλλὰ τίη με ταῦτα παρεξερέεσθαι ἕκαστα . δασυνόμενον δὲ καὶ ὀξυτονούμενον αρθ προτακτικὸν δηλοῖ, ἡ δ’ ἑτέρη θέρεϊ προρῥέει εἰκυῖα χαλάζῃ : δηλοι δὲ καὶ αρθ ὑποτακτικόν οἷον ἣ μυρὶ Αχαιοῖς : δηλοῖ δὲ καὶ ἀναφορικὴν ἀντωνυμίαν ὣς ἥ γ ἀ’μφιπόλοισι μετέπρεπεν . δηλοῖ δὲ και τὴν συναρθ ἀντωνυμίαν τριτου προσώπου συζυγοῦσαν τῇ εμῇ σῇ: ὑποδείγματα δὲ ταύτης παρ Ὁμήρῳ οὐχ εὑρίσκεται: ἐκ δὲ τοῦ ἀναλόγου νοεῖται. αἱ γὰρ πλάγιοι πᾶσαι δι αυτῆς παρ Ομήρῳ σώζονται⁑

Comments on 1.219


msA 1.609: δώματ’ ες αἰγιόχοιο δύναται μὲν ἀθετεῖσθαι: οἱ γὰρ θεοὶ προ μιᾶς ἡμέρας εἰς Αἰθιοπίαν εἰσὶ κεχωρισμένοι. δύναται δὲ καὶ Ὁμηρικῷ τρόπῳ ἀκούεσθαι. ἡμῶν μετα δαίμονας ἄλλους εἰς τὸν τῶν δαιμόνων τόπον⁑

Comments on 1.222


msA 1.610: μετα δαίμονας ἄλλους οὕτως δαίμονας καλεῖ τοὺς θεοὺς ἤτοι ὅτι δαΐμονες ἔμπειροι καὶ ΐδριες πάντων αὐτοὶ εἰσίν. ἢ ὅτι διαιτηταὶ εἰσὶ καὶ διοικηταὶ τῶν ἀνων ὡς Ἀλκμὰν ὁ λυρικός φησιν οἵ εθεν πάλοις ἔπαλλεν δαίμονάς τ εδάσσαντο τοὺς μερισμοὺς τὰς διαιρέσεις αὐτῶν: Ἡσίοδος δὲ δαίμονάς φησι τοὺς ἐκ τοῦ ζῆν μεταστάντας, ὄντας δὲ ἐπι τῆς Κρόνου βασιλείας τοῦ χρυσοῦ γένους λέγων αὐτοὺς δαίμονας φύλακας θνητῶν ἀνων ⁑

Comments on 1.222


msA 1.611: οἰνοβαρὲς κυνὸς ὄμματ’ ἐχων ὅτι Ζηνοδοτος τοῦτον τὸν τόπον ἠθέτηκεν ἕως τοῦ ναὶ μα τὸδε σσκῆπτρον καθ εκαστην δὲ λοιδωριαν βραχὺ διασταλτέον ἐπὶ δὲ τὸ τέλος στικτεον: προσαγορευτικῆ γὰρ ἡ περίοδος: ἡ δ ἑξῆς περιοδικὴ ῥηματικὴ δι ὃ ἀπ’ ἄλλης ἀρχῆς, ουτ’ ἔποτ’ ἐς πόλεμον οὔτε λόχον

Comments on 1.225-1.233


Scholia group: msAim

msAim 1.612: ὅτι χωρὶς τοῦ σ τὸ ἰδῇ οὕτως καὶ ἡ Αριστάρχου :

Comments on 1.203


msAim 1.613: ὅτι ὀρθονητεον ΐνα ᾐ διασταλτικη:

Comments on 1.214


msAim 1.614: πρὸς τὸ σχῆμα ὅτι οὐ κλύουσιν εἶπεν ἠ ακούσονται⁑

Comments on 1.218


msAim 1.615: βραχὺ διασταλτέον ἐπι τὸ Διος ⁑

Comments on 1.222


Scholia group: msAint

msAint 1.616: τὸ μιν Ϊώνων

Comments on 1.201


msAint 1.618: τὸ δὲ β με λόγου εισίν:

Comments on 1.212


msAint 1.619: λέγεται χολην οὐκ έχειν ἐν τῶ ήπατι περικειμενην τὴν ελαφον⁑

Comments on 1.225


Scholia group: msAil

msAil 1.630: παύου

Comments on 1.214


msAil 1.631: πρέπει

Comments on 1.216


msAil 1.632: ὑμέτερον

Comments on 1.216


msAil 1.633: φυλάξαι

Comments on 1.216


msAil 1.634: πλέον ἐπακουουσιν

Comments on 1.218


msAil 1.635: λαβῇ ἐπέσχεν

Comments on 1.219


msAil 1.636: πάλιν εἰς τὸ πίσω

Comments on 1.220


msAil 1.638: ὅτι ἀντὶ επι

Comments on 1.222


msAil 1.640: χαλεποῖς σκληροῖς

Comments on 1.223


msAil 1.641: μέθυσε

Comments on 1.225


msAil 1.642: ἀναιδέστατε

Comments on 1.225


msAil 1.643: μετάθεσις:

Comments on 1.225


previousnext
msA 15vmsA 16v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1