Venetus A (Marciana 454 = 822), folio 16, verso
previous | next |
---|---|
msA 16r | msA 17r |
Iliad text (25 lines)
Iliad 1.226: οὔτέ ποτ’ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι
Commented on by msA 1.652
Iliad 1.227: οὔτε λόχον δ’ ϊέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν
Commented on by msA 1.653, msAil 1.674
Iliad 1.228: τέτληκας θυμῷ. τὸ δέ τοι κὴρ, εἴδεται εἶναι:
Commented on by msAint 1.672, msA 1.654, msAil 1.675
Iliad 1.229: ῆ πολὺ λώϊόν ἐστι κατα στρατὸν εὐρὺν Ἀχαιῶν
Commented on by msA 1.655, msAil 1.676, msAim 1.669
Iliad 1.230: δῶρ’ ἀποαιρεῖσθαι: ὅς τις σέθεν ἀντίον εἴπῃ:
Commented on by msAil 1.677
Iliad 1.231: δημοβόρος βασιλεὺς. ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις:
Commented on by msA 1.656, msAil 1.678, msAil 1.679
Iliad 1.232: ῆ γὰρ ἂν, Ἀτρείδη νῦν ὕστατα λωβήσαιο:
Commented on by msA 1.657, msAil 1.680
Iliad 1.233: ἀλλ’ έκ τοι ἐρέω: καὶ ἐπι μέγαν ὅρκον ὀμοῦμαι:
Commented on by msA 1.658, msAil 1.681
Iliad 1.234: ναὶ μὰ τόδε σκῆπτρον: τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους
Commented on by msA 1.659
Iliad 1.235: φύσει: ἐπειδὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν:
Commented on by msAil 1.682
Iliad 1.236: οὐδ’ ἀναθηλήσει: περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε
Iliad 1.237: φύλλά τε καὶ φλοιόν: νῦν αὖτέ μιν υἷες Ἀχαιῶν
Iliad 1.238: ἐν παλάμαις φορέουσι δικασπόλοι, οἵ τε θέμιστας
Commented on by msAil 1.683, msAil 1.684
Iliad 1.239: πρὸς Διὸς εἰρύαται ὁ δέ τοι μέγας ἔσσεται ὅρκος:
Commented on by msA 1.662, msAil 1.685, msAil 1.686
Iliad 1.240: ἦ ποτ’ Ἀχιλλῆος ποθὴ ἵ̈ξεται υἷας Ἀχαιῶν
Commented on by msAil 1.687, msAim 1.670
Iliad 1.241: σύμπαντας: τότε δ’ οὔ τι δυνήσεαι ἀχνύμενός περ
Commented on by msAint 1.673
Iliad 1.242: χραισμεῖν: εὖτ’ ἂν πολλοὶ ὑφ’ Ἕκτορος ἀνδροφόνοιο
Commented on by msAil 1.688, msAil 1.689
Iliad 1.243: θνήισκοντες πίπτωσι. σὺ δ’ ἔνδοθι θυμὸν ἀμύξεις
Commented on by msAil 1.690
Iliad 1.244: χωόμενος: ὅ τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας:
Iliad 1.245: ὡς φάτο Πηλείδης : ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
Commented on by msAil 1.691
Iliad 1.246: χρυσείοις ἥλοισι πεπαρμένον: ἕζετο δ’ αὐτός:
Iliad 1.247: Ἀτρείδης δ’ ἑτέρωθεν ἐμήνιε: τοῖσι δὲ Νέστωρ
Commented on by msAil 1.692
Iliad 1.248: ἡδυεπὴς ἀνόρουσε: λιγὺς Πυλίων ἀγορητής:
Commented on by msAil 1.693
Iliad 1.249: τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή.
Commented on by msA 1.665, msA 1.666, msAil 1.694, msAim 1.671
Iliad 1.250: τῷ δ’ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων
Other texts (38 passages)
Scholia group: msA
msA 1.652: οὐτέ ποτ’ ἐς πόλεμον τοῦτο δημοκρατικοῦ βασιλέως καὶ δημαγωγικοῦ⁑
Comments on 1.226
msA 1.653: οὔτε λόχον δ’ ϊεναι τοῦτο ἀριστοκρατικοῦ άμα οὖν τῶν ἰδίων κατορθωμάτων ὑπομιμνήσκει ὅτι γὰρ καὶ ἐλόχα δῆλον ἀπο Λυκάονος καὶ ἐς λόχον ἔνθα μάλιστ’ ἀρετὴ διαείδεται ἀνδρός ⁑
Comments on 1.227
msA 1.654: το δέ τοι κηρ ἐν δύο μέρεσι λόγου ἵνα ᾖ τοῦτο δέ σοι θάνατος νομίζεται⁑
Comments on 1.228
msA 1.655: ἦ πολὺ λώϊον περισπαστέον τὸν ῆ κατ αρχὴν γὰρ κεῖται ἰσοδυναμῶν τῷ δη δύναται δὲ βραχὺ διατέλλεσθαι ἐπι τὸ εὐρὺν ἵν ᾖ Ἀχαιῶν δῶρ’ ἀποαιρεῖσθαι ⁑
Comments on 1.229
msA 1.656: δημοβόρος βασιλευς καθ εαυτὸ τοῦτο ἀναγνωστέον ὡς καὶ Φιλοξένῳ ἐν τῷ Περι προσῳδιῷν δοκεῖ ἵνα τὸ κομματικον τῆς προφορᾶς τὴν οργὴν μᾶλλον ἐμφαίνῃ, δύναται δὲ καὶ τὸ ει ῥῆμα λείπειν ὑφ ἓν ἡμῶν όλον προφερομένων τὸν στίχον ἵν ᾖ δημοβόρος εἶ βασιλευς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις ἀλλ οὐκ επείγει:
Comments on 1.231
msA 1.657: ἣ γὰρ ἃν Ἀτρείδη ὅτι τὸ εὐκτικὸν ἀντι παρεληλυθότος ὁριστικοῦ τοῦ ἐλωβήσω παρείληπται, ὡς καί νύ κεν ἔνθ’ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας , τὸν δὲ ῆ περισπαστέον βεβαιωτικὸς γαρ ἐστιν⁑
Comments on 1.232
msA 1.659: ναὶ μὰ τόδε πεπλεόνακεν τὸ μα ἀρνητικῷ ἤγουν ἀπωμοτικῷ μορίῳ κατα Ἀττικὸν ἔθος, ἤρκει γὰρ εἰπεῖν νὴ τοῦτο τὸ σκῆπτρον, ἱ¨στέον δὲ ὅτι δια τοῦ σκήπτρου όμνυσιν αὐτῷ: τὸν ἔφορον τῆς βασιλείας θεόν⁑
Comments on 1.234
msA 1.660: ναι μα τδε σκηπτρον⁑ ή ποτ’ Ἀχιλλῆος μεταξὺ παρενήρει άτε σκεπτόμενος ὅπως ὀμόσῃ οὔτε ὁμοιως ἐὼν ὅλως κατα τῆς βεβαιότητος τοῦ ὅρκου ἀλλα δεικνὺς ἐν ἤθει ὅτι τιμιώτερον καταξύλον τὸ σκῆπτρον καθ Ὅμηρον δι ὃ καὶ ἐπιφέρει ὁ δέ τοι μέγας ἔσσεται όρκος ⁑
Comments on 1.234-1.240
msA 1.661: ναι μα τοδε σκῆπτρον όλη ἡ παρέκβασις δια μέσου ἕως τοῦ ἦ πότ’ Ἀχιλλῆος ποθὴ , διὸ τὰ μεταξὺ διαστολαῖς τε καὶ ἀνυποκρίτοις στιγμαῖς ἀναπαύσομεν τὸ γὰρ ἑξῆς ναι μα τόδε σκηπτρον ἦ πότ’ Ἀχιλλῆος ⁑
Comments on 1.234-1.240
msA 1.662: ὁ δέ τοι μέγας ἔσσεται ἄμεινον δύο μέρη λο ποιεῖν: ὃ δέ τοι νημερτὲς ἐνήψει ⁑
Comments on 1.239
msA 1.663: οὐδὲν ἔτισας πλεονάζει τὸδε ν ἰσοδυναμεῖ γὰρ τῷ οὐκ έτισας⁑
Comments on 1.244
msA 1.664: Ἀρίσταρχος παρέλκειν λέγει τὸδε ν , Ἀπολλοδω δὲ ἐν Γλώσσαις εἶναι τὸ πλῆρες οὐδε έν : πολλοῖς γὰρ καὶ τῶν ἄλλων γραμματικῶν δοκεῖ τρία εἶναι μέρη λόγου ου καὶ δέ καὶ εν ⁑
Comments on 1.244
msA 1.665: τοῦ καὶ ἀπο γλώσσης: ἡ γλῶσσα τρία σημαίνει, αὐτό τε τὸ σῶμα καὶ τὴν διάλεκτον, καὶ τὸ ἀπεξενωμένον τῶν λέξεων⁑
Comments on 1.249
msA 1.666: μέλιτος γλυκίων μέλιτος δια τὸ πείθειν: ῥὲεν προς τὸ ἀνεμπόδιστον: ἔοικεν δὲ ἀποτείνεσθαι εἰς ἑαυτὸν ὁ κατα συλλογισμὸν ἔπαινος⁑
Comments on 1.249
msA 1.667: τῷ δ’ ἤδη δύω μὲν γενεαὶ ὅ ἐστι δύο τριάκονταετηρίδες παρεληλύθεισαν ἐπ αὐτῷ: ἡ γὰρ γεννεᾶ τριάκοντα έτη ἔχει τελείᾳ γὰρ αὕτη προς γένεσιν ἡλικία οἱ μὲν οὖν συντεχθέντες αὐτῷ ἀπολωλεισαν ὑπο Ηρακλέους . οἳ συγγηράσαντες οὐ συνεστράτευσαν: αὐτὸς δὲ οὔ μιν ἐπέτρεπεν γήραϊ λόγρῷ τῶν οὖν υἱῶν αὐτῶν ἦρχεν ἐστιν οὖν ἑβδομηκονταέτης δύο γὰρ γενεᾶς πληρώσας εἰς τὴν τρίτην κατελέγετο: ἀμέλει τήν τε Ἑκαμίδην ἔχει καὶ μετα τὸν νόστον σύνεστι τῆ γυναικί⁑
Comments on 1.250
msA 1.668: μερόπων ἀνων μεμερισμένην τὴν φωνὴν ἐχόντων ὡς προς σύγκρισιν τῶν ἄλλων ζῴων ὁ ἐστι μεριζομένην εἰς συλλαβὰς καὶ ἔναρθρον ἐχόντων τὴν ὄπα τοῦτ έστι τὴν φωνήν ἀπο Μέροπος τοῦ Ὕιαντος , ὃς μετα τὸν κατακλυσμὸν πρῶτος συνῴκισε τοὺς ἀνους , ἠ τῶν μοιρούντων περι τὴν ὄπα οἱ δὲ τῶν παρεξηλλαγμένην ὄπα ἐχόντων⁑
Comments on 1.250
Scholia group: msAim
msAim 1.669: περισπαστέον τὸν η καὶ ἐν τῷ ῆ γὰρ ὰν Ατρείδη ⁑
Comments on 1.229
msAim 1.670: τὸ ποθὴ ὀξυτόνως
Comments on 1.240
msAim 1.671: ὅτι Ζηνοδοτος χωρὶς τοῦ ν γλυκίω : τα δε τοιαῦτα συγκριτικὰ ἔχει τὸ ν ⁑
Comments on 1.249
Scholia group: msAint
msAint 1.672: θανατος νομιζεται
Comments on 1.228
msAint 1.673: ουτως Ἀρισταρχος τότε δ’ ούτι ⁑
Comments on 1.241
Scholia group: msAil
msAil 1.674: ἐνέδραν
Comments on 1.227
msAil 1.675: τὸ ἐν πολέμω ἣ λόχω εύρεθῆναι⁑
Comments on 1.228
msAil 1.677: τὰ παρ άλλων τισὶ διδόμενα δῶρα αφαιρεῖσθαι
Comments on 1.230
msAil 1.678: ὁ τα δημόσια κατεσθίων
Comments on 1.231
msAil 1.679: οὐδενος λόγου ἀξίων ἁσθενεῶν⁑
Comments on 1.231
msAil 1.680: ὄντως γὰρ δὴ ὦ Ἀγάμεμνον ἐπι τοῦ παρόντος τὰ ἔσχατα ἐξύβρισας⁑
Comments on 1.232
msAil 1.681: ομόσω
Comments on 1.233
msAil 1.682: τὴν ῥίζαν τμηθὲν ἐν τῷ όρει κατέλειψεν⁑
Comments on 1.235
msAil 1.683: οἱ βασιλεῖς
Comments on 1.238
msAil 1.685: παρα τοῦ Διὸς λαβόντες φυλάττουσι ⁑
Comments on 1.239
msAil 1.688: περισπαστέον τὸ χραισμεῖν
Comments on 1.242
msAil 1.689: πολεμικοῦ
Comments on 1.242
msAil 1.690: κινηήσεις λυπήσεις⁑
Comments on 1.243
msAil 1.691: προσέβαλεν δὲ καὶ προσέρρηξεν τῆ γῆ τὸ σκῆπτρὸν δια τὴν οργην
Comments on 1.245
msAil 1.692: ὡργίζετο
Comments on 1.247
msAil 1.693: ἀνεστη
Comments on 1.248
msAil 1.694: ουτινος ἡ φωνη απο τῆς γλώσσης γλυκυτέρα μελιτος κατερρεῖτο⁑
Comments on 1.249
previous | next |
---|---|
msA 16r | msA 17r |