Venetus A (Marciana 454 = 822), folio 158, recto
previous | next |
---|---|
msA 157v | msA 158v |
Iliad text (26 lines)
Iliad 12.176: ἀργαλέον δέ με ταῦτα θεὸν ὡς πάντ’ ἀγορεῦσαι:
Iliad 12.177: πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ.
Commented on by msA 12.H2
Iliad 12.178: λάϊνον. Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ. ἀνάγκῃ
Iliad 12.179: νηῶν ἠμύνοντο. θεοὶ δ’ ἀκαχείατο θυμὸν
Commented on by msAim 12.H1
Iliad 12.180: πάντες, ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν:
Commented on by msA 12.H5
Iliad 12.181: σύν δ’ έβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα:
Iliad 12.182: ἐνθ’ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης
Iliad 12.183: δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρήου:
Iliad 12.184: οὐδ’ ἄρα χαλκείη κόρυς ἔσχεθεν. ἀλλὰ διὰ πρὸ
Iliad 12.185: αἰχμὴ χαλκείη ῥῆξ’ ὀστέον. ἐγκέφαλος δὲ
Iliad 12.186: ἔνδον ἅπας πεπάλακτο. δάμασσε δέ μιν μεμαῶτα:
Iliad 12.187: αὐτὰρ ἔπειτα Πύλωνα καὶ Όρμενον ἐξενάριξεν:
Iliad 12.188: υἱὸν δ’ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος
Iliad 12.189: Ἱππόμαχον βάλε δουρὶ κατα ζωστῆρα τυχήσᾱς:
Iliad 12.190: αὖτις δ’ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ.
Iliad 12.191: Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας δι’ ὁμίλου
Iliad 12.192: πλῆξ’ αὐτοσχεδίην: ὁ δ’ ἂρ ὕπτιος ούδει ερείσθη:
Iliad 12.193: αὐτὰρ ἔπειτα Μένωνα . καὶ Ϊαμενὸν . καὶ Ὀρέστην .
Commented on by msAint 12.H1, msA 12.H6
Iliad 12.194: πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ:
Iliad 12.195: ὄφρ’ οἳ, τοὺς ἐνάριζον ἀπ’ ἔντεα μαρμαίροντα.
Iliad 12.196: τόφρ’ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο.
Iliad 12.197:
Iliad 12.198: τεῖχος τε ῥήξειν, καὶ ἐνιπρήσειν πυρὶ νῆας,
Iliad 12.199: οἵ ῥ’ ἔτι μερμήριζον ἐφεσταότες παρα τάφρῳ:
Iliad 12.200: ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν
Iliad 12.201: αἰετὸς ὑψιπέτης ἐπ’ ἀριστερὰ λαὸν ἐέργων
Commented on by msA 12.H8, msA 12.H9, msA 12.H10, msA 12.H11
Other texts (17 passages)
Scholia group: msAint
msAint 12.H1: πρὸς τὴν ὁμωνυμίαν:
Comments on 12.193
Scholia group: msAil
msAil 12.H1: τὸ ὑπο θεῶν ἀναπτόμενον οιονεὶ θεῖον:
Comments on 12.177@θεσπιαδὲς
msAil 12.H3: οἱ περι Πειρίθου μαχεσάμενοι οἱ δὲ τοῖς Κενταύροις
Comments on 12.181@Λαπίθαι
msAil 12.H4: ἐμολύνετο:
Comments on 12.186@πεπάλακτο
msAil 12.H5: εσκύλευσεν ἀνεῖλεν:
Comments on 12.187@ἐξενάριξεν
msAil 12.H6: ἐκ τοῦ πλησίον ἐκ χειρὸς :
Comments on 12.192@αὐτοσχεδίην
Scholia group: msAim
msAim 12.H1: ἐν ἄλλῳ θυμῷ
Comments on 12.179
Scholia group: msA
msA 12.H1: ‡ πάντη γὰρ περι τεῖχος: λιθινου τοῦ τείχους ὄντος καὶ τῶν Τρώων βαλλόντων, ἐκ τῆς συγκρίσεως τῶν βαλλομένων, πῦρ ἅπτεσθαι φησὶ πανταχόθεν τοῦ τείχους ἔχει δὲ ἔμφασιν ὁ λόγος ⁑
Comments on 12.177-12.178
msA 12.H3: βραχὺ διασταλτέον ἐπι τὸ πῦρ εστι γὰρ τεῖχος λάϊνον τὸ ἑξῆς, ἄκαιρον γὰρ τὸ λάϊνον πῦρ εἴ τις συνάπτοι ⁑
Comments on 12.177-12.178
msA 12.H4: Ἀργεῖοι δὲ καὶ ἀχνυμενοί περ ἀνάγκη: ἡ τελευταία λέξις, ἡ ἀνάγκη κεχωρίσθαι ὀφείλει τῶν ἄνω ἵνα σαφεστερον περιστῇ ἥ τε ἐπίτασις καὶ ἡ ἐναντίωσις. δυνατὸν δὲ καὶ συνάπτοντα μέχρι τοῦ νηῶν , ἀπ ἄλλης ἀρχῆς λέγειν, ἠμύνοντο , ἵνα ᾖ ἀχνύμενοι περι νηῶν,
Comments on 12.178-12.179
msA 12.H5: ἐπιτάρροθοι ἡ γὰρ πλεονάζει ὡς ἐν τῷ ἀταρτηρός , ἡ δὲ μεταφορά, ἀπο τῶν τοῖς κυσὶ βοῇ κελευόντων ⁑
Comments on 12.180
msA 12.H6: Ϊαμενὸν καὶ Ὀρέστ : Ἀρίσταρχος ψιλοῖ. ὁ δὲ Ἀσκαλωνίτης φησὶν, ἐὰν μὲν ἀπο τῆς ϊάσεως ψιλωτέον, ἐὰν δὲ ἀπο τῆς ὁρμῆς δασυντέον ἄμεινον δὲ προκρίνειν τὴν Ἀριστάρχου οὐδὲν γὰρ ἐστι κωλύον τὴν ἀνάγνωσιν αὐτοῦ ⁑
Comments on 12.193
msA 12.H7: ὄφρ’ οἱ τοὺς ἐνάριζον ἀπ έντεα μαρμαίροντα: ὑποστιγμῇ ἐν ὑποκρίσει μαρμαίροντα ἕποντο διαστολαὶ δὲ ἔσαν νῆες. ἡ δὲ ἀνταπόδόσις οἵ ρ’ ἔτι μερμήριζον δι ὅπερ οὐ χωριστέον στιγμαῖς εἶς γὰρ ὁ λόγος ⁑
Comments on 12.195-12.199
msA 12.H8: αἱετὸς ὑψιπέτης: ὅτι ἀφορίζων ἔφη ἐπι τὰ ἑαυτοῦ ἀριστερὰ ὁ αετός ⁑
Comments on 12.201
msA 12.H9: βέλτιον μέσον μὲν τὸν ἀετὸν ἔρχεσθαι τοῦ πλήθους ἀνείργεῖν δὲ αὐτοὺς ἐπι τὰ ἀριστερὰ φερομένους. δι ὃ συναπτέον ἐπ αριστερὰ λαὸν ἐέργων ⁑
Comments on 12.201
msA 12.H10: ὑψιπέτης: Ἀρίσταρχος ἐβάρυνεν εὑρῶν τὸ ὠκυπέτα χρυσέῃσιν ἐθείρησιν οὕτως κεκλιμένον ὡσεὶ καὶ ἀπο τοῦ παντοπώλης , παντοπῶλα , πρόδηλον δὲ κακ τῶν διαλέκτων ὑψιπέτας γὰρ εὑρέθη κατα τροπὴν τοῦ η εἰς τὸ α ὅπερ ζητεῖ καὶ ἡ κλίσις καὶ ἡ βαρεῖα τάσις: τινὲς μέντοι ἐτόλμησαν τὸ ὑψιπέτης περισπάσαι. ἐπεὶ ἐν ετέροις έφη ὥστ’ αἰετὸς ὑψιπετήεις : ὡς οὖν τὸ τιμήεις ἔσομαι ἐγένετο τιμῆς, οὐκέθ’ ὁμῶς τιμῆς ἔσσεαι οὕτως ὑψιπετήεις ὑψιπετῆς , ἀλλ επι μὲν τοῦ τιμῆς εὕρομεν αιτιατικήν καὶ χρυσὸν τιμήντα ἥτις ἐδίδασκε τὸ τῆς ευθ πάθος: ἐπει δε τοῦ προκειμένου οὐδὲν εὕρομεν τοιοῦτο ἔνθεν ἐπείσθημεν τῷ Ἀριστάρχῳ ⁑
Comments on 12.201
msA 12.H11: ἐπ αριστερὰ λαῶν ἐέργων, ὑποχωρῆσαι συμφέρον προσημαῖνων ἀριστερὰ γὰρ σημεῖα τὰ ἀπαίσια. δεξιὰ δὲ τὰ συμφέροντα: ζητεῖται δὲ πῶς ὁ Ζεῦς ἐπικρατεστέρους θέλων ποιῆσαι τοὺς Τρώας , σημεῖον αὐτοῖς κωλυτικὸν ἐπιπέμπει φησὶ γὰρ ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν : καὶ ῥητέον ὅτι νίκην μὲν ἐβούλετο τοῖς Τρωσὶν ἐξελεῖν δὲ τὸ δέος τῶν Ἑλληνων οὐ γὰρ κατ προαίρεσιν αὐτοὺς ἰδίαν ἐμίσει. ἀλλα χαριζόμενος Θέτιδι ⁑
Comments on 12.201
previous | next |
---|---|
msA 157v | msA 158v |