Venetus A (Marciana 454 = 822), folio 165, verso
previous | next |
---|---|
msA 165r | msA 166r |
Iliad text (25 lines)
Iliad 13.76: Τὸν δ’ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας :
Iliad 13.77: οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι
Iliad 13.78: μαιμῶσιν. καί μοι μένος ώρορε; νέρθε πόδεσσιν
Commented on by msAint 13.165v1, msAext 13.165v1
Iliad 13.79: ἔσσυμαι ἀμφοτέροισι: μενοινώω δὲ καὶ οἶος
Iliad 13.80: Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι:
Iliad 13.81: ὡς οἱ μὲν τοιαῦτα προς ἀλλήλους ἀγόρευον
Iliad 13.82: χάρμῃ γηθόσυνοι. τήν σφιν θεὸς ἔμβαλε θυμῷ:
Commented on by msA 13.165v1, msAim 13.165v1
Iliad 13.83: τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιοὺς :
Iliad 13.84: οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ῆτορ:
Iliad 13.85: τῶν ῥ’ ἅμα τ’ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο.
Commented on by msAim 13.165v2
Iliad 13.86: καί σφιν ἄχος κατα θυμὸν ἐγίνετο. δερκομένοισι
Iliad 13.87: Τρῶας . τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ:
Iliad 13.88: τοὺς οἵ γ’ εἰσὁρόωντες. ὑπ’ ὀφρύσι δάκρυα λεῖβον.
Commented on by msA 13.165v2
Iliad 13.89: οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπἐκ κακοῦ. ἀλλ’ ἐνοσίχθων
Iliad 13.90: ῥεῖα μετεισάμενος. κρατερὰς ὄτρυνε φάλαγγας:
Commented on by msAil 13.165v1
Iliad 13.91: Τεῦκρον ἐπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων.
Iliad 13.92: Πηνέλεών θ’ ἥρωα. Θόαντά τε. Δηΐπυρόν τε.
Commented on by msAim 13.165v3
Iliad 13.93: Μηριόνην τὲ καὶ Ἀντίλοχον . μήστωρας ἀϋτῆς.
Iliad 13.94: τοὺς ὅ γ’ ἐποτρύνων. ἔπεα πτερόεντα προσηύδα:
Iliad 13.95: αἰδὼς Ἀργεῖοι . κοῦροι. νέοι: ὔμμιν ἔγωγε
Commented on by msAim 13.165v4
Iliad 13.96: μαρναμένοισι πέποιθα, σαωσέμεναι, νέας, ἁμάς:
Commented on by msA 13.165v3
Iliad 13.97: εἰ δ’ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο:
Iliad 13.98: νῦν δὴ εἴδεται ἦμαρ ὑπο Τρώεσσι δαμῆναι:
Commented on by msA 13.165v4
Iliad 13.99: ὦ πόποι: ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι
Iliad 13.100: δεινὸν. ὃ οὔ ποτ’ ἔγωγε τελευτήσεσθαι ἔφασκον.
Other texts (11 passages)
Scholia group: msA
msA 13.165v1: ‡ χάρμη γηθόσυνοι χαίροντες τῇ μάχῃ ἔστι δὲ ὅτε δηλοῖ ἡ λέξις καὶ τὸ χαίρειν τῇ εἰς μάχην παραθήξει παρα τὸ χαράσσειν ὴν γὰρ χώραν ὡ φησὶ μ’ ἀριστίδης οὐδ’ ἑτέρως ἀει λέγει χάρμα
Comments on 13.82
msA 13.165v2: δάκρυα λεῖβον: ἐστέναζον ἐδάκρυον οἱ γὰρ ὀφθαλμοὶ καθ’ ὅμηρον πο ταῖς ὀφρύσι κοίμησόν μοι ζηνὸς π οφρύσιν ὅσσε φαεινῷ , δια δὲ τούτων ἐδάκρυον ἕτεροι δὲ ἤκουσαν λεληθότως ἔκλαιον ⁑
Comments on 13.88
msA 13.165v3: ‡ ἁμάς: ἡμετέρας, τὸ ἀμάς κτείνεται κατα τὸ τέλος καίτοι Δόριον χον τὴν προ τέλούς συλλαβὴν ἐπεὶ ἑνικῷ παράκειται τῷ δια τοῦ η ηγομένῳ, ἀμήν : ὅπερ ὁλόκληρον ἂν ἦν Δορικὸν ἴπερ εἰς ἂν κατέληγεν ⁑
Comments on 13.96
msA 13.165v4: νῦν δὴ εἴδεται ἦμαρ ὑπο Τρώεσσι αμῆναι: νῦν ἀνεφάνη ἡ ἡμέρα ἐν ῇ ὑπὸ τῶν Τρώων ναιρεθήσεσθε ⁑
Comments on 13.98
Scholia group: msAim
msAim 13.165v1: ὅτι ἐλλειπ ἡ επι ἵν’ ῆ επι χαρμ ⁑
Comments on 13.82
msAim 13.165v2: πρὸς τὸ σχημ ὅτι ὡς σπάρτα λέλυνται ⁑
Comments on 13.85
msAim 13.165v3: δια τοῦ ο Ἀριστοφάνης πηνέλεον ⁑
Comments on 13.92
msAim 13.165v4: ἔμφασιν ἔχει πλείονα τὸ κοῦροι χωριζόμεν τοῦ νέοι ⁑⁑
Comments on 13.95
Scholia group: msAint
msAint 13.165v1: νερθε δὲ ποσσὶν ⁑
Comments on 13.78
Scholia group: msAil
msAil 13.165v1: μετελθῶν παραγενόμενος ⁑
Comments on 13.90
Scholia group: msAext
msAext 13.165v1: νερθε δὲ ποσσὶν
Comments on 13.78
previous | next |
---|---|
msA 165r | msA 166r |