Venetus A (Marciana 454 = 822), folio 19, verso

previousnext
msA 19rmsA 20r

Iliad text (25 lines)


Iliad 1.377: αἰδεῖσθαί θ’ ἱ̈ερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα:


Iliad 1.378: ἀλλ’ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ:


Iliad 1.379: ἀλλὰ κακῶς ἀφίει: κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε:


Iliad 1.380: χωόμενος δ’ ὁ γέρων πάλιν ᾤχετο: τοῖο δ’ Ἀπόλλων


Iliad 1.381: εὐξαμένου ἤκουσεν. ἐπεὶ μάλα οἱ φίλος ἦεν:

Commented on by msA 1.1031


Iliad 1.382: ἧκε δ’ ἐπ’ Ἀργείοισι κακὸν βέλος: οἱ δέ νυ λαοὶ

Commented on by msAil 1.1043


Iliad 1.383: θνῇσκον ἐπασσύτεροι: τὰ δ’ ἐπῴχετο κῆλα θεοῖο

Commented on by msA 1.1032, msAil 1.1044


Iliad 1.384: πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν : ἄμμι δὲ μάντις


Iliad 1.385: εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο:


Iliad 1.386: αὐτίκ’ ἐγὼ πρῶτος κελόμην θεὸν ἱ̈λάσκεσθαι:


Iliad 1.387: Ἀτρείωνα δ`’ ἔπειτα χόλος λάβεν: αἶψα δ`’ ἀναστὰς


Iliad 1.388: ἠπείλησεν μῦθον: ὃ, δὴ, τετελεσμένος ἐστίν:

Commented on by msA 1.1033


Iliad 1.389: τὴν μὲν γὰρ συν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ


Iliad 1.390: ἐς Χρύσην πέμπουσιν: ἄγουσι δὲ δῶρα ἄνακτι:


Iliad 1.391: τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες


Iliad 1.392: κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν :

Commented on by msA 1.1034, msAil 1.1045


Iliad 1.393: ἀλλὰ σὺ εἰ δύνασαί γε. περίσχεο παιδὸς ἑῆος:

Commented on by msA 1.1035, msAil 1.1046, msAim 1.1042


Iliad 1.394: ἐλθοῦς’ οὔλυμπον δὲ, Δία λίσαι: εἴ ποτε δή τι

Commented on by msAil 1.1047


Iliad 1.395: ἢ ἔπει ὤνησας κραδίην Διὸς , ἠὲ καὶ ἔργῳ.


Iliad 1.396: πολλάκι γάρ σεο, πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα

Commented on by msA 1.1036, msA 1.1037, msAil 1.1048


Iliad 1.397: εὐχομένης, ὅτ’ ἔφησθα κελαινεφέϊ Κρονίωνι

Commented on by msA 1.1039, msAil 1.1049, msAil 1.1050


Iliad 1.398: οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι:

Commented on by msAil 1.1051


Iliad 1.399: ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι:

Commented on by msA 1.1041, msAil 1.1052, msAil 1.1053, msAil 1.1054


Iliad 1.400: Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη :

Commented on by msA 1.1040


Iliad 1.401: ἀλλὰ σὺ τόν γ’ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν.

Commented on by msAil 1.1055, msAil 1.1056


Other texts (24 passages)


Scholia group: msA

msA 1.1031: ‡εὐξαμένου ήκουσεν Σέλευκος φησὶν ἐν τῇ Κυπρίᾳ καὶ Κρητικῇ ἐπεί ρά νύ οἱ φίλος ῆεν : καὶ Θεαγένης δὲ οὕτως προφέρεται ἀπίθανον γὰρ τὸ ο δέ νυ λίαν φίλος ἦν⁑

Comments on 1.381


msA 1.1032: ἐπασσύτεροι Αἰολικόν ἐστι. ἄσσον ἀσσότερος ἀσσύτερος , ὡς ὄνομα ὄνυμα καὶ ἐπασσύτερος

Comments on 1.383


msA 1.1033: ἠπείλησεν μῦθον ἀμφίβολος ἡ στιγμῆ δια τὸ μόριον ἐπεὶ καὶ αὐτὸ ἀμφιβολον: ὅμως δὲ εἰς τὸ ὅς ὑποτακτικὸν αρθ αὐτὸ μεταληπτέον⁑

Comments on 1.388


msA 1.1034: κούρην Βρισῆος ἐοικεν πατρωνυμικῶς τὰ ὀνόματα αὐτῶν σχηματίζειν ὁ ποιητὴς καὶ οὐ κυρίως ὡς γὰρ ἄλλοι ἀρχαῖοι ἱ¨στοροῦσιν. ἡ μὲν Ἀστυνόμη ἐκαλεῖτο: ἡ δὲ Ἱπποδάμεια ὁ δὲ τρόπος ἀντωνομασία⁑

Comments on 1.392


msA 1.1035: ἀλλὰ σὺ εἰ δνασαί γε ὅτι Ζηνόδοτος γράφει εοῖο ⁑

Comments on 1.393


msA 1.1036: πολλάκι γάρ σεο Ἀρίσταρχος εγκλιτικὴν παρέλαβε τὴν ἀντωνυμίαν λέγων τὸ δηλούμενον εἶναι τοιοῦτο πολλάκις γάρ σοι ἐν τοῖς τοῦ πρς μου δόμοις ἤκουσα καυχωμένης. ἐαν γάρ φησι κατ ορθὸν τόνον ἀναγνῶμεν ἔσται εν τοῖς τοῦ νιρέως οίκοις ὁ Αχιλλεὺς αὐτῆς ἀκηκοώς: ταύτην δὲ τὴν ἱστορίαν οὐκ οῖδεν Ὅμηρος , τοσαῦτα ὁ Ἀρίσταρχος καὶ οἱ ἀπ αὐτοῦ: Πτολεμαῖος δὲ συγκατατίθεται μὲν τῇ ἐγκλιτικῇ ἀναγνώσει, οὐ μὴν τῇ προκειμένη αἰτίᾳ. εἴ γε ἤδη καὶ αὐτὸς ὁ Ἀρίσταρχος τὸ τοιοῦτο φησὶ παρεφύλασσεν ὡς ὅτι ταῖς μὲν πρωτοτύποις οὔτως χρῆται κατα γενικήν ἐμέο ἐμεῖο ἐμεῦ ἐμέθεν : ὁμοίως καὶ ὁ ἐπι δευτέρου καὶ τρίτου, ταῖς δὲ κτητικαῖς ἤτοι ἐμοῦ ἢ εμοῖο σοῦ σοῖο : ἐγίνετο οὖν εἴπερ ἦν κτητικῆ σοῖο ὥστε κὰν ορθοτονήσωμεν τὴν σέο , οὐ δύναται ἀμφίβολος καθίστασθαι: ἡ γὰρ γραφὴ διελέγχει ὅτι πρωτότυπός ἐστιν ἐγένετο οὖν ἐγκλιτικῇ ἡ ἀνάγνωσις ἐπειδήπερ ἁπλῆ εστιν καὶ οὐκ έχει ἀντιδιαστολὴν καὶ ἐπεκράτησεν ἡ ἀνάγνωσις⁑

Comments on 1.396


msA 1.1037: ἡ διπλῆ δὲ ὅτι ἀπο τούτου τοῦ στιχου ἕως τοῦ τὸν καὶ καὶ ὑπέδδεισαν Ζηνόδοτος αθετεῖ βραχὺ δὲ διασταλτέον μετα τὴν αντωνυμίαν τὸ γὰρ ἑξῆς ἐστι πολλάκι γάρ σου ἤκουσα⁑

Comments on 1.396


msA 1.1038: εὐχομενης διασταλτέον μετὰ τὸ ευχομένης καὶ αμῦναι , ἐπὶ δὲ τὸ Ἀθήνη στιγμήν. ἐνδέχεται δὲ καὶ οὕτως ἐπὶ μὲν τὸ λοιγὸν ἀμῦναι στίζειν τὰ δ’ ἄλλα ἀπ άλλης προφέρεσθαι ἀρχῆς ἕως τοῦ Ἀθήνη ⁑

Comments on 1.397-1.401


msA 1.1039: κελαινεφέϊ παρα τὸ μελαίνοντα τὸν ἀέρα νειφην αὐτόν:

Comments on 1.397


msA 1.1041: ὁππότε μιν ξυνδῆσαι Ζεὺς παραλαβὼν τὴν ἐν οὐνῳ διοίκησιν περισσῶς τῇ παρρησίᾳ ἐχρῆτο πολλὰ αὐθάδη διαπρασσόμενος Ποσειδῶν δὲ καὶ Ἥρα καὶ Ἀπόλλων καὶ Ἀθηνᾶ ἐβούλοντο αὐτὸν δήσαντες ὑποτάξαι: Θέτις δὲ ἀκούσασα παρα τοῦ πρς Νιρέως ἢν γὰρ μάντις τὴν Διὸς επιβουλὴν ἔσπευσεν πρὸς αυτὸν ἐπαγομένη Αἰγαίωνα φοβητρον τῶν ἐπιβουλευόντων θεῶν ἦν δὲ θαλασσιος δαίμων οὗτος καὶ τὸν πρα Ποσειδῶνα κατεβράβευεν. ἀκούσας δὲ ὁ Ζεὺς Θετιδος , τὴν μὲν Ἥραν ἐν τοῖς κατ αυτοῦ δεσμοῖς ἐκρέμασε, Ποσειδῶνι δὲ καὶ Ἀπόλλωνι τὴν παρα Λαομέδοντι θητείαν ἐψηφίσατο: τῇ δὲ Θέτιδι τὴν Ἀχιλλέως τιμὴν εἰς τὰ μετα ταῦτα ἐταμιεύσατο: ἱστορεῖ Δίδυμος ⁑

Comments on 1.399


Scholia group: msAim

msAim 1.1042: ‡ὑποστικτεον ἐπι τὸ γε στικτεον δὲ κατα το τέλος τοῦ στίχου⁑

Comments on 1.393


Scholia group: msAil

msAil 1.1043: ἔπεμψεν

Comments on 1.382


msAil 1.1044: ἐπάλληλοι πυκνοι:

Comments on 1.383


msAil 1.1045: αντωνομασία:

Comments on 1.392


msAil 1.1046: φρόντισον

Comments on 1.393


msAil 1.1047: λιτάνευσον

Comments on 1.394


msAil 1.1048: ἐν τοῖς οίκοις

Comments on 1.396


msAil 1.1049: οτε ἔλεγες

Comments on 1.397


msAil 1.1050: τοῦ ομβροποιοῦ

Comments on 1.397


msAil 1.1051: αποστρέψαι

Comments on 1.398


msAil 1.1053: συν

Comments on 1.399


msAil 1.1054: οἱ Τιτᾶνες

Comments on 1.399


msAil 1.1055: εξείλω ἔλυσας

Comments on 1.401


msAil 1.1056: συναπτέον τοῦτον τὸ ἑξῆς βραχὺ δὲ διασταλτεον ἐπι το Όλυμ ⁑

Comments on 1.401


previousnext
msA 19rmsA 20r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1