Venetus A (Marciana 454 = 822), folio 222, recto

previousnext
msA 221vmsA 222v

Iliad text (25 lines)


Iliad 16.806: στῆ δὲ ταφών: ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ


Iliad 16.807: ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ

Commented on by msA 16.222r_1


Iliad 16.808: Πανθοίδης Εὔφορβος . ὃς ἡλικίην ἐκέκαστο


Iliad 16.809: ἔγχεΐ θ’: ἱπποσύνῃ τε: πόδεσσί τε καρπαλίμοισι.


Iliad 16.810: καὶ γὰρ δή ποτε φῶτας ἐείκοσι βῆσεν ἀφ’ ἵππων

Commented on by msA 16.222r_2, msA 16.222r_3


Iliad 16.811: πρῶτ’ ἐλθὼν σὺν ὄχεσφι, διδασκόμενος πολέμοιο:


Iliad 16.812: ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεις ἱππεῦ

Commented on by msAint 16.222r_1, msA 16.222r_4


Iliad 16.813: οὐδ ἑδάμασσ’: ὁ μὲν αὖτις ἀνέδραμε. μίκτο δ’ ὁμίλῳ:


Iliad 16.814: ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον: οὐδ’ ὑπέμεινε


Iliad 16.815: Πάτροκλον γυμνόν περ ἐόντ’ ἐν δηϊοτῆτι:


Iliad 16.816: Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς.


Iliad 16.817: ὰψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων:


Iliad 16.818: Ἕκτωρ δ’ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον


Iliad 16.819: ὰψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ.

Commented on by msAim 16.222r_1


Iliad 16.820: ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας. οῦ ταδὲ δουρὶ


Iliad 16.821: νείατον ἐς κενεῶνα. δια πρὸ δὲ χαλκὸν ἔλασσε:


Iliad 16.822: δούπησεν δὲ πεσὼν. μέγα δ’ ἤκαχε λαὸν Ἀχαιῶν:

Commented on by msA 16.222r_5


Iliad 16.823: ὡς δ’ ὅτε σῦν ἀκάμαντα λέων ἐβιῄσατο χάρμῃ.


Iliad 16.824: ὥ τ’ ὄρεος κορυφῇσι μέγα φρονεόντε μάχεσθον


Iliad 16.825: πίδακος ἀμφ’ ὀλίγης. ἐθέλουσι δὲ πιέμεν ἄμφω:


Iliad 16.826: πολλὰ δέ τ’ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν.


Iliad 16.827: ὡς πολέας πέφνοντα Μενοιτίου ἄλκιμον υἱὸν

Commented on by msA 16.222r_6


Iliad 16.828: Ἕκτωρ Πριαμίδης. σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα:

Commented on by msAint 16.222r_2


Iliad 16.829: καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα:


Iliad 16.830: Πάτροκλ’ . ῆ που ἔφησθα πόλιν κεραϊζέμεν ἁ_μήν.


Other texts (10 passages)


Scholia group: msA

msA 16.222r_1: ὤμων μεσσηγυς: ὅτι Ζηνοδοτος γραφει σχεδὸν οὔτασε Δάρδανος ἀνήρ : ἀγνοεῖ δὲ ὅτι ἐκ βολῆς τέτρωται ὡς δια τῶν ἑξῆς δεῖκνυται ὥς τοι πρῶτος εφῆκε βέλος ⁑

Comments on 16.807


msA 16.222r_2: καὶ γὰρ δή ποτε φωτας: ὅτι σύνηθες ἢν τοῖς ἀρχαίοις ἁρματομαχεῖν ἐσφαιρωμένοις δόρασι χρώμενους καὶ ἀνατρέπειν ἐκ τῶν ὀχημάτων, ὁ δε Διονύσιος οὐκ επι μελέτης ἀλλ’ ὅτι ἀνεῖλεν πρῶτ’ αγώνων καὶ πρῶτως εἰς πόλεμον παραγενόμενος⁑

Comments on 16.810


msA 16.222r_3: καὶ γαρ δή ποτε φῶτας. δια τοῦ τ αἱ Ἀριστάρχου . καὶ γὰρ δὴ τότε. ὡς τῶν τότε μελετώντων τὴν τοαιαύτην ἄσκησιν ὥστε τὸν ἀντελάυνοντα: ἀναστρέψαι ἀπο τοῦ ὀχήματος⁑

Comments on 16.810


msA 16.222r_4: ὅς τοι πρῶτος ἐφῆκε βέλος, ὅτι βέβληται καὶ οὐκ οὔτασται, ὡς Ζηνόδοτος : βέλος γοῦν κέκληκεν δια τὸ βεβλῆσθαι καὶ προς τὴν ἀποστροφήν⁑

Comments on 16.812


msA 16.222r_5: δούπησεν δὲ πεσὼν ὅτι ἐκ τῶν τοιούτων ἀπεκδέξαντο οἱ Γλωσσογράφοι τὸ δουπῆσαι ἓν ἀνθ’ ενὸς ἀντι τοῦ ἀποθανεῖν ἀγνοοῦσι δὲ ὅτι οὐκ επι παντὸς θανάτου τάσσει τὴν λέξιν. ἀλλ’ επι τῶν ἐν πολέμῳ πυκτευόντων δια τὸν παρακολουθοῦντα φόβον ἐκ τῶν όπλων⁑

Comments on 16.822


msA 16.222r_6: ὡς πολέας πέφνοντα: ὡς τέμνοντα οὕτως καὶ Ἀρίσταρχος , ὁ δὲ Τυραννίων παροξύνει ὡς λαβόντα , δεύτερον ἀόριστον ἐκδεχόμενος. οὕτως δὲ καὶ τὴν εὐθεῖαν ὀξύνει. κῆρ’ άχεος μεθέηκα, χερείονά περ καταπεφνών Ἀριστάρχου τοῦ βαρύνοντος καί μοι δοκεῖ ὁ Τυραννίων λόγῳ ὑγιεῖ χρῆσθαι, εἰ γὰρ πέφνω πέφνεις πέφνει οὐ λέγομεν, ὑποτακτικὸς δὲ πέφνω , πέφνῃς πέφνῃ καὶ πέφνε γὰρ Ὀθρυονῆα , καὶ ἐστι δεύτερος ἀόριστος ὡς ἔλαβε λάβω λάβῃς λάβῃ δῆλονότι ὀφείλομεν καὶ τὴν μετοχὴν ὀξύνειν. ὁ μέντοι Ἀρίσταρχος . καὶ τῷ χαρακτῆρι τῆς φωνῆς ἐπείσθη, καὶ οὕτως ἐβάρυνεν: ἐπεὶ γὰρ αἱ εἰς νων λήγουσαι μετοχαὶ, ἔχουσαι προ τοῦ ν σύμφωνον κατ επιπλοκὴν, ἤτοι ἐβαρύνοντο ἢ περιεσπῶντο. οὐδέποτε δὲ ὠξύνοντο ὥσπερ ἔχει ἡ τέμνων κάμνων πίτνων . ἐδοκίμαζε καὶ τὴν πέφνων βαρύνειν οὐχι οξύνειν: εἰ δέ τις λέγοι διὰ τί γὰρ οὐ περισπᾷ διδαχθήσεται ἐκ τῆς κλήσεως. οὐ γὰρ πεφνοῦντα ἐροῦμεν ἢ πεφνῶντα ὡς νοοῦντα οὕτως δὲ καὶ ἡ ϊ μετοχὴ ἐβαρύνετο τῷ χαρακτῆρι καὶ τῇ ποιότητι τοῦ στοιχείου οὐ τῇ κλίσει τῇ τοῦ ἐνεστῶτος, ὥσπερ ἀπεδείξαμεν⁑

Comments on 16.827


Scholia group: msAim

msAim 16.222r_1: οτ ὁμολογον τῷ βεβλῆσθαι αυτόν⁑

Comments on 16.819


Scholia group: msAil

msAil 16.222r_1: περι μικρᾶς πηγῆς

Comments on 16.8184@πίδακοσ


Scholia group: msAint

msAint 16.222r_1: τὸ σὺν όχεσφιν ἑκατέροις δύναται προσδιδοσθαι⁑

Comments on 16.812


msAint 16.222r_2: οτ ουτ μὲν οὔτασεν, ὁδε Εὔφορβος βέβληκε⁑

Comments on 16.828


previousnext
msA 221vmsA 222v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1