Venetus A (Marciana 454 = 822), folio 222, verso

previousnext
msA 222rmsA 223r

Iliad text (25 lines)


Iliad 16.831: Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας.


Iliad 16.832: ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν:


Iliad 16.833: νήπιε: τάων δὲ πρόσθ’ Ἕκτορος ὠκέες ἵπποι


Iliad 16.834: ποσσὶν ὀρωρέχαται πολεμίζειν. ἔγχεϊ δ’ αὐτὸς


Iliad 16.835: Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω. ὅ σφιν ἀμύνω


Iliad 16.836: ἦμαρ ἀναγκαῖον: σὲ δέ τ’ ἐνθάδε γῦπες ἔδονται:


Iliad 16.837: ἆ δείλ’. οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς .


Iliad 16.838: ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετ’ ϊόντι.


Iliad 16.839: μή μοι πρὶν ϊέναι Πατρόκλεις ἱπποκέλευθε


Iliad 16.840: νῆας ἐπι γλαφυρὰς. πρὶν Ἕκτορος ἀνδροφόνοιο


Iliad 16.841: αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι:


Iliad 16.842: ὥς που σε προσέφη: σοὶ δὲ φρένας ἄφρονι πεῖθε:

Commented on by msAim 16.222v_1


Iliad 16.843: τὸν δ’ ὀλιγοδρανέων προσέφης Πατρόκλεις ἱππεῦ.


Iliad 16.844: ήδη νῦν Ἕκτορ μεγάλ’ εὔχεο. σοὶ γὰρ ἔδωκε


Iliad 16.845: νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων . οἵ μ’ ἐδάμασσαν


Iliad 16.846: ῥηϊδίως. αὐτοὶ γὰρ ἀπ’ ὤμων τεύχε’ ἕλοντο:


Iliad 16.847: τοιοῦτοι δ’ εἴ πέρ μοι εείκοσιν ἀντεβόλησαν.


Iliad 16.848: πάντές κ’ αὐτόθ’ όλοντο. ἐμῷ ὑπὸ δουρὶ δαμέντες:


Iliad 16.849: ἀλλά με μοῖρ’ ὀλοὴ. καὶ Λητοῦς ἔκτανεν υἱός.


Iliad 16.850: ἀνδρῶν δ’ Εὔφορβος . σὺ δέ με τρίτος ἐξεναρίζεις:

Commented on by msA 16.222v_1


Iliad 16.851: ἄλλο δέ τοι ἐρέω. σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν:


Iliad 16.852: οὔ θην οὐδ’ αὐτὸς δηρὸν βέῃ. ἀλλά τοι ἤδη


Iliad 16.853: ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ


Iliad 16.854: χερσὶ δαμέντ’ Ἀχιλῆος ἀμύμονος Αἰακίδᾱο:

Commented on by msA 16.222v_3, msAim 16.222v_2


Iliad 16.855: ὡς ἄρα μιν εἰπόντα. τέλος θανάτοιο κάλυψε:


Other texts (5 passages)


Scholia group: msA

msA 16.222v_1: ἀνδρῶν δ’ Εὐφόρβως : ἡ διπλὴ προς τὸ ζητούμενον. τέσσαρας γὰρ προειπὼν ἐπιφέρει, σὺ δέ με τρίτος . τὴν δὲ κοινὴν πᾶσι παρεπομένην μοῖραν οὐκ αριθμεῖ αὐτοὺς δὲ τοὺς ἐπενεγκόντας αὐτῷ χεῖρας⁑

Comments on 16.850


msA 16.222v_2: πῶς τέσσαρας καταριθμήσας μοίραν Ἀπόλλωνα . Εὔφορβον . Ἕκτορα . ἐπιφέρει σὺ δέ με τρίτος ἐξεναρίζεις . ἔτι δὲ λέγειν ὅτι τὴν μοιραν οὐκ ἀτηρίθμησεν. ὡς κοινὴν πᾶσιν ἀνοις ἐπικείμενειν. ἔνιοι δὲ τὸ ἑξῆς οὕτως ἀποδιδόασιν. ἀλλα με μοῖρα ὀλοὴ καὶ Λητοὺς ἔκτανεν ὑιὸς ἀνδρῶν δ’ Εὔφορβος τρίτος. σὺ δέ με ἐξεναρίζεις : ἠ σὺ δέ με τρίτατος ἐξεναρίζεις ἵν’ ᾖ πολλοστός ⁑

Comments on 16.849-16.850


msA 16.222v_3: χερσὶ δαμέντ’ Ἀχιλῆος. πόθεν ὁ Πάτροκλος οῖδεν ὅτι Ἀχιλλεὺς κτείνει τὸν Ἕκτορα . ὥσπερ Ἀχιλλεὺς ἀκούσας παρα Θέτιδος . ὅτι κατ Αρτέμωνα τὸν Μιλήσιον ἐν τῷ Περὶ ὀνείρων ὅταν ἀθροισθῇ ψυχὴ ἐξ ὅλου τοῦ σώματος προς τὸ ἐκκριθῆναι μαντικωτάτη γίνεται, καὶ Πλάτων ἐν καὶ γὰρ εἰμὶ ἐνταῦθα ἐν ᾣ μάλιστα ἀνον χρησμῳδοῦσιν ὅταν μέλλωσιν ἀποθανεῖσθαι ⁑

Comments on 16.854


Scholia group: msAim

msAim 16.222v_1: ουτ δια τοῦ ε σε προσέφη ⁑

Comments on 16.842


msAim 16.222v_2: ἐκ πλήρους τὸ δαμεντ Αρίσταρχος

Comments on 16.854


previousnext
msA 222rmsA 223r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1