Venetus A (Marciana 454 = 822), folio 223, recto
previous | next |
---|---|
msA 222v | msA 223v |
Iliad text (12 lines)
Iliad 16.856: ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει.
Commented on by msA 16.223r_1
Iliad 16.857: ὃν πότμον γοόωσα. λιποῦσ’ ἀνδροτῆτα καὶ ἥβην:
Iliad 16.858: τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ :
Commented on by msAint 16.223r_1
Iliad 16.859: Πατρόκλεις . τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον.
Iliad 16.860: τίς δ’ οἶδ’. εἴ κ’ Ἀχιλεὺς Θέτιδος παῖς ἠϋκόμοιο
Iliad 16.861: φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς. ἀπο θυμὸν ὀλέσσαι:
Iliad 16.862: ὡσ ἄρα φωνήσας. δόρυ χάλκεον ἐξ ὠτειλῆς
Iliad 16.863: εἴρυσε λὰξ προσβὰς. τὸν δ’ ὕπτιον ὦσ’ ἀπὸ δουρός:
Iliad 16.864: αὐτίκα δὲ ξυν δουρὶ μετ’ Αὐτομέδοντα βεβήκει
Iliad 16.865: ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο:
Iliad 16.866: ΐετο γὰρ βαλέειν: τὸν δ’ ἔκφερον ὠκέες ἵ+πποι
Iliad 16.867: ἄμβροτοι. οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα. ‡
Other texts (2 passages)
Scholia group: msA
msA 16.223r_1: ψυχὴ δ’ ἐκ ρεθέων: ὅτι πάντα τὰ μέλη ῥέθη Ὅμηρος προσαγορεύει. οἱ δὲ Αἰολεῖς μόνον τὸ πρόσωπον.
Comments on 16.856
Scholia group: msAint
msAint 16.223r_1: δια τοῦ η τὸ τεθνηωτ Ἀρίσταρχ ⁑
Comments on 16.858
previous | next |
---|---|
msA 222v | msA 223v |