Venetus A (Marciana 454 = 822), folio 240, recto

previousnext
msA 239vmsA 240v

Iliad text (25 lines)


Iliad 18.51: στήθεα πεπλήγοντο. Θέτις δ’ ἐξῆρχε γόοιο:


Iliad 18.52: κλῦτε κασίγνηται Νηρηΐδες: ὄφρ’ εὖ, πᾶσαι


Iliad 18.53: εἴδετ’ ἀκούουσαι ὅσ’ ἐμῷ ἔνι κήδεα θυμῷ:

Commented on by msAint 18.6, msAim 18.6


Iliad 18.54: ῴ μοι ἐγὼ δειλή. ῴ μοι δυσαριστοτόκεια:

Commented on by msA 18.24


Iliad 18.55: ἥ τ’ ἐπεὶ ὰρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε.


Iliad 18.56: ἔξοχον ἡρώων. ὁ δ`’ ἀνέδραμεν έρνεϊ ἶ̈σος.

Commented on by msA 18.25


Iliad 18.57: τὸν μὲν ἐγὼ θρέψασα. φυτὸν ὡς γουνῷ ἁλῳῆς.

Commented on by msA 18.26, msA 18.27


Iliad 18.58: νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ί̈λιον εἴσω


Iliad 18.59: Τρωσὶ μαχησόμενον. τὸν δ’ οὐχ ὑποδέξομαι αὖτις


Iliad 18.60: οἴκαδε νοστήσαντα. δόμον Πηλήϊον εἴσω:

Commented on by msA 18.28


Iliad 18.61: ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.


Iliad 18.62: ἄχνυται. οὐδέ τι οἱ δύναμαι χραισμῆσαι ἰ̈οῦσα:


Iliad 18.63: ἂλλ’ εῖμ’. ὄφρα ΐδοιμι φίλον τέκος. ἠδ’ ἐπακούσω.


Iliad 18.64: ὅττί μιν ΐκετο πένθος. ἀπὸ πτολέμοιο μένοντα:

Commented on by msA 18.30


Iliad 18.65: ὡς ἄρα φωνήσασα: λίπε, σπέος: αἱ δὲ συν αὐτῇ:


Iliad 18.66: δακρυόεσσαι ΐσαν: περὶ δέ σφισι κυμα θαλάσσης


Iliad 18.67: ῥήγνυτο, ταὶ δ’ ὅτε δὴ Τροίην ἐρίβωλον ΐκοντο.


Iliad 18.68: ἀκτὴν εἰσανέβησαν ἐπισχερὼ: ἔνθα, θαμειαὶ

Commented on by msA 18.31, msAim 18.7


Iliad 18.69: Μυρμιδόνων εἴρυντο, νέες. ταχὺν ἀμφ’ Ἀχιλῆα :


Iliad 18.70: τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ:


Iliad 18.71: ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο:


Iliad 18.72: καί ῥ’ ὀλοφυρομένη. ἔπεα πτερόεντα προσηύδᾱ:


Iliad 18.73: τέκνον, τί κλαίεις. τί δέ σε φρένας ΐκετο πένθος:


Iliad 18.74: ἐξαύδᾱ. μη κεῦθε: τὰ μὲν δή τοι τετέλεσται


Iliad 18.75: ἐκ Διὸς . ὡς ἄρα δὴ πρίν γ’ εὔχεο χεῖρας ἀνασχὼν.


Other texts (12 passages)


Scholia group: msAint

msAint 18.6: αντ τοῦ εἴδητε

Comments on 18.53


Scholia group: msAim

msAim 18.6: ἀριστοφ ἐπι κήδεα

Comments on 18.53


msAim 18.7: γρ εἰς ἀνέβησαν

Comments on 18.68


Scholia group: msA

msA 18.24: δυσαριτοτόκεια ⁚ ἐκ τριῶν συνθέτων ὡς τὸ ἀμιτροχίτωνας λέγει δὲ ἐπι κακῷ τὸν ἄρῖστον τετοκυῖα ὡς ἄν τις εἴποι ἐπι δυστυχίᾳ εὔτεκνος ⁑

Comments on 18.54


msA 18.25: ἔξοχον ἡρώων⁚ ἡ ὑποστιγμὴ ἤτοι ἐπι τὸ ἡρώων ἵνα ὁ μὲν σύνδεσμος περισσεύη: ἠ καὶ ἐπὶ τὸ ἴσος ἵνα ἡ ἀνταπόδοσις τὸν μὲν ἐγὼ θρέψασα ⁑

Comments on 18.56


msA 18.26: τὸν μὲν ἐγὼ θρέψασα⁚ ὅτι ἡ Θέτις οὐκ απελείφθη τοῦ Πηλέως οικου καθάπερ οἱ νεώτεροι δωδεκατιον καταλιποῦσα τὸν Ἀχιλλέα . ὁ δε Πηλεὺς Χείρονι παραδέδωκεν ἵνα τραφῇ ⁑

Comments on 18.57


msA 18.27: γουνῷ αλωῆς: τῷ γονίμῳ τόπω τῆς γῆς ἠ τῶ ὑψηλοτάτῳ μεταφορικῶς ἀπο τῶν γονάτων τῶν ἐν τῷ σώματι ἅπεξ ἐξέχει ⁑

Comments on 18.57


msA 18.28: οἴκαδὲ νοστήσαντα⁚ ὅτι Ὅμηρος οὐκ οῖδεν ὡς οἱ νεώτεροι ποιηταὶ κεχωρισμένην τὴν Θέτιν ἀπο τοῦ Πηλέως ὑπο τὴν Ἀχιλλέως γένεσιν ἀλλ ὅτι καὶ μετὰ τὸν Τρωϊκὸν πόλεμον σύνεστι λέγει ⁑

Comments on 18.60


msA 18.29: ἀλλ εἶμ’ τοῦτο ὡς ἐν ποιήσει ἀκουστέον οὐ γὰρ πιθανὸν τὴν προειρηκυῖαν περι τῆς τοῦ Πατρόκλου τελευτῆς νῦν αὐτὸ τοῦτο αγνοοῦσαν φαίνεσθαι ⁑

Comments on 18.63-18.64


msA 18.30: ἀπο πτολέμοιο μένοντα: Ἀρίσταρχος φυλάττει τὸν τόνον τῆς προθέσεως ἔφαμεν δὲ ἐν ἑτέροις ὅτι ἡ ἀπο ἐὰν συντάσσηται τῇ γενικῇ μὴ μεταξὺ πιπτουσῶν λέξεων καὶ σημαίνει τὸ ἄπωθεν φυλάσσει τὸν τόνον: οὕτως γοῦν ἀνέγνωμεν ἀπο πατρίδος ἄνδρα κατακτάς : καὶ οὐκ εθέλεσκε μάχην ἀπο τείχεος : καὶ γάρ τίς θ’ ἕνα μῆνα μένων ἀπο ἧς ἀλόχοιο : προσέθηκα δὲ μὴ μεταξὺ πιπτουσῶν λέξεων, δια τὸ ἀπο πλυνοί εἰσὶ πόλιος : οὐ γὰρ ἐπλησίασε τῆς πo γενικῇ ἀλλα μεταξὺ ἀνεδέξατο λέξεις ⁑

Comments on 18.64


msA 18.31: ἐπισχερώ, ὀξύνεται καὶ σεσημείωται ὥσπερ καὶ τὸ ϊώ : οὐδὲν γὰρ εἰς σω λῆγον ἐπίρρημα θέλει ὀξύνεσθαι ⁑

Comments on 18.68


msA 18.32: ἀκτὴν εἰσανέβαινον. τὸ ἐπισχερῶ ἑκατέρωσε δύναται προσδίδοσθαι καὶ γὰρ τὰς Νηρεΐδας ἂν εἶναι τάξει πρέπον καὶ τὰς ναῦς εἰκὸς ἐφεξῆς τετάχθαι ὡς ἐν τῷ περι ναυστάθμου λέγεται ⁑

Comments on 18.68-18.69


previousnext
msA 239vmsA 240v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1