Venetus A (Marciana 454 = 822), folio 240, verso

previousnext
msA 240rmsA 241r

Iliad text (25 lines)


Iliad 18.76: πάντας ἐπὶ πρύμνῃσιν. ἀλήμεναι υἷας Ἀχαιῶν

Commented on by msA 18.33


Iliad 18.77: σεῦ ἐπιδευομένους, παθέειν τ’ ἀεκήλια ἔργα.

Commented on by msA 18.34


Iliad 18.78: τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς :


Iliad 18.79: μῆτερ ἐμὴ: τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν:


Iliad 18.80: ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φιλος ὤλεθ’ ἑταῖρος


Iliad 18.81: Πάτροκλος , τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων


Iliad 18.82: ῗσον ἐμῇ κεφαλῇ. τὸν ἀπώλεσα: τεύχεα δ’ Ἕκτωρ

Commented on by msAim 18.8


Iliad 18.83: δῃώσας ἀπέδυσε πελώρια, θαῦμα ἰ̈δέσθαι.


Iliad 18.84: καλὰ. τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα


Iliad 18.85: ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ:


Iliad 18.86: αίθ’ ὄφελες σὺ μὲν αὖθι μετ’ ἀθανάτῃς ἁλίῃσι

Commented on by msA 18.35, msAext 18.1, msAim 18.9


Iliad 18.87: ναίειν. Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν:


Iliad 18.88: νῦν δ’. ἵ̈να καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη


Iliad 18.89: παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αῦτις


Iliad 18.90: οἴκαδε νοστήσαντ’. ἐπεὶ οὐδ’ ἐμὲ θυμὸς ἄνωγε

Commented on by msAim 18.10


Iliad 18.91: ζώειν. οὐδ’ ἄνδρεσσι μετέμμεναι. αἴ κε μὴ Ἕκτωρ


Iliad 18.92: πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς. ἀπὸ θυμὸν ὀλέσσῃ.

Commented on by msA 18.37


Iliad 18.93: Πατρόκλοιο δ’ ἕλωρα Μενοιτιάδαο ἀποτίσῃ:

Commented on by msAint 18.8, msAext 18.2


Iliad 18.94: τὸν δ’ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα:

Commented on by msAim 18.11


Iliad 18.95: ὠκύμορος δή μοι τέκος ἔσσεαι. οἷ’ ἀγορεύεις:


Iliad 18.96: αὐτίκα γάρ τοι ἔπειτα μεθ’ Ἕκτορα πότμος ἑτοῖμος:


Iliad 18.97: τὴν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς :


Iliad 18.98: αὐτίκα τεθναίην. ἐπεὶ οὐκ ἂρ, ἔμελλον ἑταίρῳ

Commented on by msA 18.38


Iliad 18.99: κτεινομένῳ ἐπαμῦναι: ὃ μὲν μάλα τηλόθι πάτρης

Commented on by msAim 18.12


Iliad 18.100: ἔφθιτ’. ἐμεῖο δὲ, δῆσεν, ἄρῆς ἀλκτῆρα γενέσθαι:

Commented on by msA 18.39, msA 18.40, msA 18.41, msAim 18.13


Other texts (21 passages)


Scholia group: msAext

msAext 18.1: ὡς ὄφελες

Comments on 18.86


msAext 18.2: Μενοιτιάδεα απ

Comments on 18.93


Scholia group: msAint

msAint 18.7: άκαιρον τὸ εἰδύᾳ λέγειν ⁑

Comments on 18.84-18.85


msAint 18.8: οτ τὰ έλωρα οὐ βρώματ ἀλλα ελκύσματ ⁑

Comments on 18.93


Scholia group: msAil

msAil 18.5: ἐπιθυμία⁚

Comments on 18.80@ἦδος


msAil 18.6: εω

Comments on 18.100@ἄρῆς


Scholia group: msAim

msAim 18.8: στικτέον ἐπι τὸ κεφαλῇ μᾶλλον γὰρ ἐμφαίνει ⁑

Comments on 18.82


msAim 18.9: ταῦτα ἀπ αλλης ἀρχῆς ἀναγνωστέον⁚

Comments on 18.86


msAim 18.10: ὅτι παλιν συνοίκει τῷ Πηλεῖ ἡ Θέτις

Comments on 18.90


msAim 18.11: εν αλλῳ τὸν δ’ ἠμείβετ’ ἔπειτα ⁑

Comments on 18.94


msAim 18.12: στικτέον ἐπι τὸ αμῦναι ⁚

Comments on 18.99


msAim 18.13: Αρισταρχ δια τοῦ ω Ἄρεω ⁚

Comments on 18.100


Scholia group: msA

msA 18.33: ‡ ἀλήμεναι, υἱας Αχαιῶν ⁚ ὡς παρα τὸ βῆναι βήμεναι ἐγένετο. οὕτως καὶ παρα τὸ ἀλῆναι ἀλήμεναι . ἠ λαοὺς ἐς τεῖχος ὁμοκλήσας ἀλῆναι ψιλοῦται δὲ καὶ τὸ ἐάλη . καὶ τὸ οίμησεν δὲ ἀλεὶς καὶ πᾶς ὁ σχηματισμός. ἐπεὶ καὶ τὸ θέμα αὐτῶν ἐψιλοῦτο ⁑

Comments on 18.76


msA 18.34: σεῦ οπιδευομένος . πρὸς τὴν συναλιφήν ὅτι ἐκήλια ἐκληπτέον κατα ἀπόφασιν τοῦ εκήλου ἐφ οἷς οὐχ οἰόν τε ἡσυχάζειν παθέειν τ’ ἀεκήλια ἔργα: ὁ Ἀσκαλωνίτης ἀεκήλια οἶον οὐχ ἥσυχα, οὐδε ειρηνικὰ ἐπεὶ εκηλος ὁ ήσυχος ὥστε στέρησιν αὐτῶν ἐκδέχεσθαι: οὕτως δὲ καὶ Ἀρίσταρχος . οἷον ταραχώδη ἡ ἀκούσια ἃ οὐκ ἄν τις ἑκὼν πάθοι: ὁμοίως δὲ καὶ Ἀλεξίων καὶ ἔχονται τοῦ δηλουμένου ⁑

Comments on 18.77


msA 18.35: αίθ’ όφελες: οὕτως αίθ’ ὄφελες : Ἀπολλώνιος ἐν τῷ Περι συντάξεως τίθησι τὸν στίχον οὕτως ἔχοντα ⁑

Comments on 18.86


msA 18.36: νῦν δ’ ἵνα καὶ σοὶ πένθος. δια τοῦ ἵνα σύνδεσμον ὑποστιγμῇ ἐπι τὸ ἀποφθιμένοιο ἵνα ὁ λόγος ᾖ τοιοῦτος, νῦν δ’ ἵνα και σὺ πενθήσῃς τὸν υἱὸν ἀπολέσασα τοῦτον οὐχ ὑποδέξη ὑποστρέψαντα οἴκαδε ἠ παντελῶς παραιρεθήσεται ἡ ὑποστιγμὴ κοινοῦ νοουμένου ἄνοθεν τοῦ ἀνέρος ἔμβαλον εὐνῇ ⁑

Comments on 18.85-18.89


msA 18.37: πρῶτος ἐμῷ ὑπο δουρι, τὸ ἑξῆς ἐστιν ἀπολέσσῃ . διὸ οὐκ αναστρεπτέον τὴν ἀπο τὴν μέντοι ὑπο ἐπεὶ τὸ ἀκόλουθόν ἐστιν ὑπ εμῷ εἰσὶ μέντοι οἳ οὐκ ανέστρεψαν ἀλλα συνέταξαν τῇ δοτικῇ δουρὶ εμῷ ἐν ἑτέροις γὰρ οὕτως αὐτὸν εἰρηκέναι δουρὶ δ’ ἐμῷ κτεάτισσα ⁑

Comments on 18.92


msA 18.38: αὐτίκα τεθναίην, ἡ μὲν ᾤετο δια τὸν λόγον ἀποτρέψειν αὐτὸν τῆς σπουδῆς. οἱ δὲ αὐτὸ τουτ πρῶτον μέτ’ επιτάσεως τάσσει. διὰ τοῦ αὐτίκα ὡς τῷ φίλῳ ἀκολουθήσων ⁑

Comments on 18.98


msA 18.39: ἐμεῖο δὲ δῆσεν ἀρῆς⁚ τινὲς περιθέσπασαν τὸ ἀρῆς ἵνα σημαίνηται βλάβης. οὕτως καὶ ὁ Ἀσκαλωνίτ καὶ ἡμεῖς: τὸ δὲ δῆσεν δισύλλαβον ἐκδεκτέον ποιητικόν καὶ τὸ ε τοῦ προκειμένου ἐστι συνδέσμου ⁑

Comments on 18.100


msA 18.40: δῆσεν ἀρῆς δια τοῦ ω Ἄρεω ἡ Ἀριστάρχου καὶ ἔστι τὸ λεγόμενον ἐμοῦ ἐδέησε τὸ ἀλεξητῆρα γενέσθαι τοῦ Ἄρεω καθ ὃν ἀπώλετο ἀπ ευθείας τῆς ὁ Ἄρεως ὡς ὁ Πείρεως , Πείρεω υἱόν : ἐν δε τοῖς εἰκαιοτέροις, ἀρῆς τῆς βλάβης, ἐπεὶ καὶ Ἡσίοδος ἀρῆς ἀλκτῆρα βλάβης καὶ κακώσεως ἔφη ⁑

Comments on 18.100


msA 18.41: ἀρῆς ἀλκτῆρα⁚ βλαβης καὶ κακώσεως ἀποτρεπτικὸν ὅ ἐστι κωλυτὴν καὶ βοηθόν: οἱ δὲ Ἄρεω ἀλκτῆρα ἀποτρεπτικὸν πολέμου: Παρμενίσκος μὲν οὖν βαρυτόνως τὸ εδησεν ἀποδίδωσιν οὑτως: ὁ δε πόλεμος τὴν εμὴν ἐφαλλόμενος πανοπλίαν ἔδησέν μου τὴν ἔξοδον ὥστε ἀλκτῆρα μὴ γενέσθαι Πατρόκλου ὅπερ ἐστὶ βοηθόν: Πτολεμαῖος δὲ ὁ Ασκαλωνίτης περισσὸν τὸ ἔδησεν φησίν ⁑

Comments on 18.100


previousnext
msA 240rmsA 241r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1