Venetus A (Marciana 454 = 822), folio 241, recto

previousnext
msA 240vmsA 241v

Iliad text (25 lines)


Iliad 18.101: νῦν δ’ ἐπεὶ οὐ, νέομαί γε φίλην ἐς πατρίδα γαῖαν.


Iliad 18.102: οὐδέ τι Πατρόκλῳ γενόμην φάος. οὐδ’ ἑτάροισι

Commented on by msAint 18.9


Iliad 18.103: τοῖς ἄλλοις. οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ.

Commented on by msAim 18.14


Iliad 18.104: ἂλλ’ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης.

Commented on by msAint 18.10


Iliad 18.105: τοῖος ἐὼν. οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων


Iliad 18.106: ἐν πολέμῳ: ἀγορῇ δέ τ’ ἀμείνονές εἰσι καὶ ἄλλοι:


Iliad 18.107: ὡς ἔρις ἔκ τε θεῶν. ἔκ τ’ ἀνθρώπων ἀπόλοιτο:


Iliad 18.108: καὶ χόλος. ὅς τ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι:

Commented on by msA 18.45


Iliad 18.109: ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο.

Commented on by msA 18.46


Iliad 18.110: ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός:

Commented on by msA 18.47


Iliad 18.111: ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων :


Iliad 18.112: ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ:


Iliad 18.113: θυμὸν ἐνὶ στήθεσσι φίλον δαμασαντες ἀνάγκῃ:

Commented on by msA 18.48


Iliad 18.114: νῦν δ’ εῖμ’. ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω


Iliad 18.115: Ἕκτορα : κῆρα δ’ ἐγὼ τότε δέξομαι. ὁππότε κεν δὴ


Iliad 18.116: Ζεὺς ἐθέλῃ τελέσαι. ἠδ’ ἀθάνατοι θεοὶ ἄλλοι:


Iliad 18.117: οὐδε γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα.

Commented on by msA 18.49, msA 18.50, msAim 18.15


Iliad 18.118: ὅς περ φίλτατος ἔσκε Διῒ Κρονίωνι ἄνακτι:

Commented on by msA 18.51


Iliad 18.119: ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης :


Iliad 18.120: ὣς καὶ ἐγὼν. εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται:


Iliad 18.121: κείσομ’ ἐπεί κε θάνω. νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην:

Commented on by msA 18.52


Iliad 18.122: καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων


Iliad 18.123: ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων


Iliad 18.124: δάκρυ’ ὀμορξαμένην. ἁδινὸν στοναχῆσαι ἐφείην.

Commented on by msAim 18.16


Iliad 18.125: γνοῖεν δ’ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι:

Commented on by msAint 18.11, msA 18.53


Other texts (18 passages)


Scholia group: msAint

msAint 18.9: τοῦτον κατ ιδίαν

Comments on 18.102


msAint 18.10: ἐχθρὸς γὰρ τῆς ἀργίας ὁ ἥρως φιλότιμος δὲ περι τὰς πράξεις ⁑

Comments on 18.104


msAint 18.11: οτ αντ τοῦ ἵνα γνῶσι ⁑

Comments on 18.125


Scholia group: msAim

msAim 18.14: οτ ἀντι ὑφ’ Έκτορος δίου ⁑

Comments on 18.103


msAim 18.15: οτ οὐκ οῖδεν ἀθανατον τὸν Ἡρακλέᾳ : ⁑

Comments on 18.117


msAim 18.16: ουτ Αριστ αλλοι δὲ αδινᾷ ⁑

Comments on 18.124


Scholia group: msA

msA 18.42: νῦν δ’ ἐπεὶ οὐ νέομαί γε φησὶ τὸ εξῆς: νῦν δ’ ἐπεὶ οὐ νεομαί γε νῦν δ’ εἰμ’ ὄφρα φίλης κεφαλῆς : αἱ ὑποστιγμαὶ δὲ μέχρι τοῦ αμείνονές εἰσὶ καὶ ἄλλοι ἀποτελοῦνται τοῦ ἐπεὶ συνδέσμου τὸν λογον ἀρτῶντος ἵν’ ᾗ ἀνταπόδοσις. ἣ ὡς ἐρις ἔκ τε θέων ὁ δὲ λόγος ηθικός. νῦν δ’ ἐπεὶ μήτε εἰς τὴν πατρίδα ὑποστρέψαι εἱμαρμένον ἐστὶ μήτε ἐξεδίκησα τοὺς ἀναιρεθέντας, τὸ φιλονικεῖν ἔκ τε θν καὶ ανων καὶ ανων ἀπόλοιτο ἣ τὸ ἑξῆς τοῦ λόγου. νῦν δ’ ἐπεὶ οὐ νέομαι . νῦν δ’ εῖμ’ ὄφρα φίλης κεφαλῆς καὶ γὰρ ἐπανείληψε τὸ χρονικὸν ἐπίρρημα ὡσπερ εἰς ὑπόμνησιν τῆς ἀρχῆς ἦν παραλιπὼν παρεξέβη ⁑

Comments on 18.101-18.114


msA 18.43: τοῖος εὼν, ἀλαζῶν φησι καὶ φορτικός. ῥητέον δὲ ὅτι ἔθος ἦν πᾶσιν ἑαυτοὺς ἐπαινεῖν ⁑

Comments on 18.105-18.106


msA 18.44: ὡς έρις ἔκ τε θεῶν⁚ Ἡράκλειτος τὴν τῶν ὄντων φύσιν κατ έριν συνεστᾶναι νομίζων μέμφεται Ὅμρον σύγχυσιν κόσμου δοκῶν αὐτὸν εὔχεσθαι πρὸς ὃν ἄν τις εἴποι. ὅτι οὐ λέγει νῦν τὴν ἐναντίωσιν ἔρϊν, ἀλλα τὴν ἔχθραν ὅθεν ἐπιφέρει καὶ χόλος οὐ γὰρ ἡ τῶν πραγμάτων ἐναντίωσις τοὺς φρονίμους ἐξίστησι τῶν λογισμῶν ⁑

Comments on 18.107-18.108


msA 18.45: καὶ χόλος ὅς τ’ ἐφέηκε⁚ ἐκ τούτων λέγουσι τὸν Πλάτωνα τριμερῆ τὴν ψυχὴν ἀποφήνασθαι τὸ μὲν γάρ τι θυμικὸν αὐτῆς εἶναι, τὸ δὲ ἐπιθυμητικὸν τὸ δε λογιστικόν ⁑

Comments on 18.108


msA 18.46: ὅς τε πολὺ γλυκίων: γλυκέως γὰρ διατίθεσθαι τοὺς ἐκπληροῦντας τὰ κατα θυμὸν συμβαίνει ⁑

Comments on 18.109


msA 18.47: ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός. θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος δι’ όρεξιν ἀντιλυπήσεως τοῦτον δὲ τὸν ὅρον πρῶτος Ὅμηρος παρέδωκε καπνὸν γὰρ τὸ πῦρ φησί: κάπνισάν τε κατα κλισίας :, καὶ ὡς δ’ ὅτε καπνὸς ἰὼν ἐξ άστεος αἰθέρα ἵκηται : ἄτοπον γὰρ λαμπούσῃ φλογὶ καπνὸν εἰκάζειν. ζέσις δὲ οὐκ ἂν χωρὶς πυρώσεως γένοιτο ἡ δίνη δὲ παρεπεται τοῖς ὀργιζομένοις δια τὸ σπεύδειν ἀμύνασθαι τὸν ἀντίπαλον: τὸν δε καπνὸν παρείληφε προς τὴν αὔξησιν ⁑

Comments on 18.110


msA 18.48: θυμὸν ἐνι στήθεσσι φίλον: δύο κατεχόντων παθῶν τὸν Ἀχιλλε θυμοῦ καὶ λύπης μείζων τὸ κατ τὴν λύπην πάθος ἐπιγενόμενον ἐκράτησε τῆς ὀργῆς: πρῶτος δὲ Ὅμηρος τὸν θυμὸν ἀπὸ λογισμοῦ σβεννύμενον ἐδογμάτισεν ⁑

Comments on 18.113


msA 18.49: οὐδε γὰρ οὐδὲ βίη Ἡρακλῆοςι τινὲς φασὶν ὅτι Ὅμηρος οὐκ οιδεν Ἡρακλέα ἀποθεωθέντα διὰ τὸ λέγειν. ὅτι τέθνηκεν. ἠ οὐδὲν κωλύει γινώσκοντα. ὅτι ἀπεθεώθη λέγειν ὡς οὐκ έφυγε τὴν κῆρᾳ καὶ γὰρ οἱ ἀποθεοῦντες αὐτὸν ὁμολογοῦσι τεθνάναι καὶ καῆναι ἐν τῇ Οιτῃ καὶ μανῆναι καὶ τοὺς υἱεῖς ἀνελεῖν καὶ οὕτως ἀπαθανατισθῆναι: σημειοῦνται δὲ τὰ ἔπη προς τὴν ἀθέτησιν. τὴν αὐτὸς δὲ μετ αθανάτοισι θεοῖσι τέρπετο ὅτι οὐκ οἶδεν αὐτὸν ἐκθεωθέντα

Comments on 18.117


msA 18.50: ἄλλως: μεγαλοφρόνως φαίνεται παραδειγματα ἑαυτῷ συνειλοχὼς, οὐ τῶν καθ αὑτὸν τινος ἀλλα τῶν γενναιοτάτων ταῦτα δὲ λεγ . ἄλλως τὴν μρα παραμυθούμενος τὸ καὶ τοὺς κρείττους τεθνηκεναι ⁑

Comments on 18.117


msA 18.51: ὅσπερ φίλτατος ἔσκε, πιθανῶς ὡς φιλοτιμος ἀνηρ οὐ τὰς πράξεις ἀντέθηκε τοῦ Ηρακλέους ἐφαίνετο γὰρ ἂν οὗτος κατα πολὺ ενδεόν τὴν δὲ οικειότητ μόνον τὴν πρὸς τὸν Δία ἐσήμανεν ⁑

Comments on 18.118


msA 18.52: κείσομ’ ἐπεί κε θάνω. ἀνοητόν ἐστι τὸ λέγειν δῆλον γὰρ πᾶσιν ὅτι κείσεται ἀποθανών ἀλλ ασαφέστερον ἐξενήνεκται. ὁ δὲ λέγει τοιοῦτόν ἐστι: ζῶντα μὲν οὐ χρὴ ἀργὸν εἶναι. οὐδὲ κεῖσθαι ὥσπερ νεκρὸν, ἀλλα τότε ὅτ ἂν ὁ θάνατ ἔλθῃ ⁑

Comments on 18.121


msA 18.53: γνοῖεν δ’ ὡς δὴ⁚ οτ ἀντι τοῦ ἵνα γνώσῃ πῶς δὲ δηρὸν φησὶ δεκαπέντε γάρ εισιν ἡμέραι σὺν αἷς οἱ θεοὶ εἰς Αἰθιοπίαν διέτριψαν: ῥητέον δὲ ὅτι πρός τι ἐστὶ τὸ πολὺ καὶ γὰρ μία ἡμέρα Ἀχιλλεῖ πολὺ ἦν ἀφεστῶτι φιλοπόλεμος γάρ ἐστι λέγει οὖν ὅτι ἀθρόα αὐτοῖς ἀποδώσω, κ’ ὰν εἰ πολὺν χρόνον τοῦ πολεμεῖν ἀπέστην, ὡς καὶ ἡμεῖς ἐν τῷ βίῳ λέγομεν ἡ μία μοι ἡμέρα αἰών ἐστιν ⁑

Comments on 18.125


previousnext
msA 240vmsA 241v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1