Venetus A (Marciana 454 = 822), folio 241, verso
previous | next |
---|---|
msA 241r | msA 242r |
Iliad text (25 lines)
Iliad 18.126: μὴ δέ μ’ ἔρυκε μάχης. φιλεουσά περ. οὐδέ με πείσεις:
Iliad 18.127: τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα:
Iliad 18.128: ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον. οὐ κακόν ἐστιν
Iliad 18.129: τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν όλεθρον:
Iliad 18.130: ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται:
Commented on by msAint 18.12
Iliad 18.131: χάλκεα. μαρμαίροντα: τὰ μὲν κορυθαίολος Ἕκτωρ
Iliad 18.132: αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται: οὐδέ ἑ φημι
Iliad 18.133: δηρὸν ἐπ’ αγλαϊεῖσθαι ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ:
Iliad 18.134: ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος .
Iliad 18.135: πρίν γ’ ἐμὲ δεῦρ’ ἐλθοῦσαν. ἐν ὀφθαλμοῖσιν ΐδηαι:
Iliad 18.136: ἠῶθεν γὰρ νεῦμαι ἅμ’ ἠελίῳ ἀνιόντι.
Commented on by msA 18.55, msAim 18.17
Iliad 18.137: τεύχεα καλὰ φέρουσα παρ’ Ἡφαίστοιο ἄνακτος:
Iliad 18.138: ὥς ἄρα φωνήσασα: πάλιν τράπεθ’ υἷος εοῖο.
Commented on by msAim 18.18
Iliad 18.139: καὶ στρεφθεῖσ’. ἁλίῃσι κασιγνήτῃσι μετηύδᾱ:
Iliad 18.140: ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον:
Commented on by msA 18.56
Iliad 18.141: ὀψόμεναί τε γέρονθ’ ἅλιον καὶ δώματα πατρὸς.
Iliad 18.142: καί οἱ πάντ’ ἀγορεύσατ’: ἐγὼ δ’ ἐς μακρὸν Ὄλυμπον
Commented on by msA 18.57, msAim 18.19
Iliad 18.143: εῖμι. παρ’ Ήφαιστον κλυτοτέχνην. αἴ κ’ ἐθέλῃσιν
Iliad 18.144: υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα:
Iliad 18.145: ὥς ἔφαθ’. αἳ δ’ ὑπο κῦμα θαλάσσης αὐτίκ’ ἔδυσαν,
Iliad 18.146: ἣ δ`’ αὖτ’ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα
Iliad 18.147: ἤϊεν: ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχε’ ἐνείκαι:
Iliad 18.148: τὴν μὲν ὰρ’ Οὔλυμπον δὲ πόδες φέρον: αὐτὰρ Ἀχαιοὶ
Commented on by msA 18.59
Iliad 18.149: θεσπεσίῳ ἀλαλητῷ ὑφ’ Ἕκτορος ἀνδροφόνοιο
Iliad 18.150: φεύγοντες. νῆάς τε καὶ Ἑλλήσποντον ΐκοντο:
Other texts (10 passages)
Scholia group: msAint
msAint 18.12: οτ ἔχονται καὶ οὐκ έχε ⁑
Comments on 18.130
Scholia group: msAim
msAim 18.17: αντι τοῦ νεύσομαι ⁑
Comments on 18.136
msAim 18.18: ἐν αλλ υἱὸς εηος : ⁑
Comments on 18.138
msAim 18.19: παρα Ζηνοδ ἀγορεῦσαι , καὶ ὑποφαίνει το Ὁμηρικὸν έθος ⁑
Comments on 18.142
Scholia group: msA
msA 18.54: ‡ ναὶ δὴ ταῦτά γε πάντα⁚ πῶς φησὶν. οὐκ αποτρέπει μᾶλλον τῆς μαχης, ἀλλα καὶ ἐπιρρώννυσιν. ἠ ὅτι εὐκλεῆ τὸν θάνατον αὐτῷ βούλεται γενέσθαι τὸν οὖν μετ ευκλείας συναινεῖ θάνατον διόπερ τῆς μοίρας οὐ προεῖπεν αὐτῷ μὴ περιέληπται τὴν εἰς οῖκον ανακομιδῆν : πῶς δὲ χάλκεα λέγει τὰ παρ’ Ηφαίστου ὅπλα ἀπο τῆς χείρονος ὕλης ἔχει γὰρ καὶ κασσίτερον καὶ ἄργυρον καὶ χρυσόν: κοινότερον οὖν καὶ χαλκεῖς ἔλεγον καὶ τοὺς ταῦτα ἐργαζομένους ἦλθε δὲ χαλκευς Ὅμηρος τὸν χρυσοχόον λέγών: στικτέον δὲ ἤτοι ἐπι τὸ ἐτήτυμον ἵνα λείπῃ τὸ ἐστί : ὁ δὲ λόγος ταῦτα ἀληθῶς ἐστιν ἡ συναπτέον ἐστι δὲ σχῆμα σολοικοφανες ὅτι τῷ πληθυντικῶ τὰ ἑνικὰ ἐπενήνεκται ἐτήτυμον κακόν : ἀλλα τὸ μὲν ἐτήτυμον δύναιτ ἂν ἀντι ἐπιρρήματος κεῖσθαι: τὰ δὲ ἄλλα παραπλήσια ἐκείνῳ δύναται εἶναι: δαιμονίη: τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες τόσσα κακὰ ῥέζουσιν ⁑
Comments on 18.128-18.131
msA 18.55: ἠῶθεν γὰρ νεῦμαι. ὅτι τὸ νεῦμαι ἐστιν ἐπι τοῦ ἐνεστῶτος ἀντι τοῦ νέομαι βούλεται δὲ εἰπεῖν ἐλεύσομαι. καὶ ὅτι ἐν μιᾷ νυκτὶ κατεσκεύασται τὰ ὅπλα ⁑
Comments on 18.136
msA 18.56: ὑμεῖς μὲν νῦν δῦτε, ὅτι τὸν Ἑλλήσποντον στενὸν ὄντα εὐρέα ἐκαλεσεν ⁑
Comments on 18.140
msA 18.57: καί οἱ πάντ’ ἀγορεύσατ’: παρα Ζηνοδότῳ ἀγορεῦσαι καὶ ὑποφαίνει τὸ Ὁμηρικὸν ἔθος ⁑
Comments on 18.142
msA 18.58: αἴ κ’ εθέλῃσιν ὑιεῖ εμῶ: πρὸς μεν τὸν υἱὸν ὡς διοριζομένη φησὶν οἴσειν πάντως τὰ ὅπλα. οὐκέτι δε ἦν πρέπον ὁμοίως πρὸς τοὺς ομοτίμους διαλέγεσθαι ⁑
Comments on 18.143-18.144
msA 18.59: τὴν μὲν ὰρ Οὔλυμπον δὲ: προς Ζηνόδοτον μεταγράφοντα ῥίμφ’ έα γοῦνα φέρει. καὶ ὅτι λέγει πόδες αὐτὴν ἔφερον οὐκ αυτῆ τοὺς πόδας ⁑
Comments on 18.148
previous | next |
---|---|
msA 241r | msA 242r |