Venetus A (Marciana 454 = 822), folio 242, verso

previousnext
msA 242rmsA 243r

Iliad text (27 lines)


Iliad 18.176: ἑλκέμεναι μέμονεν: κεφαλὴν δέ ἑ θυμὸς ἀνώγει

Commented on by msAim 18.21


Iliad 18.177: πῆξαι ἀνὰ σκολόπεσσι. ταμόνθ’ ἁπαλῆς ἀπὸ δειρῆς:


Iliad 18.178: ἂλλ’ ἄνα μὴ δ’ έτι κεῖσο: σέβας δέ σε θυμὸν ϊκέσθω.


Iliad 18.179: Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι:


Iliad 18.180: σοὶ λώβη. αἴ κεν τι, νέκυς ᾐσχυμμένος ἔλθῃ:

Commented on by msAim 18.22


Iliad 18.181: τὴν δ’ ἠμείβετ’ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς :


Iliad 18.182: Ι̂ρι θεὰ. τίς γάρ σε θεῶν. ἐμοὶ ἄγγελον ἧκε:

Commented on by msA 18.65, msA 18.66


Iliad 18.183: τὸν δ’ αῦτε προσέειπε ποδήνεμος ὠκέα Ϊ̂ρις :


Iliad 18.184: Ἥρη με προέηκε. Διὸς κυδρὴ παράκοιτις:


Iliad 18.185: οὐδ’ οἶδε Κρονίδης ὑψίζυγος. οὐδέ τις ἄλλος


Iliad 18.186: ἀθανάτων. οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται:

Commented on by msAim 18.23


Iliad 18.187: τὴν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς :


Iliad 18.188: πῶς τὰρ, ΐω μετὰ μῶλον: ἔχουσι δὲ τεύχε’ ἐκεῖνοι:


Iliad 18.189: μήτηρ δ’ οὔ με φίλη πρίν γ’ εἴα θωρήσσεσθαι.


Iliad 18.190: πρίν γ’ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴ̈δωμαι


Iliad 18.191: στεῦτο γὰρ Ἡφαίστοιο παρ οισέμεν ἔντεα καλά.

Commented on by msA 18.67, msA 18.68


Iliad 18.192: ἄλλου δ’ οὔ τευ οἶδα. τεῦ ἂν κλυτὰ τεύχεα δύω.

Commented on by msA 18.69


Iliad 18.193: εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο :


Iliad 18.194: ἀλλὰ καὶ αὐτὸς ὅ γ’ ἔλπομ’ ἐνι Τρώεσσιν ὁμιλεῖ


Iliad 18.195: ἔγχεϊ δηϊόων περι Πατρόκλοιο θανόντος:


Iliad 18.196: τὸν δ’ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ϊ̂ρις :


Iliad 18.197: εὖ νῠ καὶ ἡμεῖς ἴ̈δμεν ὅ τοι κλυτὰ τεύχε’ ἔχονται:

Commented on by msAint 18.17


Iliad 18.198: ἂλλ’ αύτως ἐπὶ τάφρον ϊὼν, Τρώεσσι φάνηθι:

Commented on by msA 18.70


Iliad 18.199: αἴ κέ σ’ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο


Iliad 18.200: Τρῶες . ἀναπνεύσωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν


Iliad 18.201: τειρόμενοι: ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο:


Iliad 18.202: ἥ μὲν ὰρ, ὡς εἰποῦσ’ ἀπέβη πόδας ὠκέα Ϊ̂ρις ⁚


Other texts (10 passages)


Scholia group: msAint

msAint 18.17: κατ ένια καλὰ τεύχεα ἔχοντα ⁑

Comments on 18.197


Scholia group: msAim

msAim 18.21: εν αλλῳ ἄνωγεν

Comments on 18.176


msAim 18.22: ταυτ ἀπ αλλης ἀρχῆς ⁑

Comments on 18.180


msAim 18.23: ὅτι ὡς ορος τὸν Όλυμπον ἀγάννιφον λέγει

Comments on 18.186


Scholia group: msA

msA 18.65: Ἶρι θεὰ, τίς γάρ σε: μέμνηται τῶν μητρὸς ἐντολῶν οὐ γαρ ἐπέτρεπεν αὐτῷ ἡ μηρ ἐξελθεῖν: πυνθάνεται οὖν τῆς θεοῦ ἵνα ἀξιόχρεων ἔχῃ προς τὴν μρα τὸν προτρεψάμενον λέγειν: καὶ μὴ τῇ ἰδίᾳ γνώμῃ ἐξεληλυθὼς φαίνηται ⁑

Comments on 18.182


msA 18.66: τίς γάρ σε θεῶν⁚ ἡ ἑτέρα τῶν Ἀριστάρχου δια τοῦ τ τίς τάρ σε μήποτε δὲ ἀμείνων ἡ προτέρα, παρ ὅσον σύνηθες Ὁμήρῳ ἀπο τοῦ γὰρ ἄρχεσθαι ⁑

Comments on 18.182


msA 18.67: στεῦτο γάρ Ἡφαιστοιο : Χαῖρις τῷ τὰς συναλειφθείσας προθέσεις μὴ ἀναστρέφεσθαι, καὶ ἐνθάδε οὐκ αναστρέφεσθαι , καὶ ἐνθάδε οὐκ αναστρεφεν ἵνα μὴ διάφορον σημαινόμενον νοηθῆ διαφέρει γὰρ τὸ παρενεγκεῖν Ἡφαίστου ὅπλα ὅτι δὲ καὶ ἐν ἄλλοις ἀναγνώσμασιν ὁ ἀνὴρ τοιοῦτος, προ εἴπομεν ηδ ⁑

Comments on 18.191


msA 18.68: στεῦτο γὰρ Ἡφαίστοιο: Ἀρίσταρχος ἀναστρέφει τὴν πρόθεσιν προς τὸ μὴ ἀμφιβάλλεσθαι τὸν λόγον, καίτοι τῶν συναλειφομένων μὴ ἀναστρεφομένων ὡς καὶ Ἀπολλώνιος φησὶν. ἐπείσθη δὲ ἡ παράδοσις Ἀριστάρχῳ , ἡ διπλῆ δὲ ὅτι κατα διαίρεσιν. ἀντι τοῦ διωρίζετο ἀναφέρεται δὲ πρὸς τὸ στεῦτο δὲ διψάων ἐν τῇ ⁑

Comments on 18.191


msA 18.69: ἀλλου δ’ οὔ τευ οἶδα τοῦ ἂν ζητεῖται δια τί τὰ Πατρόκλου οὐ λαμβάνει εἰ καὶ τὰ αὐτοῦ ἑκείνῳ ἥρμοσεν τινὲς ἡνίοχον λέγοντες εἶναι τὸν Πάτροκλον φασὶ μη έχειν αὐτὸν ὅπλα: ῥητέον δὲ ὅτι εἶχε καὶ ἐμάχετο Ἀχιλλεὺς φησιν: ἥ οι τότε χεῖρες ἄαπτοι μείνοντο τινὲς ὅτι τὰ μείζονα τῷ ἐλάττονι ἁρμόζει μαλαγμάτων προστιθεμένων: τὰ δὲ ἐλάττον τῷ μείζονι οὐκέτι: ῥητέον δὲ. ὅτι δύναταί τις καὶ ἐλάττοσι πρὸς καιρὸν χρῆσθαι Κράτης ὅτι τὰ Πατρόκλου Αὐτομέδων εἶχεν ὅπως σωθῇ τὸ εἶδος καὶ δόξωσιν εἶναι ὁ μὲν Ἀχιλλεὺς ὁ δὲ Πάτροκλος ⁑

Comments on 18.192


msA 18.70: ἀλλ’ αύτως επι τάφρον ἰὼν παρὰ Ζηνοδότῳ . καὶ Ἀριστοφάνει διὰ τοῦ ο αυτὸς ἵν ᾖ αὐτὸς χωρὶς ὅπλων καὶ λόγον ἔχει χαρίεντα καὶ οὐκ ἀλόγος ἐστιν ἡ γραφή: ⁑

Comments on 18.198


previousnext
msA 242rmsA 243r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1