Venetus A (Marciana 454 = 822), folio 259, verso
previous | next |
---|---|
msA 259r | msA 260r |
Iliad text (23 lines)
Iliad 19.402: ὰψ Δαναῶν ἐς όμιλον. ἐπεί χ’ ἑῶμεν πολέμοιο:
Commented on by msA 19.hc_17, msAext 19.hc_3, msAim 19.hc_7
Iliad 19.403: μηδ’ ὡς Πάτροκλον λίπετ’ αὐτοῦ τεθνειῶτα :
Commented on by msAext 19.hc_4, msAim 19.hc_8
Iliad 19.404: τὸν δ’ ὰρ ὑπὸ ζυγόφιν προσέφη πόδας αἰόλος ἵππος
Iliad 19.405: Ξάνθος . ἄφαρ δ’ ἤμυσε καρήατι. πᾶσα δὲ χαίτη
Commented on by msA 19.hc_19
Iliad 19.406: ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οῦδας ΐκανεν:
Iliad 19.407: αὐδήεντα δ’ έθηκε θεὰ λευκώλενος Ἥρη :
Commented on by msA 19.hc_18
Iliad 19.408: καὶ λίην σ’ ἔτι νῦν γε σαώσομεν ὄβριμ’ Ἀχιλλεῦ :
Iliad 19.409: ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον. οὐδέ τοι ἡμεῖς
Iliad 19.410: αἴτιοι: ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή:
Iliad 19.411: οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε
Iliad 19.412: Τρῶες ἀπ’ ὤμοιϊν Πατρόκλου τεύχε’ ἕλοντο:
Iliad 19.413: ἀλλὰ θεῶν ὥριστος , ὃν ἠΰκομος τέκε Λητὼ .
Iliad 19.414: ἔκταν’ ἐνι προμάχοισι: καὶ Ἕκτορι κῦδος ἔδωκε:
Iliad 19.415: νῶϊ δὲ καὶ κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν
Iliad 19.416: ἥν περ ἐλαφροτάτην φὰσ’ ἔμμεναι: ἀλλὰ σοὶ αὐτῷ
Commented on by msA 19.hc_20
Iliad 19.417: μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ῗφι δαμῆναι:
Iliad 19.418: ὡς ἄρα φωνήσαντος. Ἐρινύες ἔσχεθον αὐδήν.
Commented on by msA 19.hc_21
Iliad 19.419: τὸν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς :
Iliad 19.420: Ξάνθε , τί μοι θάνατον μαντεύεαι: οὐδέ τι σε χρή:
Iliad 19.421: εῦ ναί τοι οἶδα καὶ αὐτὸς. ὅ μοι μόρος ἐνθάδ’ ὀλέσθαι
Iliad 19.422: νόσφι φίλου πατρὸς καὶ μητέρος: ἀλλὰ καὶ ἔμπης
Iliad 19.423: οὐ λήξω. πρὶν Τρῶας άδην ελάσαι πολεμοιο:
Iliad 19.424: ῆ ῥα: καὶ ἐν πρώτοις ϊάχων ἔχε μώνυχας ἵ̈ππους
Other texts (9 passages)
Scholia group: msAext
msAext 19.hc_3: ἕωμεν
Comments on 19.402
msAext 19.hc_4: αὐτόθι
Comments on 19.403
Scholia group: msAim
msAim 19.hc_7: ἐν αλλ : ὰψ λαῶν
Comments on 19.402
msAim 19.hc_8: γράφεται λίπετ’ αὐτόθι ⁑
Comments on 19.403
Scholia group: msA
msA 19.hc_17: ‡ ὰψ Δαναῶν ⁚ ὅτι δασυντέον τὸ εῶμεν : ἔστι γὰρ ἄδην ἔχομεν κορεσθῶμεν ⁑
Comments on 19.402
msA 19.hc_18: αὐδήεντα δ’ έθηκε⁚ ἀθετεῖται ὡς περιττὸς καὶ ἐναντιον ἔχων ἐπιφέρει γὰρ ὡς ἄρα φωνήσαντες Ἐρινύες ἔσχεθον αὐδήν . ὡς δηλονότι καὶ παρασχοῦσαι τοιοῦτος γὰρ ὁ ποιητ : τὸν μὲν ἀρίζηλον θῆκε θεὸς ὥσπερ ἔφηνεν ⁑
Comments on 19.407
msA 19.hc_19: ἤμυσε καρήατι⁚ παρέκλινε τὴν κεφαλήν αὐτοῦ ταχέως δὲ εἰς θάττερον μέρος ἔκλινε τὴν κεφαλήν: παρεπιστρέψας εἰς τοῦπίσω ὡς προσβλέψων τῷ Ἀχιλλεῖ μέλλων αὐτῶ διαλέγεσθαι ⁑
Comments on 19.405
msA 19.hc_20: ἥνπερ ἐλαφρότατον: ἀθετοῦνται στιχ καὶ οῦτοι οἱ δύο ὅτι οὐκ αναγκαῖοι εἰσὶν. οἵδαμεν γὰρ ὅτι ἡ πνοὴ ἐλαφροτάτῃ ἐστί: τὸ δὲ καὶ προσθεῖναι φασὶν ὡς ἀπο ϊστορίας ἐστι παρειληφότα ἀγνοούμενόν τι καὶ ἀπίθανον ἵππον λέγειν φασὶν ὥσπερ ἄνδρα πολυΐστορα ⁑
Comments on 19.416
msA 19.hc_21: ὡς ἄρα φωνήσαντος: οὕτως εἰπόντος φησὶ τοῦ ἵππου ἐπέσχον αὐτοῦ αἱ Ἐρινύες τὴν φωνὴν πάντα γὰρ τὰ παράλογα καὶ τεράστια δοκεῖ ὑπο Ἐρινύων γίνεσθ ἡ διπλῆ δὲ πρὸς τὴν ἀθέτησιν τοῦ αὐδήεντα δ’ ἔθηκεν : εἰ γὰρ ἡ Ἥρα παρέσχεν καὶ ἐπισχεῖν ὄφειλεν οὐχ αἱ Ἐρινύες ⁑ ⁑
Comments on 19.418
previous | next |
---|---|
msA 259r | msA 260r |