Venetus A (Marciana 454 = 822), folio 260, recto

previousnext
msA 259vmsA 260v

Iliad text (25 lines)


Iliad 20.1: ὡς οἱ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο


Iliad 20.2: ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί :


Iliad 20.3: Τρῶες δ’ αῦθ’ ἑτέρωθεν, ἐπὶ θρῳσμῷ πεδίοιο:


Iliad 20.4: Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι


Iliad 20.5: κρατὸς ἀπ’ Οὐλύμποιο πολυπτύχου: ἡ δ’ ἄραπάντῃ


Iliad 20.6: φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι:


Iliad 20.7: οὔτέ τις οὖν ποταμῶν ἀπέην. νόσφ’ Ὠκεανοῖο :


Iliad 20.8: οὔτ ἄρα νυμφάων. αἵ τ’ ἄλσεα καλὰ νέμονται.


Iliad 20.9: καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.


Iliad 20.10: ἐλθόντες δ’ ἐς δῶμα Διὸς νεφεληγερέταο.


Iliad 20.11: ξεστῇς αἰθούσσῃσιν ἐνίζανον. ἃς Διὶ πρι


Iliad 20.12: Ἥφαιστος ποίησεν ΐδυίῃσι πραπίδεσσιν:


Iliad 20.13: ὡς οἱ μὲν Διὸς ἔνδον ἀγηγέρατ’. οὐδ’ ἐνοσίχθων


Iliad 20.14: νηκούστησε θεᾶς, ἀλλ’ ἐξ ἁλὸς ἦλθε μετ’αὐτούς:


Iliad 20.15: ΐζε δ’ ἄρ ἐν μέσσοισι. Διὸς δ’ ἐξείρετο βουλήν:


Iliad 20.16: τίπτ’ αὖτ’ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας:


Iliad 20.17: ῆ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις.


Iliad 20.18: τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε:


Iliad 20.19: τὸν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς :


Iliad 20.20: ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν.


Iliad 20.21: ὧν ἕνεκα ξυνάγειρα: μέλουσί μοι ὀλλύμενοί περ:


Iliad 20.22: ἂλλ’ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο


Iliad 20.23: ἥμενος. ἔνθ’ ὁρόων. φρένα τέρψομαι: οἱ δὲ δὴ ἄλλοι


Iliad 20.24: ἔρχεσθ’. ὄφρ’ ὰν ΐκησθε μετα Τρῶας καὶ Ἀχαιούς :


Iliad 20.25: ἀμφοτέροισι δ’ ἀρήγεθ’ ὅπῃ νόος ἐστὶν ἑκάστου:


Other texts (16 passages)


Scholia group: msAint

msAint 20.10_1: θέμιστα καὶ ὅτι ἀντι του Θεμιστί:

Comments on 20.4


msAint 20.10_2: ΐδυίῃσι ουτος δια τοῦ Ϊ τὸ ἰδύιῃσι και τέλειον τὸ ποίησε:

Comments on 20.4


Scholia group: msAil

msAil 20.10_1: ὑδατώδεις τόποι⁑

Comments on 20.9@πίσεα


Scholia group: msAim

msAim 20.10_1: έννιοι ἐφίζανον:

Comments on 20.11


Scholia group: msA

msA 20.10_1: θρῳσμῳ. ὑψηλῷ τόπῳ ὅθεν κατὰθορεῖν καὶ πηδῆσαι εστιν: ἔστι δὲ οὑτ ἐν Ἰλίῳ σταδίων πέντε τὸ περιμετρον μεταξὺ σιμουντος τοῦ ποταμοῦ καὶ τῆς Ἰλιέων καλουμε κώμης ὅπου καὶ θεαί κριθῆναι δοκοῦσι περι κάλλους: ὀνομάζεται δὲ Καλλικολώνη ἐπεὶ τῶν περιξ τόπων ἐπισημότατός ἐστιν: ἡ ϊστορία παρα Δημητρίω : τῷ Σκιψίω ⁑

Comments on 20.1


msA 20.10_2: οὔτ ἂρα νυμφάων: αἱ τὰ ἄλση κατοικοῦσαι νύμφαι ἀλσηΐδες καλοῦνται αὶ δὲ ἐπι τῶν δένδρων δρύαδες. αἱ δὲ τὰ νάματα τῶν ὑδάτων ναϊάδες καὶ ὑδριάδες. καὶ τούτων αἱ μὲν κρηνίδες αἱ δὲ ἐπιποταμίδες. αἱ δὲ ἐπι τῶν βοσκημάτων ἐπιμήλιδες: αἱ δὲ ἐπι τῶν ορῶν ὀρειάδες καὶ ὅσαι τούτοις ὁμοιαι: ὁμοίως δὲ καὶ ἐπι τῶν ἑλῶν ἐλιονόμοι ⁑

Comments on 20.8


msA 20.10_3: μάχης ἀκόρητον: ἐὰν πληθυντικῶς γράφηται. ἀκόρητοι : συναψῶμεν τῇ τελεταία λέξει ὡς, ἂν ἐπιθετικὸν ἐκείνης: ἐὰν δὲ ἑνικῶς βραχὺ διαστελοῦμεν: ἐπι γαρ τοῦ Αχιληως ἀκούσθησεται ⁑

Comments on 20.2


msA 20.10_4: Ζεὺς δὲ Θέμιστα : ὅτι οὐκ ἀγγέλῳ κελεύει καθάπερ Ἴριδι , ἀλλὰ τῷ τὰς ἀγορὰς διαλύειν καὶ πάλιν συνάπτειν ⁑

Comments on 20.4


msA 20.10_5: κρατὸς ἀπ’ Οὐλύμποιο : τοῦτο Βέλτιον τοῖς ἄνω προσνέμειν ἵνα μὴ μακρὸν ὑπερβατὸν ποιῶμεν: τὸ δὲ ἑξῆς ἐστὶ κέλευσε κρατὸς ἀπ Ούλυμποιο καλέσσαι : ἡ διπλῇ δὲ ὅτι Ολυμπος ὄρος διὸ πολύπτυχος⁑

Comments on 20.5


msA 20.10_6: οὔτε τις οὖν ποταμῶν ἀπέην ὅτι ποταμὸν καὶ θάλασσαν τὸν Ὠκεανὸν παραδίδουσι: τὸν δὲ ωκεανὸν οὐ παρέλαβειν εἰς τὸ τῶν θεῶν σύνεδριον ἵνα μη κωλήσῃ: αὐτὸυς τῆς πρὸς ἀλλήλους μαχης πρεσβύτατος ὑπάρχων

Comments on 20.7


msA 20.10_7: ξεστῇς αἰθούσσησιν ὅτι Ζηνοδ γράφει ἐφίζανον αἱ δὲ αἴθουσσαι οὐκ εισὶ οὐκ εισὶ θρόνοι ἢ καθὲδραι ἵνα λέγῃ ἐφίζανον ἀλλα στωαὶ καὶ στυλωταὶ ήδραι ἠ τόποι ὑφ’ ἡλιου καταλαμπόμενοι τινὲς δὲ γράφουσιν ἐνίδρανον καθεδρας οἰηθέντες⁑

Comments on 20.11


msA 20.10_8: ὡς οὶμὲν Διὸς ἔνδον: ὅτι Διὸς ἔνδον εἴρηκε εἴρηκε τοπικὸν ἐπίρρημα ἀντι τῆς ἑν’ προ θέλει γὰρ εἰπεῖν ἐν Διὸς ὡς εἴσω ἁλὸς ευρέα κόλπον ⁑

Comments on 20.13


msA 20.10_9: οὐδ ενοσίχθων νηκούστησε θεὰς: ὁ δε Ποσειδῶν οῦ παρήκουσε τῆς θέμιδος : τοῦτο δὲ εἴρηκε κὲν δια τῆν γεγονυῖαν αὐτῷ μικρῷ πρόσθεν προς τὸν Δια φιλονεικιαν⁑

Comments on 20.14-20.15


msA 20.10_10: ῆ τι περι τρώων: ἐρωτηματικως ὁ σύνδεσμος καὶ ἁπαξ εἰλημμενος κατα μίαν διάνοιαν διὸ περι παστέος τοῦτο δε φημι. προς τὰ τοιαυτα, ῆ δουλιχῆ νοῦσος ὴ Ἄρτεμις ἰοχεαιρα: ἠὲ νεὸν μεθέπεις ἠ καὶ πατρώϊος ἔση. ἐν γὰρ τοῖς τοιαύταις συντάξησιν. ὁ μὲν πρότερος ῆ ἐγκλίνεται ὁ δε δευτερος περισπᾶσται:

Comments on 20.17


msA 20.10_10b: ὧν ἕνεκα ξυναγειρα: καὶ τουτο ἑκατέρωςη δύνανται προδίδοσθαι ἠ μὲν οὖν τοῖς ἄνω στίζωμεν ἐπι τὸ ξυνάγειρα : εἰ δὲ τοῖς ἑξῆς. ὑποστίζομεν ἐπ αυτό⁑

Comments on 20.21


msA 20.10_11: ἥμενος ἔνθ’ ὁρόων: τὴν πρώτην λέξιν βέλτιον τοῖς ἄνω συντάττειν: ἴνα μὴ δύο μετοχαὶ ἐπι τὸ αὒτο ἀσυνδέτως ἀκεωνται⁑

Comments on 20.23


previousnext
msA 259vmsA 260v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1