Venetus A (Marciana 454 = 822), folio 260, verso

previousnext
msA 260rmsA 261r

Iliad text (25 lines)


Iliad 20.26: εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπι Τρώεσσι μαχεῖται.


Iliad 20.27: οὐδὲ μίνυνθ’ ἕξουσι ποδώκεα Πηλείωνα :


Iliad 20.28: καὶ δέ τέ μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες:


Iliad 20.29: νῦν δ’ ὅτε δὴ καὶ θυμὸν, ἑταίρου χώεται, αἰνῶς.


Iliad 20.30: δείδω, μὴ καὶ τεῖχος ὑπερμόρον ἐξαλαπάξῃ:


Iliad 20.31: ὡς ἔφατο Κρονίδης : πόλεμον δ’ ἀλίαστον ἔγειρε:


Iliad 20.32: βὰν δ’ ΐμεναι πόλεμον δὲ θεοὶ, δίχα θυμὸν ἔχοντες:


Iliad 20.33: Ἥρη μὲν μετ’ ἀγῶνα νεῶν. καὶ Παλλὰς Ἀθήνη .


Iliad 20.34: ἠδὲ Ποσιδάων γαιήοχος, ἠδ’ ἐριούνης


Iliad 20.35: Ἑρμείας , ὃς ἐπι φρεσὶ πευκαλίμῃσι κέκαστο:


Iliad 20.36: Ἥφαιστος δ’ ἅμα τοῖσι κίε, σθένεϊ βλεμεαίνων.


Iliad 20.37: χωλεύων. ὑπο δὲ κνῆμαι ῥώοντο ἁραιαί:


Iliad 20.38: ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος. αὐτὰρ ἅμ’ αὐτῷ


Iliad 20.39: Φοῖβος ἀκερσεκόμης. ἠδ’ Ἄρτεμις ϊοχέαιρα:


Iliad 20.40: Λητώ τε. Ξάνθός τε, φιλομμειδής τ’ Ἀφροδίτη :


Iliad 20.41: εἴως μέν ῥ’ ἀπάνευθε θεοὶ θνητῶν έσαν ἀνδρῶν.


Iliad 20.42: τέως Ἀχαιοὶ μὲν μέγ’ ἐκύδανον. οὕνεκ’ Ἀχιλλεὺς


Iliad 20.43: ἐξεφάνη. δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆς:


Iliad 20.44: Τρῶας δὲ τρόμος αἰνὸς ἐπήλυθε γυῖα ἕκαστον


Iliad 20.45: δειδιότας. ὅθ’ ὁρῶντο ποδώκεα Πηλείωνα


Iliad 20.46: τεύχεσι λαμπόμενον. βροτολοιγῷ ῗσον Ἄρηϊ :


Iliad 20.47: αὐτὰρ ἐπεὶ μεθ’ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν.


Iliad 20.48: ῶρτο δ’ Ἔρις κρατερὴ. λαοσσόος. αῦε δ’ Ἀθήνη


Iliad 20.49: στᾶσ’, ὅτε μὲν παρὰ τάφρον ὀρυκτὴν. τείχεος ἐντός.


Iliad 20.50: ἄλλοτ’ ἐπ’ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει.


Other texts (12 passages)


Scholia group: msAext

msAext 20.3_1: ποσειδα

Comments on 20.34


Scholia group: msAint

msAint 20.3_1: αν άνθεξουσι ⁑

Comments on 20.27


msAint 20.3_2: μελωφελος

Comments on 20.34


msAint 20.3_3: ἕρρώνυντ αἱ ασθινεῖς ⁑

Comments on 20.37


msAint 20.3_4: οτ αντ Τρώων ἑκάστου ⁑

Comments on 20.44


Scholia group: msAim

msAim 20.3_1: Αρισταρχ καὶ δέ τι μιν δια τοῦ ϊ ⁑

Comments on 20.28


msAim 20.3_2: Ἀρισταρχ κεκασται οὐ δια τοῦ ο κέκαστο ⁑

Comments on 20.35


msAim 20.3_3: ἐν ἄλλῳ τόφρα δ’ Ἀχαιοὶ μὲν μέγ’ ἐκύδαινον ⁑

Comments on 20.42


Scholia group: msA

msA 20.3_1: νῦν δ’ ὅτε δὴ καὶ θυμὸν ὅτι κατα θυμὸν ἡ περι ἑτέρου χολοῦται. τὸ δ’ αἰνῶς ἑκατέροις δύναται προσδίδοσθαι :

Comments on 20.29


msA 20.3_2: ὑπερμόρον ἐξαλαπάξῃ Ἀριστοφα ὡς ὑπέρβιον ἓν μέρος λόγου ποιῶν: καὶ ὁ Ἀσκαλωνίτ ἐπεὶ ἀντι ἐπιρρημ : τοῦ ὑπερμόρως παρείληπται ὁμοίως πληθυντικῷ τῷ ἐνθά κεν Ἀργείοισι ὑπερμορα νόστος : καὶ ὃν τρόπον οὐ μὲν καλὸν ἀτέμβειν ἀντι τοῦ καλῶς ἐστὶ καὶ τὸ πληθυντικὸν οὐ μὲν καλὰ χόλον τόνδ’ ἔνθεο . οὕτως καὶ τὸ προκείμενον ἑνικῶς καὶ πληθυντικῶς εἰς σύνταξιν παρελεύσεται ἐπιρρήματος δειδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ . καὶ ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστος . ἐντελῶς δὲ ἐν τῇ Β περι τῆς προσωδίας διελάβομεν: διὸ νῦν πάρειμι. ἐκεῖνο μέντοι ὑπομνήσω ὡς ὅτι δύναται καὶ τοῦτο καὶ τὸ ἐν τῇ λέγω δὲ τὸ ὤς κε νῦν Αἴγισθος ὑπερμόρον κατα διάλυσιν ἀναγινώσκεσθαι. ὁμοίως τῷ μὴ καὶ ὑπερ μοῖραν δόμον Ἄϊδος ὥσπερ ἤδη ἀπεφηνάμην ⁑

Comments on 20.30


msA 20.3_3: Λητώ τε Ξάνθος τε ὅτι οὐ προδιασυστήσας τὸν αὐτὸν ποταμὸν Ξάνθον καὶ Σκάμανδρον ὄντα προκατακέχρηται τῇ τοῦ Ξάνθου ὀνομασίᾳ ὡς παραδεδομένοις δηλον ὅτι χρώμενος καὶ οὐκ αὐτὸς πλάσσων τὰ ὀνόματα.

Comments on 20.40


msA 20.3_4: ὧρτο δ’ Έρις κρατερη ὅτι ὁ δὲ σύνδεσμος περισσός ἐστιν ἐν τῷ αὖε δ’ Ἀθήνῃ ⁑

Comments on 20.48


previousnext
msA 260rmsA 261r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1