Venetus A (Marciana 454 = 822), folio 261, recto

previousnext
msA 260vmsA 261v

Iliad text (25 lines)


Iliad 20.51: αῦε δ’ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ῖ+σος


Iliad 20.52: ὀξὺ κάτ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων:


Iliad 20.53: ἄλλοτε παρ Σιμόεντι , θέων ἐπὶ Καλλικολώνῃ :

Commented on by msA 20.11_1, msA 20.11_2


Iliad 20.54: ὡς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύναντες


Iliad 20.55: σύμβαλον. ἐν δ’ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν:


Iliad 20.56: δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε


Iliad 20.57: ὑψόθεν: αὐτὰρ ἔνέρθε Ποσιδάων ἐτίναξε


Iliad 20.58: γαῖαν ἀπειρεσίην. ὀρέων τ’ αἰπεινὰ κάρηνα:

Commented on by msA 20.11_3


Iliad 20.59: πάντες δ’ ἐσσείοντο πόδες πολυπίδακος Ἴ+δης .


Iliad 20.60: καὶ κορυφαὶ, Τρώων τε πόλεισ καὶ νῆες Ἀχαιῶν.


Iliad 20.61: ἔδδεισεν δ’ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς :


Iliad 20.62: δείσας δ’ ἐκ θρόνου ἆλτο καὶ ἴ+αχε. μή οἱ ὕπερθε


Iliad 20.63: γαῖαν ἀναρρήξειε Ποσιδάων ἐνοσίχθων.


Iliad 20.64: οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανηίῃ


Iliad 20.65: σμερδαλέ, εὐρώεντα. τά τε στυγέουσι θεοί περ:


Iliad 20.66: τόσσος ἄρα κτύπος ῶρτο θεῶν ἔριδι ξυνιόντων:


Iliad 20.67: ἤτοι μὲν γὰρ ἔναντα Ποσιδάωνος ἄνακτος

Commented on by msA 20.11_4


Iliad 20.68: ἵ+στατ’ Ἀπόλλων Φοῖβος. ἔχων ἰ+ὰ πτερόεντα:

Commented on by msA 20.11_5


Iliad 20.69: ἄντα δ’ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη .

Commented on by msA 20.11_6


Iliad 20.70: Ἥρῃ δ’ ἀντέστη χρυσηλάκατος κελαδεινὴ

Commented on by msA 20.11_7, msA 20.11_8


Iliad 20.71: Ἄρτεμις ἰ+οχέαιρα. κασιγνήτη ἑκάτοιο:


Iliad 20.72: Λητοῖ δ’ ἀντέστη. σῶκος ἐριούνιος Ἑρμῆς :

Commented on by msA 20.11_9, msA 20.11_10


Iliad 20.73: ἄντα δ’ ἄρ’ Ἡφαίστοιο . μέγας ποταμὸς βαθυδίνης.


Iliad 20.74: ὃν Ξάνθον καλέουσι θεοί. ἄνδρες δὲ Σκάμανδρον :

Commented on by msA 20.11_11


Iliad 20.75: ὡς οἱ μὲν θεοὶ ἄντα θεῶν ἴ+σαν: αὐτὰρ Ἀχιλλεὺς


Other texts (19 passages)


Scholia group: msAext

msAext 20.11_2: πε σεισμοῦ

Comments on 20.59


msAext 20.11_3: πόλις

Comments on 20.60


msAext 20.11_4: ποσειδα

Comments on 20.63


msAext 20.11_5: ποσειδα

Comments on 20.67


Scholia group: msAint

msAint 20.11_1: ἐν αλλω, ἐκ θρόνόυ ῶρτο ουτ καὶ ἡ Μασσαλιωτ ⁑

Comments on 20.62


msAint 20.11_2: οτ διαφορουμε τῆς ὀνομασίας νῦν δὲ ἔστησε⁑

Comments on 20.74


Scholia group: msAim

msAim 20.11_1: Ἀρισταρχ Ϊακῶς αὐτὰρ νέρθε ⁑

Comments on 20.57


msAim 20.11_2: ουτ Ἀρισταρχ πολυπίδακος : ἄλλοι δε πολυπιδακου ⁑

Comments on 20.59


Scholia group: msA

msA 20.11_1: ἄλλοτε πὰρ Σιμόεντι ὅτι τοπ ουτ καλεῖται ἐπι τῆς Ἴδῆς θεῶν καλλικολώνη . οὐ δεόντ οὖν τινες ἀνέγνωσαν θέων ἀντι τοῦ τρεχῶν ⁑

Comments on 20.53


msA 20.11_2: θεῶν ἐπι καλλικολώνῃ Ἡρόδικος βαρέως ἀνεγίνωσκεν ὡς τρεχῶν μετοχὴν ποιῶν. ὁ μέντοι Ἀρίσταρχος περίεσπα λέγων οὕτως καλεῖσθαι τὸν τόπον θεῶν Καλλικολώνη : ὥσπερ καὶ Ἀχαιών λιμήν. οὕτως καὶ ἐχούσης τῆς ἱστορίας περισσὴ. ἡ τοῦ ἡροδίκοῦ ἀνάγνωσις ἡ μέντοι ἐπὶ προθ κατα ταύτην τὴν ἔννοιαν ὤφειλε προηγεῖσθαι τοῦ λόγου ὥστε εῖναι ἐπι θεῶν Καλλικολώνη δι ὃ ἐτόλμησαν τινὲς ἀναστρέψαι οὶ μέντοι πε τὸν Ἀσκαλωνιτ οὐκ ανέστρεψαν ἀλλα συνέταξαν τῇ ἑξῆς λέξει: και ου ἐπεισθ ἡ παραδοσις λεγω δὲ τῆ συντάξει τῆς δοτικῆς: καὶ γὰρ δια τῆς εξῆς Καλλικολώνης φησίν οὐ προσνείμας τὸ θεῶν ὀυδ’ ἑτέρωσ ἐκάθιζον ἐπι φρύσι Καλλικολώνης ⁑

Comments on 20.53


msA 20.11_3: γαῖαν ἀπειρεσίην γαῖαν ἀπειρεσίην: ὅτι διέστειλε τῆς γῆς τὰ όρη ὡς ἐκεῖ γαῖα δ ετί ξυνὴ παντων καὶ μακρὸς Ὄλυμπος ⁑

Comments on 20.58


msA 20.11_4: ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος καὶ τὰ ἐξῆς ἡ τῶν θεῶν μαχ περίεχει φυσικὴν στοιχείων προ στοιχεῖα ἀντίταξιν κακιῶν πρὸς ἀρετάς. Ἀπόλλων μέν γαρ ἐναντιοῦται Ποσιδῶνι , τὸ μερικὸν πῦρ. τῷ παντὶ ὑγρῷ. Ἀθηνὰ δὲ Ἄρεϊ , ἡ φρόνησις τῇ ἀφροσύνῃ,: Ἥρα δὲ Ἀρτέμιδ ὁ περίγειος αηρ τῇ σελήνη: Ἑρμῆς δὲ Λητοὶ ὁ λόγος, τῃ λη : Ἤφαιστος δὲ Ξάνθῳ : τὸ όλον πῦρ. μέρη τοῦ ὕδατος: δια τί δὲ οὐ οἱ θεοὶ πρὸ εἴρηνται βοηθ τοῖς Ἕλλησι : Ἡρα Αθ Ποσειδ Ἥφαιστος Ἑρμῆς : τοῖς δὲ Τρωσὶν Ἄρης . Ἀπόλλων Ἄρτεμις Λητὼ Σκάμανδρος Ἀφροδιτ : Ἥρα μὲν οῦν Ἕλλησι βοηθεῖ ὅτι γαμήλιος ἐστιν ἡ θεὸς, μισεῖ δὲ μοιχὸν ὄντα τὸν Ἀλέξανδρον . ἢ ὅτι ἐν τῷ Άργει ἐτιμᾶτο λαμπρῶς ὅθεν φησὶν ὁ ποιητ τὸ Ἥρη τ’ Ἀργείη ἢ καὶ ὅτι ὡς τὸ Ἄργος οὕτως οἰκεία ἦν αὐτ καὶ ἡ Σπάρτη καὶ ἡ Μυκήνη ὥς φησιν ἐν τῆ : Αθ δὲ ἤτοι δια τὸ ἀποδοκιμασθῆναι ὑπὸ Ἀλεξάνδρου , ἤ δια τὸ ἀλλοτρίους εῖναι τῆς συνεσεως τοὺς βαρβάρους Ποσειδῶν δὲ ἐπειδὴ οἱ πλείους τῶν Ελληνων νησιῶται εἰσιν: καὶ δια τὸ οργίζεσθ δὲ Λαομεδοντ ἐπι ἀποστερήσει μισθοῦ τῆς τειχοποιΐας. Ἑρμῆς δὲ ὅτι ἐξ Αρκαδίας ἢ ὅτι λόγιος ἢ ὅτι ἐπειδὴ κήρυκας ἀποσταλέντας προς αυτοὺς ὑπο Ελλήνων ἐπι διαλύσει τῶν διαφορῶν οδ καὶ Μενελαον ἠ βουλήθησαν ἀνελῆν πεισθέντες Ἀντιμάχῳ : τῶν δε κηρύκων προστάτης Ερμῆς Ἤφαιστος δὲ δια τὸ μισεῖν Ἄρη ὅτι ἐμοίχευσεν αὐτοῦ τὴν γυναῖκα Ἀφροδιτ : τοῖς δὲ Τρωσὶν πάρεστην Ἄρης τὸ ὅμοιον μεταδιώκων φιλοπόλεμος γὰρ ὁ θεὸς φιλοπόλεμοι δὲ καὶ οἱ Τρῶες . ὁ δὲ Ἀπόλλων ἤτοι δια τὸ τόξον τοξικοὶ δὲ καὶ οἱ Τρῶες καὶ ἐν πρώτοις Ἀλεξανδ : Άρτεμις δὲ καὶ Λητὼ χαριζόμεναι τῷ Ἀπόλλωνι . ἢ ὅτι παρα τοῖς Βαρβάροις τιμῶνται. Ξάνθος δὲ ὡς οἱ περ οἰκειας χωρας μάχετ : ἡ δε Ἀφροδιτ δια τὸ ὑπο Ἀλεξάνδρου προκριθῆναι καὶ σχεδὸν εἰπ αὐτὴν ἀνθίστανται τῷ πολέμῳ: καὶ εἰκότως πάρεστι βοηθὸς τοῖς Τρωσὶν ⁑

Comments on 20.67


msA 20.11_5: ἵστατ’ Ἀπόλλων ὅτι πυκνῶς κατὰ τὸν τόπον προς το πρότερον ἀπήντηκεν ἀρξαμενος γὰρ ἀπ’ Ἀχαιϊκοῦ θεοῦ καὶ ἀντιτάξας τουτ Τρωϊκὸν θεὸν πάλιν ἀπὸ Τρωϊκοῦ ῆρκται κατὰ τὸ δεύτερὸν ζυγὸν ⁑

Comments on 20.68


msA 20.11_6: ἄντα δ’ Ἐνυαλίοιο ἐξ εναντίας δὲ τοῦ Ἄρεως: ὁ δὲ τρόπος μετωνυμία ὡς ἀπο τοῦ Ενυοῦς τῆς πολεμικῆς δαίμονος ⁑

Comments on 20.69


msA 20.11_7: Ἤρη δ’ ἀντεστη: ὑφας τὸ ἀντέστη προενεκτέον δοτικῇ γὰρ συντάσσεται: ὡς Λητοῖ δ’ ἀντέστη . τὸ δὲ ἄντ ὅπερ ἐστὶν ἐξ ἐναντίας γενικῆ. ἄντα δ’ Ἐνυαλίοιο ἄντα δ’ ἀρ Ἡφαίστοιο ⁑

Comments on 20.70


msA 20.11_8: χρυσηλάκατ ἐργατικη: νῦν δὲ τῆς χρυσοῦν τόξον ἐχουσης τοξευτικης ἀπο τουτου δὲ καὶ κελαδεινῆς αν τοῦ κυνηγετικῆς κραυγάζουσι γὰρ οἱ κυνηγοί ⁑

Comments on 20.70


msA 20.11_9: σῶκος ἐριούνιος. Τυραννίων ἀξιοῖ ὀξύνειν ἵνα ἀποφύγη τὸ κύριον βαρυνόμενον ὧς ὦχ’ Ἱππάσου ἡὲ ὥσπερ ἐπι τοῦ Λεῦκος Γλαῦκος οὐκ έστι δὲ ὅμοιον τοῖς προκειμένοις κοινοῖς ἐπίθετον ἀλλα ἴδιον τοῦ Ἑρμοῦ ὥσπερ καὶ τοῦ Ἀπολλων βαρυνόμενον τὸ Φοῖβος. διὸ βαρυτονητ ὁμοίως καὶ αὐτῶ τῶ κυρίῶ: εἰσὶ δὲ οἳ ἀξιοῦσι καὶ καθ ὅτι σύνθετον ἐστι βαρύνεσθαι αυτ . ἐκ γὰρ τοὺσ ἄοικος γεγενῆσθαι τὴν κρᾶσιν οὕτω δὲ δωσουσι καὶ προσκείμε τῷ ω τὸ ϊ τῆς παραδόσιως οὐχ οὕτως ἐχούσης: τὰ μέντοι εἰσκος λήγοντ δισύλλαβα παρεσχηματισμ εἰς γένος θηλυκὸν φύσει μακρ παραληγόμενα βαρύνεσθαι θέλει. οἷκος φῶκος θῶκος: οὕτως σῶκος: σεσημείωται τὸ σηκός ⁑

Comments on 20.72


msA 20.11_10: σῶκος ἤτοι ὁ ϊσχυρὸς σωκειν γὰρ τὸ ἰσχύειν σοούμενος ὠκέως τουτέστιν ορμῶν ταχέως ἄγγελος γὰρ ὁ θεός

Comments on 20.72


msA 20.11_11: ὃν Ξάνθον καλέουσι θεοὶ τῶν διωνύμων τὸ μὲν προγενέστερον ατὲρ εἰσαν οις. δια τί δὲ κατὰ τὸν πόλεμον οὗτοι οἱ θεοὶ ἐναντιοῦνται ἀλλήλοις. Ποσειδῶν μὲν Ἀπόλλωνι ὅτι κατὰ τὸν μυθ συναδικηθεὶς αὐτῷ ὑπο Λαομέδοντος ἐκεῖνος συνήργει: Ἄρης Ἀθην . ἐπεὶ ἐκώλυσεν αὐτὸν τὸν Ἀσκαλαφου θάνατον ἐκδικῆσαι: ἢ ὅτι ἐν όψει τῶν θεῶν ὕβρισεν εἰποῦσα μαινόμε φρενας ἠλε . Ἥιρα δὲ Ἄρτεμις : ἔστι γὰρ αὐτῇ μητρυιά. Λητοῖ δὲ Ἑρμῆς δικαιως μουσικὸς γὰρ ὑπάρχων τὴν τὸν μουσικὸν Ἀπολλω γεννήσασαν καὶ τῶν ἐπιτηδευμάτων ἀντίζηλον μεμίσηκεν ἢ ὡς λόγιος καὶ μνήμων. ἀποστρέφεται αὐτην ὡς ληθ Ἥφαιστος δὲ Ξάνθῳ εἰκότως ὅτι ειμὲν τῶν ποταμῶν φύσις πεφυκεν ὑγρὰ Ἥφαιστος δε ἐστι τοῦ πυρος δεσπότης οὗ τροφῆ τὰ ξύλα κατὰ δὲ τὸν φυσικὸν λόγον Ἀπόλλων ἥλιος ὢν ἀναπίνει τὰ ὑγρὰ στοιχεῖα. Ἀθηνα δέ ἐστι φρόνησις. Ἄρης δὲ ἀφροσύνη. ἐναντία δὲ καὶ πολεμια ἐστι ταυτ ἀλλήλων Ἥρα δέ ἐστιν ἀήρ: Ἄρτεμις δὲ σελήνη ἀερότεμίς τις οῦσα ἡ τὸν ἀέρα τέμνουσα ἐξ οῦ ἤρτηται. τὸ δὲ βαρῦνον αὐτὴν πολέμιον νενόμικεν: Ἑρμῆς ἐστι λόγος: Λητῶ δὲ ἀμνημοσύνη, οἷον ληθό της τῶν λόγων. Ἥφαιστος δὲ πῦρ: Ξάνθος δὲ τὸ ὑγρόν ἀλλότριον δὲ τὸ πῦρ τοῦ ὑγροῦ.

Comments on 20.74


previousnext
msA 260vmsA 261v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1