Venetus A (Marciana 454 = 822), folio 261, verso

previousnext
msA 261rmsA 262r

Iliad text (25 lines)


Iliad 20.76: Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον


Iliad 20.77: Πριαμίδεω . τοῦ γάρ ῥα μάλιστά γε θυμὸς ἀνώγει


Iliad 20.78: αἵματος ᾶσαι Ἄρηα ταλαύρινον πολεμιστήν:


Iliad 20.79: Αἰνείαν δ’ ἰ+θὺς λαοσσόος ὦρσεν Ἀπόλλων


Iliad 20.80: ἀντία Πηλείωνος . ἐνῆκε δέ οἱ μένος ἠΰ:


Iliad 20.81: υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν:


Iliad 20.82: τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων :


Iliad 20.83: Αἰνεία . Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ.


Iliad 20.84: ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων.


Iliad 20.85: Πηλείδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν.


Iliad 20.86: τὸν δ’ αὖτ’ Αἰνείας ἀπαμειβόμενος προσέειπε:


Iliad 20.87: Πριαμίδη . τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις


Iliad 20.88: ἀντία Πηλείωνος ὑπερθύμοιο μάχεσθαι:


Iliad 20.89: οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντ’ Ἀχιλῆος


Iliad 20.90: στήσομαι. ἄλλ’ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν:


Iliad 20.91: ἐξ Ἴ+δης ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσιν.


Iliad 20.92: πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασσον , αὐτὰρ ἐμὲ Ζεὺς


Iliad 20.93: εἰρύσαθ’ ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.


Iliad 20.94: ῆ κ’ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης .


Iliad 20.95: ἥ οἱ πρόσθεν ϊοῦσα τίθει φάος. ἠδ’ ἐκέλευεν


Iliad 20.96: ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν:


Iliad 20.97: τὼ οὐκ ἐστ’ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι.


Iliad 20.98: αἰεὶ γὰρ πάρα εἷς γε θεῶν. ὃς λοιγὸν ἀμύνει:


Iliad 20.99: καὶ δ’ ἄλλως τοῦ γ’ ἰ+θὺς βέλος πέτετ’. οὐδ’ἀπολήγει.


Iliad 20.100: πρὶν χροὸς ἀνδρομέοιο διελθεῖν. εἰ δὲ θεός περ


Other texts (7 passages)


Scholia group: msAint

msAint 20.9_1: ὅτι αντι τοῦ ἐπευθείας καὶ καταντίον ⁑

Comments on 20.79


Scholia group: msAim

msAim 20.9_1: Ἀρισταρχος μάλιστά ἑ μάλιστα αυτόν ⁑

Comments on 20.77


msAim 20.9_2: ουτως δια τοῦ ϊ ὑπίσχεο ⁑

Comments on 20.84


msAim 20.9_3: ἐν άλλω ἰθὺ χωρὶς τοῦ σ

Comments on 20.99


msAim 20.9_4: γράφεται διελθέμεν ⁑

Comments on 20.100


Scholia group: msA

msA 20.9_1: ἁς Τρώων βασιλεῦσιν: ὅτι περι τὸν οἶνον αἱ καυχήσεις γίνονται προς τὴν ἀθέτησιν τοῦ ἔσθοντες κρέα πολλά βασιλεῖς δὲ καὶ τοὺς κατα μέρος ἄρχοντας λέγει. δώδεκα γὰρ βασιλῆες ἀριπρεπέες κατα δῆμον ⁑

Comments on 20.84


msA 20.9_2: Πριαμίδη: τί με ταῦτα: διόλου παρατηρητέον ὅτι τὰ ἔργα τοῦ Ἀχιλλεως δεόντως κατα μέρος δεδήλωκεν. δώδεκα δὲ ξὺν ηυσὶ πόλεις : πεζὸς δ’ ἐνδεκά φημι:’ νῦν δὲ καὶ ἀξιόπιστοσερον τὸ παρα τοῦ πολεμιου ἐγκώμιον ⁑

Comments on 20.87


previousnext
msA 261rmsA 262r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1