Venetus A (Marciana 454 = 822), folio 262, recto

previousnext
msA 261vmsA 262v

Iliad text (25 lines)


Iliad 20.101: ἶσον τείνειεν πολέμου τέλος. οὔ κε μάλα ῥέα


Iliad 20.102: νικήσει’. οὐδ’ εἰ παγχάλκεος εὔχεται εἶναι:


Iliad 20.103: τὸν δ’ αῦτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων :


Iliad 20.104: ἥρως. ἂλλ’ άγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν


Iliad 20.105: εὔχεο: καὶ δὲ σὲ φασὶ Διὸς κούρης Ἀφροδίτης


Iliad 20.106: ἐκγεγάμεν κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστιν:


Iliad 20.107: ἡ μὲν γὰρ Διός ἔσθ’. ἡ δ’ ἐξ ἁλίοιο γέροντος:


Iliad 20.108: ἂλλ’ ἰ+θὺς φέρε χαλκὸν ἀτειρέα: μὴ δέ σε πάμπαν


Iliad 20.109: λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ:


Iliad 20.110: ὡς εἰπὼν. ἔμπνευσε μένος μέγα ποιμένι λαῶν:


Iliad 20.111: βῆ δὲ δια προμάχων. κεκορυθμένος αἴθοπι χαλκῷ.


Iliad 20.112: οὐδ’ ἔλαθ’ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην


Iliad 20.113: ἀντία Πηλείωνος ἰ+ὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν:


Iliad 20.114: ἡ δ’, ἄμυδις καλέσασα θεοὺς. μετα μῦθον ἔειπεν:


Iliad 20.115: φράζεσθον δὴ σφῶϊ Ποσίδαον καὶ Ἀθήνη


Iliad 20.116: ἐν φρεσὶν ὑμετέρῃσιν. ὅπως έσται τάδε ἔργα:


Iliad 20.117: Αἰνείας ὁδ’ ἔβη. κεκορυθμένος αἴθοπι χαλκῷ


Iliad 20.118: ἀντία Πηλείωνος . ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων :


Iliad 20.119: ἂλλ’ άγεθ’ ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω


Iliad 20.120: αὐτόθεν. ἤτις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ


Iliad 20.121: παρταίη. δοίη δὲ κράτος μέγα μηδέ τι θυμῷ


Iliad 20.122: δευέσθω. ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι


Iliad 20.123: ἀθανάτων: οἱ δ’ αῦτ’ ἀνεμώλιοι. οἱ τὸ πάρος περ


Iliad 20.124: Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.


Iliad 20.125: πάντες δ’ Οὐλύμποιο κατήλθομεν. ἀντιόωντες


Other texts (10 passages)


Scholia group: msAext

msAext 20.9_1: Ποσείδαων

Comments on 20.125


Scholia group: msAil

msAil 20.9_1: απειλῇ

Comments on 20.109@ἀρεῖῃ


Scholia group: msAim

msAim 20.9_5: Αριστ άμυδις στήσασα

Comments on 20.114


Scholia group: msA

msA 20.9_3: καὶ δε σὲ φασὶν ὁ Ἀσκαλονίτης ὠρθοτόνησε τὴν ἀντονωμίαν τὸν δε σύνδεσμον ἀντι τοῦ γὰρ παραλαμβανων καὶ οὕτως ἔχει τὰ τῆς γνώσεως καὶ τῆς διανοίας ⁑

Comments on 20.105


msA 20.9_4: ἡ μὲν γαρ Διός ἔσθ’. σεσημείωται προς τοὺς εξῆς ἀριθμοὺς ἄκαιρον γενεαλογίαν ἔχοντας καὶ ὅτει ἐκ Διὸς ἡ Ἀφροδίτη καθ Ὅμηρον ⁑

Comments on 20.107


msA 20.9_5: λευγαλέοις ἐπέεσσιν, ὅτι λευγαλέοις οὐ διύγροις ὡς οἱ νεώτεροι ἀλλ ὀλεθρίοις παρα τὸν λοιγόν ⁑

Comments on 20.109


msA 20.9_6: ἀνα ουλαμόν οὐλαμὸν τὸ πύκνωμα ἀπο τῆς οὐλότητος ἠ τὴν εἴλησιν ⁑

Comments on 20.113


msA 20.9_7: ἡ δ’ ἄμυδις καλέσασα. ὅτι Ζηνόδοτος γράφει θεοὺς ῥεία ζώοντας ἐξ οῦ φανερός ἐστι κατα τὸ περισπώμενον ἀνεγνωκώς ῆ δ’ άμυδις ἴν’ ᾗ ἔφη ὡς ἐκεῖ. ῆ καὶ κυανέῃσιν . ἠγνόηκε δὲ ὅτι ἐπί τισι προειρημένοις τίθεσται παρ Ὁμήρῳ τὸ η οὐκ εν αρχῇ λόγου ⁑

Comments on 20.114


msA 20.9_8: ἡ δ’ άμυδις: Ἀρίσταρχ τὸ η ἄρθρὸν ἐκδεχεται Ζηνόδοτ δὲ περιέσπασε καὶ ἐψίλωσεν ῥῆμα ἐκδεξάμενος ὁμοιως τῷ ῆ καὶ κυανέῃσιν . ἵν’ ᾖ τὸ όλον μεταποῖει ἡ δ’ άμυδις καλέσασα θεοὺς ῥεια ζώοντας . ἡγνόησε δὲ ὡς ὁ ποιητῆς οὐ χρῆται τῷ: ῥήματι ἐν αρχῇ λόγου ἀλλα τοῖς ῥηθεῖσιν ἐπιλέγει καὶ τούτῳ γε, παραυτῷ διαφε τοῦ ἐφη ὅτι τὸ μὲν καὶ προτάττεται καὶ ὑποτάττεται. Ἀρίσταρχος δὲ ἡ δ’ ἄμυδις στήσασα καὶ αἱ πλεῖσται. τὸ δὲ ἄμυδις ψιλωτεόν καίτοι παρα τὸ ἅμα γενόμενον ἐπεὶ Αἰολικον χαρακτῆρα ἀνεδέξατο ⁑

Comments on 20.114


msA 20.9_9: πάντες δ’ Οὐλύμποιο : ἕως τοῦ γεινομένω ἐπένησε ἀθετοῦνται στίχοι τέσσαρες ὅτι τοῦναντίον ὁ Ζεῦς λέγει. εἰ γαρ Ἀχιλλεὺς οἶος ἐπι Τρώεσσι μάχεται: οὐδε μίνυνθ’ ἔξουσι καὶ σώζει μᾶλλον τὴν Ἀχιλλέως ἀξίαν. ἡ δε Ἥρα φησὶ τοὺς θεοὺς κατεληλυθέναι ὅπως μὴ πάθῃ τι ὑπο τῶν Τρώων ὁ Ἀχιλλεύς ⁑

Comments on 20.125


previousnext
msA 261vmsA 262v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1