Venetus A (Marciana 454 = 822), folio 262, verso

previousnext
msA 262rmsA 263r

Iliad text (26 lines)


Iliad 20.126: τῆσδε μάχης. ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι


Iliad 20.127: σήμερον: ὕστερον αῦτε τὰ πείσεται. ἄσσά οἱ αῖσα


Iliad 20.128: γεινομένῳ: ἐπένησε λίνῳ. ὅτε μιν τέκε μηρ :


Iliad 20.129: εἰ δ’ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς.


Iliad 20.130: δείσετ’ ἔπειθ’. ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ


Iliad 20.131: ἐν πολέμῳ: χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς:


Iliad 20.132: τὴν δ’ ἠμείβετ’ ἔπειτα Ποσιδάων ἐνοσίχθων:


Iliad 20.133: Ἥρη . μὴ χαλέπαινε παρὲκ νόον. οὐδέ τι σε χρή.


Iliad 20.134: οὐκ ὰν ἔγωγ’ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι:


Iliad 20.135: ἡμέας τοὺς ἄλλους ἐπει ῆ πολὺ φέρτεροίεἰμεν:


Iliad 20.136: ἂλλ’ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες


Iliad 20.137: ἐκ πάτου ἐς σκοπιήν: πόλεμος δ’ ἄνδρεσσι μελήσει:


Iliad 20.138: εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων ,


Iliad 20.139: ἢ Ἀχιλῆ’ ἴ+σχωσι. καὶ οὐκ εἰῶσι μάχεσθαι.


Iliad 20.140: αὐτίκ’ ἔπειτα καὶ ἄμμι παρ αυτόφι, νεῖκος ορεῖται


Iliad 20.141: φυλόπιδος. μάλα δ’ ῶκα διακρινθέντας ὀΐω


Iliad 20.142: ὰψ ἴ+μεν Οὔλυμπον δὲ. θεῶν μεθ’ ὁμήγυριν ἄλλων.


Iliad 20.143: ἡμετέρῃς ὑπο χερσὶν ἀνάγκῃ ῗφι δαμέντας:


Iliad 20.144: ὡς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης


Iliad 20.145: τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο.


Iliad 20.146: ὑψηλὸν, τό ῥά οι Τρῶες καὶ Παλλὰς Ἀθήνη


Iliad 20.147: ποίεον. ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο.


Iliad 20.148: ὁππότε μιν σεύαιτο ἀπ’ ἠϊόνος πεδίον δέ.


Iliad 20.149: ἔνθα Ποσιδάων κατ’ ὰρ έζετο καὶ θεοὶ ἄλλοι,


Iliad 20.150: ἀμφι δ’ ὰρ, ἄρρηκτον νεφέλην ὤμοισιν έσαντο:


Iliad 20.151: οἱ δ’ ἑτέρωσε. κάθιζον. ἐπ ὀφρύσι. Καλλικολώνης .


Other texts (13 passages)


Scholia group: msAext

msAext 20.9_2: ἄρχηισι

Comments on 20.138


msAext 20.9_3: Ποσειδάων

Comments on 20.149


Scholia group: msAil

msAil 20.9_2: μη οργίζου

Comments on 20.133@μὴ χαλέπαινε


msAil 20.9_3: παραυτ ευθ ⁑

Comments on 20.140@παραυτόθι


msAil 20.9_4: αμφίχυστον

Comments on 20.145@ἀμφίχυτον


msAil 20.9_5: διώξειεν ⁑

Comments on 20.148@σεύαιτο


Scholia group: msAim

msAim 20.9_6: λ ἡ πρός

Comments on 20.


msAim 20.9_7: Αρισταρχος προκρίνει τὴν δια τοῦ ω γραφὴν γράφεσθαι δὲ φησὶν καὶ δια τοῦ η ἄρχηισι ⁑

Comments on 20.138


msAim 20.9_8: γράφεται ἀναγκαίηφι ⁑

Comments on 20.143


Scholia group: msA

msA 20.9_10: εἰ δέ κ’ Ἄρης . ὅτι Ζηνοδοτος γράφει εἰ δέ κ’ Ἄρης ἄρχησι . ὁ δὲ Ὅμηρος τὸ κατ αμφοτέρων τῶν τῶν ὀνομάτων τιθέμενον ῥῆμα εἴωθε ποτὲ τὸ ἕτερον προτάξας ὄνομα μεταξὺ τάσσει. ᾗχι ῥοἀς Σιμόεις συμβάλλετον ἡδὲ Σκάμανδρος καὶ ἔνθα μὲν εἰς Ἀχέροντα πυρὶ φλεγέθον τε ῥέουσι. Κωκυτός τε καὶ τούτω πεπλέονακεν Ἀλκμὰν διὸ καὶ ἀλκμανικὸν καλεῖται οὐχ ὅτι πρῶτος αὐτῷ ἐχρήσατο ὑψηλον: τὸ ὑψηλον ἑκατέροις δύναται προσδίδοσθαι ἵν ᾖ τὸ ἑξῆς τεῖχος ὑψηλὸν ἢ ὑψηλὸν ποίεον ⁑

Comments on 20.138


msA 20.9_11: ὑψηλον: τὸ ὑψηλον ἑκατέροις δύναται προς δίδοσθαι ἵν ᾖ τὸ ἑξῆς τεῖχος ὑψηλὸν ἢ ὑψηλὸν ποίεον ⁑

Comments on 20.146


msA 20.9_12: Τρῶες καὶ Παλλὰς Ἀθήνηι , Ποσειδῶν καὶ Ἀπόλλων προστάξαντος Διὸς Λαομέδοντι θητεῦσαι. ἐπι μισθῶ τεταγμένω τὸ τεῖχος κατασκευάζουσι. Λαομέδων δὲ παραβὰς τοὺς ὅρκους καὶ τὰς συνθήκας μη δοὺς τὸν μισθὸν ἀπήλασεν αὐτοὺς . ἀγανακτήσας δὲ Ποσειδων ἔπεμψε τῇ χώραι κῆτος ὃ τούς τε παρατυγχάνοντας ἀνους καὶ τοὺς γιγνομενους καρποὺς διέφθειρεν. μαντευομένω δὲ Λαομέδοντι χρηισμὸς ἐδόθη Ἡσιόνην τὴν θυγατέρα αὐτοῦ βορὰν ἐκθεῖναι τῷ κήτει καὶ οὕτως ἀπαλλαγήσεσθαι τοῦ δεινοῦ: προθεὶς δὲ ἐκεῖνος τὴν θυγατέρα μισθὸν ἐκήρυξε τῷ τὸ κητος ανελόντι τοὺς ἀθανάτους ἵππους δώσειν οὓς Τρωῒ Ζεὺς ἀντι Γανυμήδους εδωκεν Ἡρακλῆς δὲ παραγενόμενος ὑπέσχετο τὸν ἄθλον κατορθώσειν καὶ Ἀθηνας αὐτῷ πρόβλημα ποιησάσης τὸ καλούμενον ἀμφίχυτον τεῖχος εἰσδὺς δια τοῦ στόματος εἰς τὴν κοιλίαν τοῦ κητους καὶ αὐτοῦ τὰς λαγόνας διέφθειρεν: ὁ δε Λαομέδων ὑπαλλάξας θνητοὺς δίδωσιν ἵππους μαθῶν δὲ Ἡρακλῆς ἐπεστραύτεισε καὶ Ἵλιον ἐπόρθησεν καὶ οὑτως ἔλαβεν τοὺς ἵππους: ἡ ϊστορία παρὰ Ἐλλανικῷ ⁑

Comments on 20.146


msA 20.9_13: ποίεον ὄφρα τὸ κῆτος. ὅτι οὕτως εἴρηκε σὺν τῷ ἄρθρω τὸ κῆτος ὡ παραδεδομένης τῆς ἱστορίας τῆς περι τοῦ κήτους ⁑

Comments on 20.147


previousnext
msA 262rmsA 263r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1