Venetus A (Marciana 454 = 822), folio 263, recto
previous | next |
---|---|
msA 262v | msA 263v |
Iliad text (25 lines)
Iliad 20.152: ἀμφι σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον
Iliad 20.153: ως οἰ μέν ῥ ἑκάτερθε καθείατο. μητιόωντες
Iliad 20.154: βουλὰς. ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο
Iliad 20.155: ὤκνεον ἀμφότεροι: Ζεὺς δ’ ἥμενος ὕψι κέλευε
Iliad 20.156: τῶν δ’ ἅπαν ἐπλήσθη πεδίον.καὶ ἐλάμπετο χαλκῷ.
Iliad 20.157: ἀνδρῶν ἠδ’ ἵππων. κάρκαιρε δὲ γαῖα πόδεσσιν
Iliad 20.158: ὀρνυμένων ἄμυδις: δύο δ’ ἀνέρες ἔξοχ’ ἄριστοι.
Iliad 20.159: ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.
Iliad 20.160: Αἰνείας τ’ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς
Iliad 20.161: Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει.
Iliad 20.162: νευστάζων κόρυθι βριαρῇ: ἀτὰρ ἀσπίδα θοῦριν
Iliad 20.163: πρόσθεν ἔχε στέρνοιο: τίνασσε δὲ χάλκεον ἔγχος:
Iliad 20.164: Πηλείδης δ’ ἑτέρωθεν ἐναντίον ῶρτο. λέων ὡς
Iliad 20.165: σίντης. ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν
Iliad 20.166: ἀγρόμενοι πᾶς δῆμος: ὁ δὲ. πρῶτον μὲν ἀτιζῶν
Iliad 20.167: ἔρχεται. ἂλλ’ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν
Iliad 20.168: δουρὶ βάλῃ. ἐάλη τε χανὼν. περί τ’ ἀφρὸς ὀδόντας
Iliad 20.169: γίνεται. ἒν δέ τε οἱ κραδίῃ. στένει ἄλκιμον ῆτορ.
Iliad 20.170: οὐρῇ δὲ πλευράς τε καὶ ῗσχία ἀμφοτέρωθεν
Iliad 20.171: μαστίεται: ἑὲ δ’ αὐτὸν ἐποτρύνει μαχέεσθαι.
Iliad 20.172: γλαυκιόων δ’. ῗθὺς φέρεται μένει, ἤν τινα πέφνῃ
Iliad 20.173: ἀνδρῶν. ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ.
Iliad 20.174: ὡς Ἀχιλῆ’ ὤτρυνε μένος καὶ θυμὸς ἀγήνωρ
Iliad 20.175: ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο :
Iliad 20.176: οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν. ἐπ’ ἀλλήλοισιν ϊόντες.
Other texts (14 passages)
Scholia group: msAext
msAext 20.9_4: δης δ’ ἐτε
Comments on 20.164
msAext 20.9_5: σίντης
Comments on 20.165
Scholia group: msAint
msAint 20.9_2: κατ ένια δια τοῦ ο όκνεον
Comments on 20.155
msAint 20.9_3: γράφεται ἀμφοτέρωσε ἔν τισι οὺ φαύλως ⁑⁑
Comments on 20.170
Scholia group: msAil
msAil 20.9_6: ποιὸν ῆχον ἀπετέλει
Comments on 20.157@κάρκαιρε
msAil 20.9_7: ἐπινεύων
Comments on 20.162@νευστάζων
msAil 20.9_8: συνείληπται
Comments on 20.168@ἐάλη
Scholia group: msAim
msAim 20.9_9: Ἀρισταρχ Ϊακῶς λάμπετο
Comments on 20.156
msAim 20.9_10: ἀτιμαζων καταφρονῶν ⁑
Comments on 20.166
msAim 20.9_11: αντι τοῦ ἑαυτὸν
Comments on 20.171
Scholia group: msA
msA 20.9_14: ‡ ἀμφι σὲ ἣϊε Φοῖβε ὀρθοτονητέον τὴν ἀντωνυμίαν ὁμοῖως τῷ ἀμφι σὲ Πηλεος υἱέ ⁑
Comments on 20.152
msA 20.9_15: ἀνδρῶν ἠδ’ ἵππων: καὶ τοῦτο ταχ άν τις τοῖς ἑξῆς συνάπτοι τὸ δὲ ὑπερβατὸν οὐκ εὖ ἔχει ⁑
Comments on 20.157
msA 20.9_16: ἀγρόμενοι πᾶς δῆμος: προς τὸ σχῆμα ὅτι δῆμος ἀγρόμενοι ἐπεὶ ὁ δῆμος ἔννοιαν πληθυντικὴν ἔχει ⁑
Comments on 20.166
msA 20.9_17: ἑὲ δ’ αὐτὸν. ἡ ε τοῦ τρίτου προσώπου ἀντωνυμία ἐπλεόνασε κατ ἀρχὴν ὥσπερ ἐπι τοῦ ἑὸν ἑοῦ ἑῷ ἅμα δὲ τῷ πλεονασμῷ μετέβη καὶ τὸ πνευμα ⁑
Comments on 20.171
previous | next |
---|---|
msA 262v | msA 263v |