Venetus A (Marciana 454 = 822), folio 263, verso
previous | next |
---|---|
msA 263r | msA 264r |
Iliad text (25 lines)
Iliad 20.177: τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς :
Iliad 20.178: Αἰνεία τί συ τόσσον ὁμίλου πολλὸν ἐπελυθὼν
Iliad 20.179: ἔστης. ῆ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
Iliad 20.180: ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι
Iliad 20.181: τιμῆς τῆς Πριάμου : ἀτὰρ εἴ κεν ἒμ’ ἐξεναρίξῃς.
Iliad 20.182: οὔ τοι τούνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει
Iliad 20.183: εἰσὶν γάρ οἱ παῖδες. ὁ δ’ ἔμπεδος οὐδ’ ἀεσίφρων:
Iliad 20.184: ῆ νύ τι τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων
Iliad 20.185: ἐσθλὸν φυταλιῆς καὶ ἀρούρης. ὄφρα νέμηαι
Iliad 20.186: αἴ κεν ἐμὲ κτείνῃς. χαλεπῶς δέ σ’ ἔολπα τὸ ῥέξειν:
Iliad 20.187: ἤδη μέν σέ γε φημὶ καὶ ἄλλοτε δουρὶ φόβησα:
Iliad 20.188: ἦ οὐ μέμνῃ, ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα
Iliad 20.189: σεῦα κατ’ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι
Iliad 20.190: καρπαλίμως. τότε δ’ οὔ τι μετατροπαλίζεο φεύγων:
Iliad 20.191: ἔνθεν δ’ ἐς Λυρνησσὸν ὑπέκφυγες: αὐτὰρ ἐγὼ τὴν
Iliad 20.192: πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διῒ πατρί:
Iliad 20.193: ληϊάδας δὲ γυναῖκας. ἐλεύθερον ῆμαρ ἀπούρας
Iliad 20.194: ἦγον: ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι:
Iliad 20.195: ἂλλ’ οὐ νῦν σἐ ῥύεσθαι οἴομαι ὡς ἐνι θυμῷ.
Iliad 20.196: βάλλεαι: ἀλλά σ’ ἔγωγ’ ἀναχωρήσαντα κελεύω.
Iliad 20.197: ἐς πληθὺν ϊέναι: μὴ δ’ ἀντίος ἵ+στασ’ ἐμεῖο,
Iliad 20.198: πρίν τι κακὸν παθέειν: ῥεχθὲν δέ τε νήπιος ἔγνω:
Iliad 20.199: τὸν δ’ αῦτ’ Αἰνείας ἀπαμείβετο, φώνησέν τε:
Iliad 20.200: Πηλείδη : μὴ δή ἐπέεσσί γε νηπύτιον ὣς
Iliad 20.201: ἔλπεο δειδίξεσθαι : ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς.
Other texts (7 passages)
Scholia group: msAim
msAim 20.263v_1: γρ καλὸν
Comments on 20.185
msAim 20.263v_2: η Ριανοῦ καὶ Ἀριστοφ βοῶν ἔπι οὐκ αχαρίστως:
Comments on 20.188
msAim 20.263v_3: αισχμαλώτους
Comments on 20.193
msAim 20.263v_4: ουτ Ἀριστ ερύεσθαι χω τοῦ σε :
Comments on 20.195
Scholia group: msA
msA 20.263v_1: ‡ ἐλπόμενον Τρώεσσι: ἀθετοῦνται στίχοι ζ ὅτι εὐτελεῖς εἰσὶ τῇ κατασκευῇ καὶ τοῖς νοήμασι καὶ οἱ λόγοι οὐ πρέποντες τῷ τοῦ Αχιλλέως προσώπῳ⁑
Comments on 20.180-20.186
msA 20.263v_2: ὅ τε πέρσε βοῶν ἄπο: ἀναστρεπτέον τὴν πρόθεσιν ἐστι γὰρ τὸ ἑξῆς ἀπο βοῶν ἔνιοι δὲ συντάσσουσι τὴν ἀπο τῷ ἔσσευᾳ , ἐν τῇ Χίᾳ δὲ βοῶν ἔπι⁑
Comments on 20.188
msA 20.263v_3: αλλ οῦν σ’ ἐρυέσθαι: ἕως τοῦ πρίν τι κακὸν παθέειν αθετοῦνται στίχοι τέσσαρες ὅτι ἐπι τῆς Μενελάου πρὸς Εὔφορβον συστάσεως ὀρθῶς λέγονται σκοπὸς γὰρ ἀμφοτέροις ἐστὶν ἀνελέσθαι τὸν νεκρὸν καὶ τὰ ὅπλα νῦν δὲ παντελῶς ἐκλελυμενός τις ὁ Αχιλλεὺς φαίνεται:
Comments on 20.195-20.198
previous | next |
---|---|
msA 263r | msA 264r |