Venetus A (Marciana 454 = 822), folio 264, recto

previousnext
msA 263vmsA 264v

Iliad text (25 lines)


Iliad 20.202: ἢ μὲν κερτομίας. ἡδ’ αἴσυλα μυθήσασθαι:


Iliad 20.203: ἴ+δμεν δ’ ἀλλήλων γενεήν: ἴδμεν δὲ τοκῆας.


Iliad 20.204: πρόκλυτ’ ἀκούοντες ἔπεα θνητῶν ἀνων :


Iliad 20.205: ὄψει δ’ οὐτ’ άρ πω σὺ ἐμοὺς ἴ+δες, οὔτ’ ὰρ, ἐγὼ σού/ς:


Iliad 20.206: φασὶ. σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι:


Iliad 20.207: μητρὸς τ’ ἐκ Θέτιδος . καλλιπλοκάμου. ἁλοσύδνης.


Iliad 20.208: αὐτὰρ ἐγὼν; υἱὸς μεγαλήτορος Ἀγχίσαο


Iliad 20.209: εὔχομαι ἐκγεγάμεν. μήτηρ δέ μοι ἔστ’ Ἀφροδίτη :


Iliad 20.210: τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται


Iliad 20.211: σήμερον: οὐ γὰρ φημ’`. ἐπέεσσί γε νηπυτίοισιν


Iliad 20.212: ὧδε διακρινθέντεσ μάχης ἐξαπονέεσθαι:


Iliad 20.213: εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρ’ εῦ εἰδῇς


Iliad 20.214: ἡμετέρην γενεὴν. πολλοὶ δέ μιν ἄνδρες ἴ+σασι:


Iliad 20.215: Δάρδανον αὖ πρῶτον τέκετο, νεφεληγερέτα Ζεύς :


Iliad 20.216: κτίσσε δὲ Δαρδανίην . ἐπεὶ οὔ πω Ἴ+λιος ϊ_ρὴ


Iliad 20.217: ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνων :


Iliad 20.218: ἂλλ’ έθ’ ὑπωρείας ᾤκεον πολυπίδακος Ί+δης:


Iliad 20.219: Δάρδανος αῦ τέκεθ’ υἱὸν Ἐριχθόνιον βασιλῆα:


Iliad 20.220: ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνων :


Iliad 20.221: τοῦ τρὶσ χίλιαι ἵ+πποι έλος κάτα βουκολέοντο


Iliad 20.222: θήλειαι. πώλοισι ἀγαλλόμεναι ἀταλῇσι:


Iliad 20.223: τάων καὶ Βορέης ἠυράσσατο βοσκομενάων.


Iliad 20.224: ἵ+ππῳ δ’ εἰσάμενος παρελέξατο κυανοχαίτῃ:


Iliad 20.225: αἳ δ’ ὑποκυσάμεναι ἔτεκον δυόκαί δεκα πώλους:


Iliad 20.226: αἱ δ’ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν.


Other texts (10 passages)


Scholia group: msAext

msAext 20.264r_1: πολυπίδακου

Comments on 20.218


msAext 20.264r_2: τρίς χίλ

Comments on 20.221


Scholia group: msAint

msAint 20.264r_1: καὶ τὸ σήμερον ὀμοιως τοῖς προκειμεν

Comments on 20.211


Scholia group: msAim

msAim 20.264r_1: οτ ἀπαρεμφατ αντ προστακτικ τοῦ δάηθι

Comments on 20.213


Scholia group: msA

msA 20.264r_1: ὁψει δ’ οὐτ άρ πω: ἕως τοῦ εὔχομαι ἐκγεγάμεν ἀθετοῦνται στίχοι πέντε ὅτι οὐκ αναγκαία τὰ δι αυτῶν λεγόμενα κατα τὴν γενεαλογίαν ἀμφοτέρων γινωσκομένων ⁑

Comments on 20.205-20.209


msA 20.264r_2: Δάρδανον ἆν πρῶτον: Δάρδανος υἱος Ἡλέκτρας τῆς Ἀτλάντιδος καὶ Δίος οὗτως ᾤκει ἐν Σαμοθράκη : τοῦ δε κατακλυσμοῦ συμβάντος κατασκευάσας αχεδίαν καὶ ἀσκὸν ἑαυτῷ περιθεὶς ἐφέρετο τοῖς ὕδασι προσωκίλας δὲ τῇ Ἴδῃ τὴν Δαρδανίαν ἔκτισεν: ἑτέρα δὲ ἡ τῆς Ἰλίου Δαρδανίᾳ ὥσπερ ὥσπερ καὶ ἡ Φρυγία οἱ δε νεώτεροι συγχέουσι δια γὰρ τὰς νομὰς καὶ τοὺς ὑετοὺς ἐν τοῖς ὄρεσι πρώην ὤκουν ὅθεν καὶ πόλεις τὰς ἀκροπ καλοῦσιν⁑

Comments on 20.215


msA 20.264r_3: κτίσσε δὲ Δαρδανίην : ὅτι θηλυκῶς τὴν Ἴλιον . καὶ ὅτι ἑτέρα τῆς Ἰλίου ἡ Δαρδανία ὥσπερ καὶ ἡ Φρυγία ⁑

Comments on 20.216


msA 20.264r_4: τάων καὶ Βορέης : ὅτι ἔλλειπει τὸ τίνων τούτων οὐ γαρ πᾶς ἡράσθη⁑

Comments on 20.223


msA 20.264r_5: ἕλος κατα βουκολέοντο τὸ ἑξῆς ἐστι καθ’ έλος διὸ ἀναστρεπτέον τὴν προθέσιν⁑

Comments on 20.221


msA 20.264r_6: ἵππῳ δ’ εἰσάμενος: ὅτι καταχρηστικῶς ἵππος γὰρ οὐ παρακοιμᾶται, ἀλλ’ επιβαίνει τινὲς δὲ γράφουσιν ἵππω δ’ εἰσάμενος . ὅτι καταχρηστικῶς ἵππος γὰρ οὐ παρακοιμᾶται ἀλλ’ ἐπιβαίνει: τινὲς δὲ γράφουσιν ἵππῳ δ’ εἰσάμενος ἐμίγη φιλότητι καὶ εὐνῇ ⁑

Comments on 20.224


previousnext
msA 263vmsA 264v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1