Venetus A (Marciana 454 = 822), folio 264, verso

previousnext
msA 264rmsA 265r

Iliad text (25 lines)


Iliad 20.227: ἄκρον ἐπ’ ἀνθερίκων καρπὸν θέον, οὐδὲ κατέκλων:


Iliad 20.228: ἂλλ’ ὅτε δὴ σκιρτῷεν ἐπ’ εὐρέα νῶτα θαλάσσης:


Iliad 20.229: ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον:


Iliad 20.230: Τρῶα δ’ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα:


Iliad 20.231: Τρωὸς δ’ αὖ, τρεῖς παῖδες ἀμύμονος ἐξεγένοντο:


Iliad 20.232: Ϊ=λός τ’, Ἀσσάρακός τε, καὶ ἀντίθεος Γανυμήδης :


Iliad 20.233: ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων:


Iliad 20.234: τὸν καὶ ἀνηρείψαντο θεοὶ Διῒ οἰνοχοεύειν


Iliad 20.235: κάλλεος εἵνεκα, οἷο ἵ+ν’ ἀθανάτοισι μετείη.


Iliad 20.236: Ϊ=λος δ’ αῦ τέκεθ’ υἱὸν ἀμύμονα Λαομέδοντα .


Iliad 20.237: Λαομέδων δ’ ἄρα Τιθωνὸν τέκετο. Πρίαμόν τε:


Iliad 20.238: Λάμπόν τε: Κλυτίον θ’. Ϊκετάονά τ’ ὄζον Ἄρηος .


Iliad 20.239: Ἀσσάρακος δὲ Κάπυν . ὃ δ’ ἄρ, Ἀγχίσην τέκε παῖδα.


Iliad 20.240: αὐτὰρ ἒμ’ Ἀγχίσης . Πρίαμος δ’ έτεχ’ Ἕκτορα δῖον:


Iliad 20.241: ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι:


Iliad 20.242: Ζεὺς δ’ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε


Iliad 20.243: ὅππως κεν ἐθέλῃσιν ὃ γὰρ κ’ όχ’ ἄριστος ἁπάντων:


Iliad 20.244: ἂλλ’ άγε μὴκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὡς


Iliad 20.245: ἑσταότ’ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος:


Iliad 20.246: ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι


Iliad 20.247: πολλὰ μάλ’, οὐδ’ ὰν νῆυς ἑκατόζυγος ἄχθος ἄροιτο:


Iliad 20.248: στρεπτὴ δὲ γλῶσσ’ ἐστὶ βροτῶν: πολέες δ’ ἔνι μῦθοι


Iliad 20.249: παντοῖοι. ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα:


Iliad 20.250: ὁπποῖόν κ’ εἴπῃσθα ἔπος. τοῖόν κ’ ἐπακούσαις:


Iliad 20.251: ἀλλὰ τί ὴ, ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκῃ


Other texts (18 passages)


Scholia group: msAext

msAext 20.264v_1: κάρτιστος ἁπαντ

Comments on 20.243


msAext 20.264v_2: ἑκατόνζυγοσ

Comments on 20.247


Scholia group: msAil

msAil 20.264v_1: τοῦ εαυτοῦ

Comments on 20.235@οἷο


msAil 20.264v_2: μετάθεσις

Comments on 20.249@νομὸς


Scholia group: msAim

msAim 20.264v_1: Ἀρισταρχ ἀλλ’ ὅτι δὲ αλλοι δὲ ἀλλό τε δὴ δια τοῦ η ⁑

Comments on 20.228


msAim 20.264v_2: κατ ένια τὸν μὲν ανηρειψα ⁑

Comments on 20.234


msAim 20.264v_3: ἐν αλλῳ ὁ γάρ κ’ όχ’ ἄριστος ἁπάντων

Comments on 20.243


msAim 20.264v_4: πολύστροφος εὐμετάθετος

Comments on 20.246


msAim 20.264v_5: εν αλλω καὶ ονείδεα

Comments on 20.251


Scholia group: msA

msA 20.264v_1: ‡ ἄκρον ἐπ ανθερίκων: νῦν τῶν ἐν τοῖς στάχυσι λεπτῶν θερῶν ἐστιν: ἐλαφρῶς οὖν φασὶν ἄνωθεν αὐτῶν διέτρεχον ὁμοίως δὲ καὶ ἐπι τῆς τῶν κυμάτων ἐπιφαινείας μὴ βαπτιζόμενοι τῷ ὕδατι. κυρίως δὲ ἀνθερικὸς καλεῖται ὁ τοῦ ἀσφοδελοῦ καυλὸς εστι δὲ τὸ φυτὸν λαχανῶδες⁑

Comments on 20.227


msA 20.264v_2: ἄκρον ἐπι ρηγμῖνος : σημειοῦνται τινὲς ὅτι ἁλὸς πολιοῖο ἔφη⁑

Comments on 20.229


msA 20.264v_3: ὃς δὴ κάλλιστος γένετο. ὅτι ὡς ὰν ἁρμόζῃ πρὸς τὸ ἐγκώμιον τίθησι τὸ κάλλιστος καὶ γὰρ ἄλλους καλλίστους λέγει καὶ ὅτι προς τὸ δεύτερον πρότερον ἀπηντηκεν⁑

Comments on 20.233


msA 20.264v_4: τὸν καὶ ἀνηρείψαντο: Ἀρίσταρχος μὲν ἓν ποιεῖ τὸ ἀνηρείψαντο τουτεστὶ τὸ ἀνήρπασαν εἰσὶ μέντοι οἳ τὸν ἂν σύνδεσμον παρέλαβον ὧν ἐστι καὶ Ἀπολλώνιος ὁ τοῦ θέωνος τοιοῦτόν τι ἐκδεχόμενος ἀνήρπασαν ἂν αὐτὸν οἱ θεοὶ τῷ Διῒ χάριν τοῦ κάλλους εἴ έζη . τοῦτο δὲ φησὶν ἐπεὶ οὐδαμοῦ παρεισάγει αὐτὸν ὁ ποιητ τῷ Διῒ διακονούμενον: ἡ γὰρ Ἥβη βλεπεται καὶ ὁ Ἥφαιστος πρὸς δε ταυτ ὑγιῶς ἀπεφήναντο τινὲς καὶ ὁ Ἀσκαλωνιτ ὡς ὅτι ὁ ποιητὴς τὸ ἠρείψαντο οὐδέποτε ἐχρήσαντο: ἄνευ τῆς προθεσέως δεύτερον ὡς εἰ ἦ ὁ ἀν σύνδεσμος ἐχρὴν τινὰ αἰτίαν ἐπενεχθῆναι ὥσπερ ὡς ἐπι τοῦ οὐδ άν πῳ χάζοντο κέλοντες δῖοι Ἀχαιοὶ εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο παύσεν αριστεύοντα μάχης ὡς δε εν ετέροις περι τῆς ἁρπαγῆς τοῦ Γανυμήδου ὑπόμνησιν ποιεῖται ὁπότε ὁ Διομήδης λέγει τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς δῶχ’ υἱὸς ποινὴν Γανυμήδεϊ . αλλα φησὶν οὐ διακονεῖται εὐλόγος: πρῶτον μὲν ὅτι τὰ πάντα συμπόσια δύο εστιν ἓν μὲν ἐν τῇ Α εν ᾧ ὁ Ἥφαιστος παρεισάγεται διακονούμενον ἕνεκα γέλωτος. αλλω δὲ ἐν τῆ Δ ὅπου Ἥβη κοινὸς οἰνοχοεῖ πᾶσι θεοῖς: ἔχομεν δὲ ημεῖς προσθεῖναι τὸ κυριώτατον φημὶ δὴ τὸ τῆς συντάξεως: ὁ γὰρ και σύνδεσμος ἐναντιος ἐστιν τὸ ἂν . ὁ μὲν γὰρ τίθησι μᾶλλον δὲ συμπλέκει ὥσπερ ἐπιζητῶν καὶ ἕτερα συμπλέξαι: ὁ δὲ ἂν συνδεσμος ἀναιρεῖ τὰ παρῳχημενα⁑

Comments on 20.234


msA 20.264v_5: ἡ διπλῆ ὅτι ἐναντιοῦται τοῖς νεωτέροις οὐ γὰρ διέρωτα τὸν Γανυμήδην ὑπο Διὸς ἀνηρπᾶσθαι ἀλλ’ ὑπο τῶν θεῶν ἵνα οἱνοχοῇ τῷ Διῒ δια το κάλλος καὶ ὅτι ὁ και περισσός⁑

Comments on 20.234


msA 20.264v_6: καλλεος εἴνεκα. ο αστερίσκος ὅτι τοῦτον γράφουσι τὸν στίχον καὶ εν τῇ Οδ ἐπι τοῦ Κλειτοῦ οὐ δεόντως⁑

Comments on 20.235


msA 20.264v_7: κάλλεος εἴνεκα καὶ τουτ ὁμοίως ἢ γὰρ ἀνηρείψαντο κάλλεος εἴνεκα οἷο ἢ ἵνα ἀθανάτοισι μετείῃ κάλλεος εἵνεκα οἷο ⁑

Comments on 20.235


msA 20.264v_8: επέων δὲ πολὺς νομὸς. ὀξυτόνος ἵνα σημαίνηται ὡς ἐν τῇ συνηθεία ἡ νέμεσις τοῦτο γὰρ ἐμφάσεως μειζωνος ἐστι σημαντικόν⁑

Comments on 20.249


msA 20.264v_9: ἀλλα τί η ἕως τοῦ πολλ’ ἐτεά τε καὶ οὐκὶ ἀθετοῦνται στίχοι πέντε ὡς ἄκαιροι καὶ οχληροὶ προειρημένου τοῦ ἀλλ άγε μὴκετι ταῦτα λεγώμεθ τοῦτο δὲ παραγράφοντος ἐστι τὸν λόγον πῶς οὖν καθάπερ ἄλλην ἀρχὴν ποιούμενος ἔτι ἀναλαμβάνει ἀλλά τίη ἔριδας , καὶ τὰ λεγόμενα ἀνάξια τῶν προσώπων. καὶ παρα βαρβάροις δὲ ἐστι τὸ τὰς γυναῖκας προερχομένας λοιδορεῖσθαι ὡς παρ Ἀιγυπτίοις : περι δὲ τοῦ η τοῦ τοῦ ὑποτασσομένου τῷ τι καὶ τῷ ἐπι ἐδηλώσαμεν ἐν τοῖς προ τούτοις ὡς τὸ τι ὑποτασσόμενος μὲν ἐγκίνεται τῷ δὲ ἐπι περισπᾶται ⁑

Comments on 20.251-20.255


previousnext
msA 264rmsA 265r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1