Venetus A (Marciana 454 = 822), folio 265, recto

previousnext
msA 264vmsA 265v

Iliad text (25 lines)


Iliad 20.252: νεικεῖν ἀλλήλοισιν ἐναντίον: ὥς τε γυναῖκας:


Iliad 20.253: αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο


Iliad 20.254: νεικεῦσ’ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰ+οῦσαι


Iliad 20.255: πολλὰ τά τε καὶ οὐκὶ. χόλος δέ τε καὶ τὰ κελεύει


Iliad 20.256: ἀλκῆς δ’ οὔ μ’ ἐπέεσσι μεταστρέψεις μεμαῶτα.


Iliad 20.257: πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον. ἂλλ’ άγε θᾶσσον


Iliad 20.258: γευσόμεθ’ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν:


Iliad 20.259: ῆ ρα. καὶ ἐν δινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος.


Iliad 20.260: σμερδαλέῳ: μέγα δ’ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.


Iliad 20.261: Πηλείδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ


Iliad 20.262: ἔσχετο ταρβήσας: φᾶτο γὰρ δολιχόσκιον ἔγχος


Iliad 20.263: ῥεῖα δ’ ἐλεύσεσθαι μεγαλήτορος Αἰνείαο :


Iliad 20.264: νήπιος. οὐδ’ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν.


Iliad 20.265: ὡς οὐ ρηΐδι’ ἐστὶ θεῶν ἐρικυδέα δῶρα


Iliad 20.266: ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδ’ ὑποείκειν


Iliad 20.267: οὐδὲ τότ’ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος


Iliad 20.268: ῥῆξε σάκος. χρυσὸς γὰρ ἐρύκακε. δῶρα θεοῖο


Iliad 20.269: ἀλλὰ δύω μὲν ἔλασσε δια πτύχας: αἱ δ’ ὰρ’ ἔτι τρεῖς


Iliad 20.270: ἦσαν. ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων:


Iliad 20.271: τὰς δύο χαλκείας. δύο δ’ ἔνδοθι κασσιτέροιο


Iliad 20.272: τὴν δὲ μίαν χρυσῆν. τῇ ρ’ ἔσχετο μείλινον ἔγχος


Iliad 20.273: δεύτερος αῦτ’ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος


Iliad 20.274: καὶ βάλεν Αἰνείαο κατ’ ἀσπίδα πάντοσε ΐσην


Iliad 20.275: ἄντυγ’ ὑπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός.


Iliad 20.276: λεπτοτάτη δ’ ἐπέην ῥινὸς βοός: ἡ δὲ δια πρὸ


Other texts (15 passages)


Scholia group: msAext

msAext 20.265r_1: πολλ’ ἐτεά τε καὶ οὐκί:

Comments on 20.255


Scholia group: msAint

msAint 20.265r_1: γρ αποστρεψεις

Comments on 256


msAint 20.265r_2: οτ Ζηνοδ γρ ἀπο οῦ ⁑

Comments on 20.261


Scholia group: msAim

msAim 20.265r_1: ουτ Αρισταρχ αλλοι δὲ πολλά τι εόντα ταδ’ οὐκί ⁑

Comments on 20.255


msAim 20.265r_2: ὅτι ἀντι τοῦ ἤχασε καὶ οὐ διεκόπη⁑

Comments on 20.260


msAim 20.265r_3: έξω ἀνέστεινεν ἑαὺτοῦ

Comments on 20.261


msAim 20.265r_4: Ἀρισταρχ ἕξω τοῦ ϊ ῥέα ⁑

Comments on 20.263


msAim 20.265r_5: ἔν τισιν ἔργα ⁑

Comments on 20.265


Scholia group: msA

msA 20.265r_1: ‡ πολλὰ τά τε καὶ οὐκί: ουτ Ἀρισταρχ πολλὰ τά τε καὶ οὐκί τά τε ταῖς ἀληθείαις ὄντα καὶ μή τὰ δε φαυλότερα τῶν ἀντιγράφων ἔπεα ἔχειν τοῦτεστιν ἀληθῆ⁑

Comments on 20.255


msA 20.265r_2: ἧ ρα καὶ ἐν δινῷ σάκει ουτ ἡ Ἀριστάρχου διαιρετέον τὸ σάκεϊ καὶ Ϊακῶς τὸ ἔλασσε καὶ τὸ δινῶ δὲ ἔξῳ τοῦ ε ἀπο τοῦ δινεῖσθαι δινωτην φορέουσα⁑

Comments on 20.259


msA 20.265r_3: ἀνδράσι γε θνητοῖς: προς τὴν ἑξῆς ἀθέτησιν ἄτρωτα γὰρ καὶ ἄθλαστα τὰ Ἡφαιστότευκτα⁑

Comments on 20.266


msA 20.265r_4: ἀλλα δύω μὲν ἔλασσε: ἀθετοῦνται στίχοι τέσσαρες ὅτι διεσκευασμένοι εἰσὶν ὑπό τινος τῶν βουλομένων πρόβλημα ποιεῖν μάχεται δὲ σαφῶς τοῖς γνησίοις ἄτρωτα γὰρ τα Ἡφαιστότευκτα συνίσταται ἵνα δὲ μὴ δοκῇ λύσεως τί εἰρηκέναι καὶ δια τουτ ἡθετηκέναι φησὶν ὅτι τῆς χρυσῆς πτύχης πρώτης κατα τὴν ἐπιφάνειαν κειμένης νοητέον τὸ δόρυ τῆς πλείονος ορμῆς ἐγκοπὴν εἰληφέναι διακεκόφθαι μέντοι τὸ σακος ἕως τῆς τρίτης πτυχῆς ὃν τρόπον ἐπι τῆς πτυχῆς Μενελάου λεγει ἥ οι πλεῖστον ἔρυτο διαπρο δὲ είσατο καὶ τῆς ⁑

Comments on 20.269-20.272


msA 20.265r_5: ἀτρώτων ὑπαρχόντων παρ Ὁμήρω τῶν Ἀχιλλέως ὁπλῶν καὶ ἔξωθεν κατ’ ενίους τεταγμένης δια τὸν πλείονα τῆς χρυσῆς πτυχὸς οὕτως ἀποδοτέον τὸν λόγον. ἀλλα μέχρι μὲν δύο πτυχῶν προῆλθεν ἡ τῆς πληγῆς ἐνέργεια ΐξεως καὶ οιονεὶ συνιζήσεως γενομενῆς: ἐν δὲ τῇ τρίτη ἐπεσχέθη: πῶς φησὶν ἄτρωτον ὑποστησάμενος τὴν ἀσπίδα νῦν τοῦτο λέγει. ῥητέον οὖν ὅτι ὁ χρυσὸς ὧν μαλθακώτερος χαλκοῦ ἢ σίδηρου ἐνέδωκε τῷ δόρατι καὶ εκοιλάνθη: καὶ ἐγένετο κοιλότης οὐ τρῶσις⁑

Comments on 20.269-20.272


msA 20.265r_6: δεύτερος αὖτ’ Ἀχιλευς : ὅτι Ζηνόδοτ μετεποίησεν οὕτως μελίην ἰθυπτίωνα ἀσπίδα νύξ’. εὔχαλκον ἀμύμονος Ἀινείαο οὐκ εκ χειρὸς δὲ ἐπέτυχεν ὁ Αχιλλεὺς ὅπερ δια τοῦ νύξε σημαίνεται ἀλλα βέβληκε τὸ δόρυ διὸ καὶ ἑξῆς βέλος ἀυτὸ όρηκε⁑

Comments on 20.273


msA 20.265r_7: ηδε διαπρο : κατα τὸ ἄνω μέρας τῆς ασπίδος διόλου διαπεράσαν τὸ δόρυ. ὀπίσω ἐπάγει τοῦ Αἰνείου ⁑

Comments on 20.276


previousnext
msA 264vmsA 265v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1