Venetus A (Marciana 454 = 822), folio 25, verso
previous | next |
---|---|
msA 25r | msA 26r |
Iliad text (25 lines)
Iliad 2.61: οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα.
Iliad 2.62: ᾧ λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλε:
Iliad 2.63: νῦν δ’ ἐμέθεν ξύνες ὦκα. Διὸς δέ τοι ἄγγελός εἰμι
Iliad 2.64: ὃς σεῦ ἄνευθεν, ἐὼν μέγα κήδεται ἠδ’ ἐλεαίρει:
Commented on by msAint 2.109
Iliad 2.65: θωρῆξαί σε, κέλευε, κάρη κομόωντας Ἀχαιοὺς
Commented on by msAext 2.122
Iliad 2.66: πανσυδίῃ: νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
Iliad 2.67: Τρώων : οὐ γὰρ ἔτ’ ἀμφὶς Ὀλύμπια δώματ’ ἔχοντες.
Iliad 2.68: ἀθάνατοι φράζονται, ἐπέγναμψεν γὰρ ἅπαντας
Iliad 2.69: Ἥρη λισσομένη: Τρώεσσι δὲ κήδε’ ἐφἧπται
Iliad 2.70: ἐκ Διὸς : ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν: ὡς ὁ μὲν εἰπὼν
Commented on by msAim 2.107
Iliad 2.71: ᾤχετ’ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνἧκεν.
Commented on by msAil 2.112, msAil 2.113
Iliad 2.72: ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν :
Commented on by msAint 2.110
Iliad 2.73: πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι ἣ θέμις ἐστίν:
Commented on by msA 2.100, msA 2.101, msAil 2.114
Iliad 2.74: καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω:
Commented on by msA 2.102, msAil 2.115
Iliad 2.75: ὑμεῖς δ’ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν:
Commented on by msA 2.104
Iliad 2.76: Ἤτοι ὅ γ’ ὡς εἰπὼν κατ’ ὰρ ἕζετο: τοῖσι δ’ ἀνέστη
Commented on by msA 2.103
Iliad 2.77: Νέστωρ , ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος.
Commented on by msAil 2.116, msAim 2.108
Iliad 2.78: ὅ σφιν. ἔϋ φρονέων ἀγορήσατο καὶ μετέειπεν:
Iliad 2.79: ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες:
Commented on by msAil 2.117
Iliad 2.80: εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε.
Commented on by msAint 2.111
Iliad 2.81: ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον:
Commented on by msA 2.105, msAil 2.118, msAil 2.119
Iliad 2.82: νῦν δ’ ἴδεν. ὃς μέγ’ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι:
Iliad 2.83: ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν .
Iliad 2.84: ὡς ἄρα φωνήσας βουλῆς ἐξῆρχε, νέεσθαι:
Commented on by msAil 2.120
Iliad 2.85: οἱ δ`’ ἐπανέστησαν, πείθοντό τε ποιμένι λαῶν
Commented on by msA 2.106, msAil 2.121
Other texts (16 passages)
Scholia group: msA
msA 2.100: πρῶτα δ’ ἐγῶν: οἶδεν αὐτοὺς ἀποκάμοντας τῷ χρόνῳ καὶ τῷ λοιμῷ καὶ τῆ ἀποστάσει Ἀχιλλέως παρακαλεῖν δ’ οὐκ ἐνῆν τὸν πρώην λέγοντα στυγέει δὲ καὶ ἄλλος ἴσον ἐμοὶ φᾶσθαι: ἀλλ οὔτε ἐπιτάσσει μή πως ἀντιλεγόντων δευτέρα στάσις γένηται. ἄλλως τε: τῇ παραδόξῳ χαρᾷ καὶ λύπη τὴν ποίησιν ἐκτραγῳδεῖ φίλτρον τὲ πορίζεται ἑαυτῷ: μισεῖ γὰρ τοὺς ῥιψοκινδύνους στρατηγοὺς ὁ στρατός. καὶ εἰ μὲν κατεδέξαντο φυγεῖν, εἶργεν δια τῶν βασιλέων: εἰ δὲ μὴ ἐλάνθανε τὸ βούλευμα⁑
Comments on 2.73
msA 2.101: ἢ θέμις ἐστιν: τὸ ητ δασυντέον οὐ γὰρ ἐστι σύνδεσμος. ἀλλ’ ϊσοδυναμοῦν, τῷ ὡς ἐπίρρήματι .
Comments on 2.73
msA 2.103: ητοι ὅγ’ ὡς εἰπῶν: ἀπὸ τούτου ἕως τοῦ ἀλλ άγετ’ αἰ κέν πως ἀθετοῦντοι στίχοι ὀκτώ. ὅτι καὶ οὐκ ὀρθοῦ εἰρηκότος τοῦ Αγαμέμνονος λέγει ἥτοι ὅγ’ ὡς εἰπὼν κατ ἄρ έζετο: ὅπερ ἀπίθανον, καὶ ὅτι οὐδὲν περισσὸν λέγει ὁ Νέστωρ ἀλλὰ καὶ εὔηθες τὸ εἰπεῖν εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε ψεῦδός κεν φαῖμεν οὐ γὰρ κατὰ διαφορὰν οἱ δυνατώτεροι ἀληθεῖς ὀνείρους ὁρῶσιν: αἰρομένων δὲ αὐτῶν, ὀρθῶς ἐπι τοῦ Αγαμέμνονος ἐπενεχθήσεται πείθοντο δὲ ποιμένι λαῶν : μὴ παρόντος γὰρ τοῦ Ἀγαμέμνονος τὸν Νέστορα λέγειν ποιμένα λαῶν: ἄτοπον γὰρ τούτῳ ἕπεσθαι τοὺς ἄλλους⁑
Comments on 2.76
msA 2.105: ψεῦδός κεν: οἷς οἱκεῖον τὸ μεριμνᾶν τούτοις ἀληθεῖς αἱ ἐμφάσεις: καὶ ᾧ ἡ ἀποτυχίᾳ κίνδυνον φέρει οὐκ ὰν ψεύσαιτο⁑
Comments on 2.81
msA 2.106: οἱ δ’ ἐπανέστησαν: διαστολὴ ἐπι τὸ ἀνέστησαν καὶ λαῶν . κοινὸν δὲ τὸ σκηπτοῦχοι βασιλῆες κατ αμφοτέρων⁑
Comments on 2.85
Scholia group: msAim
msAim 2.107: ὅτι οὐ λέγει μηδενὶ εἴπης ἀλλ οῖον φύλαξον ταῖς φρεσὶ καὶ διαμνημόνευσον⁑
Comments on 2.70
msAim 2.108: μετὰ τὸ ὄνομα βραχὺ διασταλτέον μετα δὲ τὸ τελος τοῦ στίχου τελείαν στιγμὴν θετέον⁑
Comments on 2.77
Scholia group: msAint
msAint 2.109: ὅτι ὑπὸ τῆς Ίριδος πρὸς Πρίαμον δεόντως λέγεται ⁑
Comments on 2.64
msAint 2.110: ὅτι συνεσταλμένως θωρήξομεν ἀντὶ τοῦ θωρήξωμεν ⁑
Comments on 2.72
msAint 2.111: ὑποστιγμὴ ἐπι τὸ ένισπε δια τὸν ει σύνδεσμον:
Comments on 2.80
Scholia group: msAil
msAil 2.112: ἀπήρχετο ταχέως ἀπελθών:
Comments on 2.71
msAil 2.113: κατέλιπ :
Comments on 2.71
msAil 2.114: ὡς νενόμιστ καὶ ὡς προσηκόν ἐστιν
Comments on 2.73
msAil 2.115: πολυκαθέδροις ἐξ οῦ πολυκώποις⁑
Comments on 2.74
msAil 2.117: καὶ πρόβουλοι
Comments on 2.79
msAil 2.119: χωριζοίμεθα⁑
Comments on 2.81
previous | next |
---|---|
msA 25r | msA 26r |