Venetus A (Marciana 454 = 822), folio 167, verso
previous | next |
---|---|
msA 167r | msA 168r |
Iliad text (27 lines)
Iliad 13.178: νύξ’. ἐκ δ’ ἐσπασεν ἔγχος. ὁ δ’ αυτ’ ἔπεσεν μελίη ὣς.
Commented on by msAim 13.167v1
Iliad 13.179: ἣ τ’ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο
Commented on by msAim 13.167v2
Iliad 13.180: χαλκῷ ταμνομένη, τέρενα χθονὶ φύλλα πελάσσῃ.
Iliad 13.181: ὡς πέσεν. ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ:
Iliad 13.182: Τεῦκρος δ’ ὡρμήθη μεμαὼς ἀπο τεύχεα δῦσαι.
Iliad 13.183: Ἕκτωρ δ’ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.
Iliad 13.184: ἂλλ’ ὁ μὲν ἄντα ἰ̈ δὼν. ἠλεύατο χάλκεον ἔγχος
Iliad 13.185: τυτθὸν. ὁ δ’ Ἀμφίμαχον Κτεάτου υἷ’ Ἀκτορίωνος
Iliad 13.186: νισόμενον πολέμον δὲ καταστῆθος βάλε δουρί:
Commented on by msAil 13.167v1
Iliad 13.187: δούπησεν δὲ πεσών ἀράβησε δὲ τεύχε’ ἐπαὐτῷ;
Iliad 13.188: Ἕκτωρ δ’ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν
Iliad 13.189: κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο .
Iliad 13.190: Αἴας δ’ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ
Iliad 13.191: Ἕκτορος , ἂλλ’ οὔ πῃ χροὸς εἴσατο. πᾶς δ’ ἄρα χαλκῷ;
Commented on by msA 13.167v1, msA 13.167v2, msA 13.167v3
Iliad 13.192: σμερδαλέῳ κεκάλυφθ’, ὁ δ’ ὰρ’ ἀσπίδος ὀμφαλὸν οῦτα.
Iliad 13.193: ῶσε. δέ μιν σθένεϊ μεγάλῳ. ὁ δ’ ἐχάσσατ’ ὀπίσσῳ
Iliad 13.194: νεκρῶν ἀμφοτέρων. τοὺς δ’ ἐξείρυσσαν Ἀχαιοί :
Iliad 13.195: Ἀμφίμαχον μὲν ἄρα Στιχίος , δῖός τε Μενεσθεὺς .
Iliad 13.196: ἀρχοὶ Ἀθηναίων , κόμισαν μετα λαὸν Ἀχαιῶν :
Iliad 13.197: Ἴ¨μβριον αὖτ’ Αἴαντε μεμαότε θούριδος ἀλκῆς.
Commented on by msA 13.167v4
Iliad 13.198: ὥς τε δύ’ αἶγα. λέοντε κυνῶν ὕπὸ καρχαροδόντων
Iliad 13.199: ἁρπάξατε φέρητον ἀνα ῥωπήϊα πυκνὰ.
Iliad 13.200: ὑψοῦ ὑπὲρ γαίης μεταγαμφηλῇσιν ἔχοντε.
Iliad 13.201: ὥς ρα τὸν ὑψοῦ ἔχοντο δύω Αἴαντε κορυστὰ.
Iliad 13.202: τεύχεα συλήτην: κεφαλὴν δ’ ἁπαλῆς ἀπὸ δειρῆς
Iliad 13.203: κόψεν Ὀϊλιάδης κεχολωμένος. Ἀμφιμάχοιο :
Commented on by msA 13.167v5
Iliad 13.204: ἧκε δέ μιν σφαιρηδὸν. ἐλιξάμενος δι’ ὁμίλου.
Other texts (9 passages)
Scholia group: msA
msA 13.167v1: Ἕκτορος λλ᾽ οὔ πη χροὸς εἴσατο: ὅτι διήιρηκεν χροὸς ντι τοῦ χρῶς δι ὃ βαρυτονητὲ καὶ ὅτι τὸ εἴσατο νῦν ἀντι τοῦ ἐφάνη⁑
Comments on 13.191
msA 13.167v2: οὕτως αἱ ἀριστάρχου χροὸς ς λόγος βούλεται δὲ διηιρῆσθαι τὴν ευθ ζηνόδοτος ὲ γράφει χρῶς εἴσατο ⁑
Comments on 13.191
msA 13.167v3: ἂλλ᾽ οὔ πῃ χροὸς: ἀλεξίων ησὶν ὅτι ἀριστάρχος ς σοφὸς προηνέγκατο: τυραννίων δὲ ὡς πόλος καὶ ἔχει λόγον ἐκατέρα ἡ ἀνάγνωσις ἐὰν μὲν χρόος ὡς πόλος κατευθεῖαν πτῶσιν αναγνῶμεν ἔσται τὸ λεγόμενον ἀλλ ουδαμῶς ὁ χρῶς ἐφάνη ἐὰν δὲ χροὸς ς σοφὸς. κατα γενικὴν πτῶσιν ἔσται: ἀλλ ουδαμῶς τοῦ χρωτὸς διῆλθε. τὸ γὰρ εἴσομαι, καὶ τὸ φανῆναι σημαίνει καὶ τὸ διελθεῖν ἐπι κρίνομεν δὲ ἡ μεῖς περὶ τῆς ἀναγνώσεως ἐκεῖνο ὡς ὅτι πιθανόν ἐστι μᾶλλον τὴν γενικὴν ἐκ δεχεσθαι, ἤπερ τὴν ἐυθείαν οὐ γὰρ ἀυτῶι ἔθος ἐυθείαν μὲν ἐπίστασθαι εἰς ος ερατουμένην. ἐπεὶ οὔ σφι λιθ ρῶς οὐδὲ σίδηρος , καὶ ἀκόλουθος αἰτιατικὴ χρῶτ’ ἀπονιψαμέν :τὰς δὲ ἄλλας πλαγίους οῖδεν ἀπο τῆς εἰς ους υθείας χροος ἀμεναι ἀνδρομα χροῒ δ’ ἐντε’ ἐδύσατο παμφανόωντα αὶ τὴν αἰτιατικήν μήτις χρόα καλόν στε εἰ οὐ κεκώλυται τῆς γενικῆς ἡ σύνταξις τί ἐστι τὸ κατεπεῖγον μὴ τῆι συνήθει κλήσει τὴν ἀνάγνωσιν ποιεῖσθαι⁑
Comments on 13.191
msA 13.167v4: Ἴμβριον ὖτ᾽ αἴαντε τι συνεχῶς κέχρηται τοῖς δυϊκοῖς: ἡ δὲ ἀναφορὰ προς τὰ περι τῆς πατρίδος, ἀθηναῖον ὰρ ἴδιον⁑
Comments on 13.197
msA 13.167v5: κόψεν Ὀϊλιάδης τι ἐλλείπει ἡ περὶ περὶ αμφιμάχου αὶ ὅτι ζηνόδοτος ρθον ἐνόμιζε τὸ ο ἰλέως ὸν αἴαντα αὶ οὐκ ὀϊλεως κούων δι ὃ καὶ ἔγραφεν κόψεν ὰρ ἰλιάδης ⁑
Comments on 13.203
Scholia group: msAim
msAim 13.167v1: ἑναλλγεν αὶψ ἕπεσεν⁑
Comments on 13.178
msAim 13.167v2: ουτα αριστα ἑνικῶσ αλλοι ὴ κορυφᾶις⁑
Comments on 13.179
msAim 13.167v3: ἑν αλλω μετ έθνος ⁑
Comments on 13.
Scholia group: msAil
msAil 13.167v1: παραγινόμε ⁑
Comments on 13.186
previous | next |
---|---|
msA 167r | msA 168r |