Venetus A (Marciana 454 = 822), folio 164, verso

previousnext
msA 164rmsA 165r

Iliad text (25 lines)


Iliad 13.26: χρῡσείην. ἔυτυκτον. ἑοῦ δ’ ἐπεβήσετο δίφρου:


Iliad 13.27: βῆ δ’ ἐλάᾱν ἐπι κύματ’. ἄταλλε δὲ κήτε’ ὑπ’ αὐτοῦ

Commented on by msA 13.164v1, msAext 13.164v1, msAim 13.164v1


Iliad 13.28: πάντοθεν ἐκ κευθμῶν, οὐδ’ ἠγνοίησεν ἄνακτα:

Commented on by msAint 13.164v1, msA 13.164v2, msA 13.164v3, msAim 13.164v2


Iliad 13.29: γηθοσύνῃ δὲ θάλασσα διΐστατο. τοιδ`’ ἐπέτοντο

Commented on by msA 13.164v4, msAim 13.164v3


Iliad 13.30: ῥίμφα μάλ’. οὐδ’ ὑπένερθε διαίνετο χάλκεος ἄξων:


Iliad 13.31: τὸν δ’ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι:

Commented on by msA 13.164v5


Iliad 13.32: ἔστι δέ τι, σπέος εὐρὺ βαθείης βένθεσι λίμνης.


Iliad 13.33: μεσσηγὺς Τενέδοιο καὶ ἴ̈μβρου παιπαλοέσσης.

Commented on by msA 13.164v8


Iliad 13.34: ἔνθ’ ἵππους ἔστησε Ποσιδάων ἐνοσίχθων

Commented on by msAext 13.164v2


Iliad 13.35: λύ̅σας ἐξ ὀχέων. παρὰ δ’ ἀμβρόσιον βάλεν εῖδαρ


Iliad 13.36: ἔδμεναι. ἀμφὶ δὲ ποσσὶ πέδα̅ς ἔβαλε χρυ̅σείας.


Iliad 13.37: ἀρρήκτους. ἀλύτους, ὄφρ’ ἔμπεδον αὖθι μένοιεν


Iliad 13.38: νοστήσαντα ἄνακτα: ὁ δ’ ἐς τρατὸν ᾤχετ’ Ἀχαιῶν :


Iliad 13.39: Τρῶες δὲ φλογὶ ΐ̓σοι ἀολλέες ἠὲ θυέλλῃ:


Iliad 13.40: Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο,


Iliad 13.41: ἄβρομοι, αὐΐαχοι. ἔλποντο δὲ νῆας Ἀχαιῶν

Commented on by msA 13.164v6, msA 13.164v7


Iliad 13.42: αἱρήσειν. κτενέειν δὲ παρ’ αὐτόθι πάντας Ἀχαιούς :

Commented on by msAint 13.164v2


Iliad 13.43: ἀλλὰ Ποσιδάων γαιήοχος ἐννοσίγαιος.

Commented on by msAext 13.164v3


Iliad 13.44: Ἀργείους ὤτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν.


Iliad 13.45: εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν:

Commented on by msA 13.164v9, msAext 13.164v4


Iliad 13.46: Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ:


Iliad 13.47: Αἴαντε . σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν .


Iliad 13.48: ἀλκῆς μνησαμένω. μὴ δὲ κρυεροῖο φόβοιο:


Iliad 13.49: ἄλλῃ μὲν γὰρ ἔγωγ’ οὐ δείδια χεῖρας ἀάπτους


Iliad 13.50: Τρώων . οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.

Commented on by msAim 13.164v4


Other texts (19 passages)


Scholia group: msA

msA 13.164v1: ‡ ἄταλλε εἰς ἐνότητα καὶ διάθεσιν ἐγίνετο ὅ ἐστιν ἐσκίρτα καὶ ἔχαιρεν, ὑπ αυτοῦ ὲ ἀντι τοῦ δι αυτὸν

Comments on 13.27


msA 13.164v2: πάντοθεν ἐκ κευθμῶν: ταῦτα εἰσὶ τὰ εἰς θεν τὸ ο αραληγόμενα καὶ προπαροξυνόμενα οἴκοθεν ἄλλοθεν ἔνδοθεν ἔκτοθεν : ἑκαστοθεν ἀπόπροθεν πάντοθεν

Comments on 13.28


msA 13.164v3: οὐδ’ οἰγνοίησεν νακτα: ὅτι ἡγνοίησαν ραπτεόν σύνηθες γὰρ Ὸμήρωι ὕτως λέγειν ἠγνοίησαν τὰ κήτη αὶ οὐκ ηγνοίησεν αὶ ὅτι κευθμῶν εἴρηκεν ἡ δὲ ορθὴ ἔστι κευθμὸς ὡς αὐλός

Comments on 13.28


msA 13.164v4: γηθοσύνη δὲ θάλασσα: Ἡροδικος τὴν θος συλλαβήν ὀξύνει ἵνα ἦι τὸ πλῆρες γηθόσυνα : εἶτα ἡ δὲ θάλασσα δὲ Άρίσταρχος γηθοσύνη δὲ θάλασσα ἀντι του γηθόσυνος χαίρουσα ἰσὶ μέντοι οἱ ἀναγινώσκουσι γηθοσύνη αὶ δοτικὴν πτῶσιν ἐκδέχονται ὥσπερ καὶ Άριστοφάνης ἷς ἐγὼ συγκατατίθεμαι ἵν’ ἦι τὸ ἀκόλουθον τοιοῦτον τῆι χαρᾶι ἡ θάλασσα διἵστατο ἠ ἵ+να καὶ εθει Ὁμηρικῶι οτικῆι ἀντι γενικῆς παρειλλημμενη πάρχει ὑπο χαρᾶς ἡ θάλασσα διἵ+στατο μοίως τὸ ὃς δὴ γήραϊ κῦφος ἔη : τί δε ἐστιν τὸ κινοῦν με ἐκθήσομαι. ὁρῶι τὰ δια τοῦ σύνη ηλυκὰ μὴ κατὰ θηλειῶν ἐπιθετικῶς τιθέμενα πραγμάτων δὲ ὄντα κατηγορικὰ : πρόδηλος δὲ ἡ παρ αυτῶι τῶι ποιητηῖ χρήσις ἔστι γὰρ ι κερδοσύνη ράγμα οὐχι κερδοσύνη γυνή. ὡς φαμένη καὶ κερδοσύνη ἡγεῖτο ἀρχην ξεινοσύνης πλαγκτοσύνης δ’οὐκ ἐστιν κακόν τὴν δ’ήνης ἡ οἱ, πόρε μαχλοσύνηι δρηστοσύνη δ’ οὐκ άν μοι ταρβοσύνη φᾶν γάρ μιν : εἴπερ οὖν ταῦτα πάντα εὑρέθη οὐκ επιθετικῶς κατά τινος θηλείας κατηγορικὰ δὲ πράγματος, πῶς ἄν γέλοιτο γηθοσύνη θάλασσα : οὐ γαρ ἀγαθοφροσύνηι υνή. ἄμεινον οὖν ἐπι πραγματος παραλαμβάνειν καὶ δοτικὴν πτωσιν ἐκδέχεσθαι εἰκός τινα φήσειν ὑπερ Ἀρισταρχοῦ αὶ τῶν ἄλλων ὡς ὁτι αὐτος ἤδη ὁ ποιητὴς ἀρσενικῶς οῦτο ἀπεφήνατο γηθόσυνος δ’οὔρωι ὗτως ἀκόλουθον θηλυκον γένοιτ ἄν τὸ γηθοσύνηι ν διδάξομεν ὡς ὅτι τὰ δια του σύνος ἰ παράγοιτο ἐπιθετικῶς ἀρσενικὰ ὑπάρχοντα μηκέτι ποιεῖν κατὰ τὸ πλεῖον θηλυκοῦ γένους παρασχηματισμόν: τὸ οὖν δικαιόσυνος Ζευς , οὐκ έχει τὸ δικαιοσύνη ηλυκὸν ἔτι ἐπιθετικῶς κατά τινος θυ ασσόμενον ⁑

Comments on 13.29


msA 13.164v5: ἐΰσκαρθμοί . Εὐσκάριστοι ὅ ἐστιν εὐκίνητοι ταχεῖς. σκαρθμὸς γὰρ καταδιάλεκτον ὁ πούς. ⁑

Comments on 13.31


msA 13.164v6: ἄβρομοι αὐΐαχοι: ὅτι ἄντι τοῦ ἄγαν βρομοῦντες. Καὶ ἄγαν ἰαχοῦντες κατ επίτασιν τοῦ α ειμένου. ἑκάστοτε γὰρ θορυβώδεις τοὺς Τρῶας αρίστησιν ⁑

Comments on 13.41


msA 13.164v7: Αὐΐαχοι. Οἱ μὲν παρα τὸ αὔειν καὶ ἰσχεῖν οἱ δὲ ἐξαιρεθέντος τοῦ ν ὸ υ προσεθεῖν ς ἀγαθὸς ἀγαυὸς κατάξαντες καυάξαντες ἱ δὲ κατ επίτασιν ὄντος τοῦ α ΐσχοι εῖτα πλεονάσαντος τοῦ υ : Χρύσιππος δὲ ὁ στωϊκὸς αὶ Διονυσιος ὁ Θρᾶξ . δασύνουσι τὸ ἴ+αχοι. ἵ+ν’ ῆ ξηρόφωνοι ⁑

Comments on 13.41


msA 13.164v8: μεσσηγὺς Τενέδοιο αὶ Ϊ μβρου , Νῆσοι πλησὶ Τροίας είμενοι. ἡ μέντοι Τένεδος εῖται μέση τριῶν πελάγῶν, Αἴγωνος Ἑλλησπόντου . Μέλανος κόλπου . Διὸ καὶ τρίοδος ὑπ’ενίων καλεῖται. ἡ δὲ ἴμβρος στιν ἐν τώι μέλανι κόλπωι

Comments on 13.33


msA 13.164v9: Εἰσάμενος κάλχαντι ὅτι τὸ εἰσάμενος ολλὰ σημαίνει: νῦν μὲν ὁμοιωθείς : ἐν ἄλλοις δὲ καί ρ’ ἐπιεισαμενή . ἐφορμήσασα : εἴσατο δ΄ὡς ὅ τε ῥινον . Άντι του ἐφάνη . ⁑

Comments on 13.45


Scholia group: msAim

msAim 13.164v1: εν αλλῳ ὑπαυτῶ

Comments on 13.27


msAim 13.164v2: Αρίσ ἡ γνοίησαν ἄλλοι δέ ἡ γνοίησεν⁑

Comments on 13.28


msAim 13.164v3: ὄτι χω τοῦ ι γραπτέον τὸ γηθοσύνη εσ γαρ αρ γηθόσυνοςψ

Comments on 13.29


msAim 13.164v4: στικτέον κατα το τελος του στιχου ⁑

Comments on 13.50


Scholia group: msAint

msAint 13.164v1: στικτεον έπι τὸ ἄνακτα .

Comments on 13.28


msAint 13.164v2: γραφεται αρίστους

Comments on 13.42


Scholia group: msAext

msAext 13.164v1: Κευθμὼν

Comments on 13.27


msAext 13.164v2: Ποσειδάων

Comments on 13.34


msAext 13.164v3: Ποσειδάων

Comments on 13.43


msAext 13.164v4: εισάμενος ὁμοιωθείς ὁρμήσας φανείς.

Comments on 13.45


previousnext
msA 164rmsA 165r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1